evlogitarija

2
ΕΥΛΟΓΗΤΑΡΙΑ ΝΕΚΡΩΣΙΜΑ Ἦχος πλ. α'. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Τῶν Ἁγίων ὁ χορὸς εὗρε πηγὴν τῆς ζωῆς καὶ θύ- ραν Παραδείσου· εὕρω κἀγὼ τὴν ὁδὸν διὰ τῆς μετα- νοίας· τὸ ἀπολωλὸς πρόβατον ἐγώ εἰμι· ἀνακάλεσαί με, Σωτήρ, καὶ σῶσόν με. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Οἱ τὸν ἀμνὸν τοῦ Θεοῦ κηρύξαντες καὶ σφαγια- σθέντες ὥσπερ ἄρνες, καὶ πρὸς ζωὴν τὴν ἀγήρω, Ἅγιοι, καὶ ἀΐδιον μετατεθέντες, τοῦτον ἐκτενῶς, Μάρ- τυρες, αἰτήσασθαι, ὀφλημάτων λύσιν ἡμῖν δωρήσασθαι. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Οἱ τὸν ὁδὸν τὴν στενὴν βαδίσαντες τεθλιμμένην πάντες οἱ ἐν βίῳ· οἱ τὸν Σταυρὸν ὡς ζυγὸν ἀράμε- νοι καὶ Ἐμοὶ ἀκολουθήσαντες ἐν πίστει· δεῦτε ἀπο- λαύετε, ἃ ἡτοίμασα ὑμῖν βραβεῖα καὶ στέφη τὰ οὐράνια. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εἰκών εἰμι τῆς ἀῤῥήτου δόξης Σου, εἰ καὶ στίγματα φέρω πταισμάτων· οἰκτείρησον τὸ Σὸν πλάσμα, Δέ- σποτα, καὶ καθάρισον Σῇ εὐσπλαγχνίᾳ, καὶ τὴν πο- θεινὴν πατρίδα παράσχου μοι, Παραδείσου πάλιν ποιῶν πολίτην με. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. -202-

description

fghfghf

Transcript of evlogitarija

Page 1: evlogitarija

ΕΥΛΟΓΗΤΑΡΙΑ ΝΕΚΡΩΣΙΜΑἮχος πλ α

Εὐλογητὸς εἶ Κύριε δίδαξόν με τὰ δικαιώματά σουΤῶν Ἁγίων ὁ χορὸς εὗρε πηγὴν τῆς ζω ῆς καὶ θύ -

ραν Παραδείσου εὕρω κἀγὼ τὴν ὁδὸν διὰ τῆς μετα -νοίας τὸ ἀπολωλὸς πρό βατον ἐγώ εἰμι ἀνακάλεσαίμε Σωτήρ καὶ σῶσόν με

Εὐλογητὸς εἶ Κύριε δίδαξόν με τὰ δικαιώματά σουΟἱ τὸν ἀμνὸν τοῦ Θεοῦ κηρύξαντες καὶ σφαγια-

σθέντες ὥσπερ ἄρνες καὶ πρὸς ζωὴν τὴν ἀγήρωἍγιοι καὶ ἀΐδιον μετατεθέντες τοῦτον ἐκτενῶς Μάρ- τυρες αἰτήσασθαι ὀφλημάτων λύσιν ἡμῖν δωρήσασθαι

Εὐλογητὸς εἶ Κύριε δίδαξόν με τὰ δικαιώματά σουΟἱ τὸν ὁδὸν τὴν στενὴν βαδίσαντες τεθλιμμένην

πάντες οἱ ἐν βίῳ οἱ τὸν Σταυρὸν ὡς ζυγὸν ἀράμε-νοι καὶ Ἐμοὶ ἀκολουθήσαντες ἐν πίστει δεῦτε ἀπο- λαύετε ἃ ἡτοίμασα ὑμῖν βραβεῖα καὶ στέφη τὰ οὐράνια

Εὐλογητὸς εἶ Κύριε δίδαξόν με τὰ δικαιώματά σουΕἰκών εἰμι τῆς ἀῤῥήτου δόξης Σου εἰ καὶ στίγ ματα

φέρω πταισμάτων οἰκτείρησον τὸ Σὸν πλάσμα Δέ-σποτα καὶ καθάρισον Σῇ εὐ σπλαγχνίᾳ καὶ τὴν πο-θεινὴν πατρίδα παράσχου μοι Παραδείσου πάλινποιῶν πολίτην με

Εὐλογητὸς εἶ Κύριε δίδαξόν με τὰ δικαιώματά σου

-202-

-203-ΕΥΛΟΓΗΤΑΡΙΑ ΝΕΚΡΩΣΙΜΑ

Ὁ πάλαι μὲν ἐκ μὴ ὄντων πλάσας με καὶ εἰ κόνιΣου θείᾳ τιμήσας παραβάσει ἐντο λῆς δὲ πάλιν μεἐπιστρέψας εἰς γῆν ἐξ ἧς ἐλήφθην εἰς τὸ καθ᾽ ὁμοίω -σιν ἐπανάγαγε τὸ ἀρχαῖον κάλλος ἀναμορφώσασθαι

Εὐλογητὸς εἶ Κύριε δίδαξόν με τὰ δικαιώματά σουἈνάπαυσον ὁ Θεός τοὺς δούλους Σου καὶ κα-

τάταξον αὐτοὺς ἐν Παραδείσῳ ὅπου χοροὶ τῶνἉγίων Κύριε καὶ οἱ δίκαιοι ἐκ λάμψουσιν ὡς φω -στῆρες τοὺς κεκοιμημένους δούλους Σου ἀνάπαυ-σον παρορῶν αὐτῶν πάντα τὰ ἐγκλήματα

Δόξα Πατρὶ Τριαδικόν

Τὸ τριλαμπὲς τῆς μιᾶς Θεότητος εὐσεβῶς ὑμνή -σωμεν βοῶντες Ἅγιος εἶ ὁ Πατὴρ ὁ ἄν αρχος ὁσυν άναρχος Υἱὸς καὶ θεῖον Πνεῦ μα φώτισον ἡμᾶςπίστει Σοι λατρεύοντας καὶ τοῦ αἰωνίου πυρὸςἐξάρπασον

Καὶ νῦν ΘεοτοκίονΧαῖρε σεμνή ἡ Θεὸν σαρκὶ τεκοῦσα εἰς πάντων

σωτηρίαν δι᾽ ἧς γένος τῶν ἀνθρώ πων εὕρατο τὴνσωτηρίαν διὰ σοῦ εὕροιμεν Παράδεισον Θεοτόκεἁγνὴ εὐλογημένη

Ἀλληλούϊα Ἀλληλούϊα Ἀλληλούϊα Δόξα σοι ὁ Θεός Ἀλληλούϊα Ἀλληλούϊα Ἀλληλούϊα Δόξα σοι ὁ ΘεόςἈλληλούϊα Ἀλληλούϊα Ἀλληλούϊα Δόξα σοι ὁ Θεός

ἀνάπαυσον Κύριε τὰς ψυχὰς τῶν κεκοι μημένων δούλωνΣου

Page 2: evlogitarija