ΠΡΟΚΟΠΙΟΣ (1)

3
ΠΡΟΚΟΠΙΟΥ, ΠΕΡΙ ΚΤΙΣΜΑΤΩΝ Α. TA ΜΥΣΤΙΚΑ ΤΗΣ ΜΕΤΑΞΗΣ Ὑπὸ τοῦτον τὸν χρόνον τῶν τινες μοναχῶν ἐξ Ἰνδῶν ἥκοντες, γνόντες τε ὡς Ἰουστινιανῷ βασιλεῖ διὰ σπουδῆς εἴη μηκέτι πρὸς Περσῶν τὴν μέταξαν ὠνεῖσθαι Ῥωμαίους, ἐς βασιλέα γενόμενοι οὕτω δὴ τὰ ἀμφὶ τῇ μετάξῃ διοικήσεσθαι ὡμολόγουν, ὡς μηκέτι Ῥωμαῖοι ἐκ Περσῶν τῶν σφίσι πολεμίων ἢ ἄλλου του ἔθνους τὸ ἐμπόλημα τοῦτο ποιήσωνται· χρόνου γὰρ κατατρῖψαι μῆκος ἐν χώρᾳ ὑπὲρ Ἰνδῶν ἔθνη τὰ πολλὰ οὔσῃ, ἥπερ Σηρίνδα ὀνομάζεται, ταύτῃ τε ἐς τὸ ἀκριβὲς ἐκμεμαθηκέναι ὁποίᾳ ποτὲ μηχανῇ γίνεσθαι τὴν μέταξαν ἐν γῇ τῇ Ῥωμαίων δυνατὰ εἴη. ἐνδελεχέστατα δὲ διερευνωμένῳ τῷ βασιλεῖ καὶ ἀναπυνθανομένῳ εἰ ὁ λόγος ἀληθὴς εἴη ἔφασκον οἱ μοναχοὶ σκώληκάς τινας τῆς μετάξης δημιουργοὺς εἶναι, τῆς φύσεως αὐτοῖς διδασκάλου τε οὔσης καὶ διηνεκῶς ἀναγκαζούσης ἐργάζεσθαι. ἀλλὰ τοὺς μὲν σκώληκας ἐνθάδε ζῶντας διακομίζειν ἀμήχανα εἶναι, τὸν δὲ αὐτῶν

description

βυζαντινα

Transcript of ΠΡΟΚΟΠΙΟΣ (1)

Page 1: ΠΡΟΚΟΠΙΟΣ (1)

ΠΡΟΚΟΠΙΟΥ, ΠΕΡΙ ΚΤΙΣΜΑΤΩΝ

Α. TA ΜΥΣΤΙΚΑ ΤΗΣ ΜΕΤΑΞΗΣ

Ὑπὸ τοῦτον τὸν χρόνον τῶν τινες μοναχῶν ἐξ Ἰνδῶν

ἥκοντες, γνόντες τε ὡς Ἰουστινιανῷ βασιλεῖ διὰ

σπουδῆς εἴη μηκέτι πρὸς Περσῶν τὴν μέταξαν

ὠνεῖσθαι Ῥωμαίους, ἐς βασιλέα γενόμενοι οὕτω δὴ τὰ

ἀμφὶ τῇ μετάξῃ διοικήσεσθαι ὡμολόγουν, ὡς

μηκέτι Ῥωμαῖοι ἐκ Περσῶν τῶν σφίσι πολεμίων ἢ

ἄλλου του ἔθνους τὸ ἐμπόλημα τοῦτο ποιήσωνται·

χρόνου γὰρ κατατρῖψαι μῆκος ἐν χώρᾳ ὑπὲρ Ἰνδῶν

ἔθνη τὰ πολλὰ οὔσῃ, ἥπερ Σηρίνδα ὀνομάζεται, ταύτῃ

τε ἐς τὸ ἀκριβὲς ἐκμεμαθηκέναι ὁποίᾳ ποτὲ μηχανῇ

γίνεσθαι τὴν μέταξαν ἐν γῇ τῇ Ῥωμαίων δυνατὰ εἴη.

ἐνδελεχέστατα δὲ διερευνωμένῳ τῷ βασιλεῖ καὶ

ἀναπυνθανομένῳ εἰ ὁ λόγος ἀληθὴς εἴη ἔφασκον οἱ

μοναχοὶ σκώληκάς τινας τῆς μετάξης δημιουργοὺς

εἶναι, τῆς φύσεως αὐτοῖς διδασκάλου τε οὔσης καὶ

διηνεκῶς ἀναγκαζούσης ἐργάζεσθαι. ἀλλὰ τοὺς μὲν

σκώληκας ἐνθάδε ζῶντας διακομίζειν ἀμήχανα εἶναι,

τὸν δὲ αὐτῶν γόνον εὔπορόν τε καὶ ῥᾴδιον ὅλως.

εἶναι δὲ τῶν σκωλήκων τῶνδε τὸν γόνον ᾠὰ ἑκάστου

ἀνάριθμα. ταῦτα δὲ τὰ ᾠὰ χρόνῳ πολλῷ τῆς γονῆς

ὕστερον κόπρῳ καλύψαντες ἄνθρωποι ταύτῃ τε

διαρκῆ θερμήναντες χρόνον ζῷα ποιοῦσι. ταῦτα

εἰπόντας ὁ βασιλεὺς μεγάλοις τοὺς ἄνδρας ἀγαθοῖς

Page 2: ΠΡΟΚΟΠΙΟΣ (1)

δωρήσασθαι ὁμολογήσας τῷ ἔργῳ πείθει ἐπιρρῶσαι

τὸν λόγον. οἱ δὲ γενόμενοι ἐν Σηρίνδῃ αὖθις τά τε ᾠὰ

μετήνεγκαν ἐς Βυζάντιον, ἐς σκώληκάς τε αὐτὰ

τρόπῳ ᾧπερ ἐρρήθη μεταπεφυκέναι διαπραξάμενοι

τρέφουσί τε συκαμίνου φύλλοις, καὶ ἀπ’ αὐτοῦ

γίνεσθαι μέταξαν τὸ λοιπὸν κατεστήσαντο ἐν

Ῥωμαίων τῇ γῇ. 

Β. ΔΗΜΙΟΥΡΓΙΑ ΙΔΡΥΜΑΤΟΣ

βασιλεὺς δὲ Ἰουστινιανὸς καὶ βασιλὶς Θεοδώρα (τὴν

γὰρ εὐσέβειαν ἀλλήλοις ἐπικοινούμενοι ἅπαντα

ἔπρασσον) ἐπενόουν τάδε. τὴν μὲν πολιτείαν τοῦ τῶν

μαστροπείων ἄγους ἐκάθηραν, ἐξελάσαντες τὸ τῶν

πορνοβοσκῶν ὄνομα, τῶν δὲ γυναικῶν τὰς πενίᾳ

ταλαιπωρουμένας πολλῇ ἀκολασίας τῆς

δουλοπρεποῦς ἠλευθέρωσαν, βίοτον μὲν σφίσιν

αὐτόνομον, ἐλευθέραν δὲ τὴν σωφροσύνην

πεπορισμένοι. ταῦτα μὲν οὖν διῳκήσαντο τῇδε. παρὰ

ταύτην δὲ τοῦ πορθμοῦ τὴν ἀκτήν, ἥ ἐστιν ἐν δεξιᾷ

εἰσπλέοντι τὸν Εὔξεινον καλούμενον Πόντον,

βασίλεια πρότερον ὄντα μοναστήριον μεγαλοπρεπὲς

κατεστήσαντο καταγώγιον ταῖς μεταμελουμέναις

γυναιξὶν ἐπὶ τῷ προτέρῳ βίῳ ἐσόμενον· ἐφ’ ᾧ τῇ

ἐνταῦθα περί τε τὸν θεὸν καὶ τὴν εὐσέβειαν ἀσχολίᾳ

γενησομένῃ περικαθῆραι τὰς ἁμαρτάδας δυναταὶ εἶεν

Page 3: ΠΡΟΚΟΠΙΟΣ (1)

τῆς ἐν μαστροπείῳ διαίτης. διὸ δὴ καὶ Μετάνοιαν

τοῦτο δὴ τῶν γυναικῶν τὸ διαιτητήριον ὁμωνύμως τῷ

ἔργῳ ἐπονομάζουσι. καὶ πολλαῖς μὲν χρημάτων

προσόδοις οἱ βασιλεῖς οὗτοι τὸ μοναστήριον

δεδώρηνται τοῦτο, πολλὰ δὲ οἰκία κάλλει τε καὶ

πολυτελείᾳ διαφερόντως ἐξαίσια, ταῖς γυναιξὶ

παραψυχὴν ἐσόμενα, ᾠκοδομήσαντο, ὡς μηδενὶ

ἀναγκασθεῖσαι πρὸς τὰ τῆς σωφροσύνης

ἐπιτηδεύματα τρόπῳ ὁτῳοῦν ἀποκνήσουσι.