Η ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΤΟΥΑΓ. ΙΑΚΩΒΟΥ ΤΟΥ ΑΔΕΛΦΟΘΕΟΥ

Post on 04-Feb-2016

14 views 1 download

Transcript of Η ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΤΟΥΑΓ. ΙΑΚΩΒΟΥ ΤΟΥ ΑΔΕΛΦΟΘΕΟΥ

Η ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑΤΟΥ ΑΓΙΟΥ ΙΑΚΩΒΟΥ

TOY ΑΔΕΛΦΟΘΕΟΥ

ΙΕΡΟΣ ΝΑΟΣ ΑΓΙΟΥ ΠΑΝΤΕΛΕΗΜΟΝΟΣ

ΕΝΟΡΙΑΣ ΚΑΠΑΡΕΛΛΙΟΥ ΘΗΒΑΙΩΝ ΒΟΙΩΤΙΑΣ

2015

ΙΕΡΟΣ ΝΑΟΣ ΑΓΙΟΥ ΠΑΝΤΕΛΕΗΜΟΝΟΣΕΝΟΡΙΑΣ ΚΑΠΑΡΕΛΛΙΟΥ ΘΗΒΑΙΩΝ ΒΟΙΩΤΙΑΣ2015ΠΡΟΣ ΛΕΙΤΟΥΡΓΙΚΗΝ ΧΡΗΣΙΝ

Η ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ

ΤΟΥ ΑΓ. ΙΑΚΩΒΟΥ

Ἀπολυτίκιον. Ἦχος δ’.Ὡς τοῦ Κυρίου Μαθητής, ἀνεδέξω δίκαιε τὸ Εὐαγγέλιον• ὡς Μάρτυς ἔχεις τὸἀπαράτρεπτον• τὴν παρρησίαν ὡς Ἀδελφόθεος• τὸ πρεσβεύειν ὡς Ἱεράρχης.

Ἱκέτευε Χριστὸν τὸν Θεόν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.Κοντάκιοv. Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.

Ὁ τοῦ Πατρὸς μονογενὴς Θεὸς Λόγος, ἐπιδημήσας πρὸς ἡμᾶς ἐπ’ ἐσχάτων,τῶν ἡμερῶν Ἰάκωβε θεσπέσιε, πρῶτόν σε ἀνέδειξε, τῶν Ἱεροσολύμων,

ποιμένα καὶ διδάσκαλον, καὶ πιστὸν οἰκονόμον, τῶν μυστηρίων τῶνπνευματικῶν. Ὅθεv σε πάντες τιμῶμεν Ἀπόστολε.

Ὁ ΟἶκοςΤὸν γόνον σε τοῦ Ἰωσήφ, καὶ Ἱεροσολύμων τὸν πρῶτον ἱεράρχην, Ἰάκωβε

θεόπτα, καὶ τοῦ Κυρίου ἀδελφὸν ὕμνοις ἐγκωμίων ἀνυμνοῦμεν εὐσεβῶς, καὶπίστει ἀνακράζομεν• Δώρησαι ἡμῖν δώρημα τέλειον ἐκ τοῦ Πατρὸς τῶν

φώτων, καὶ ἀπέλασον τὴν θλίψιν τὴν ἐπερχομένην καὶ ἐνεστῶσαν ἐκ πλήθουςπταισμάτων• ἐπῆραν γὰρ οἱ ἐχθροὶ καθ' ἡμῶν τὴν πτέρναν, καὶ ἐκύκλωσαν

ἡμᾶς Ἰσμαηλῖται• ὧν θραῦσον ταχὺ τὰ τόξα ἱεροφάντορ, ἵνα σε πάντεςτιμῶμεν Ἀπόστολε.

Μεγαλυνάριον.Κλήσει ἀδελφόθεος πεφηνώς, Ἰάκωβε μάκαρ, τῶν ἀρρήτων μυσταγωγός, ἐνΣιὼν ἐδείχθης, καὶ πάθει σου τιμίῳ, τὸ ζωηφόρον πάθος, Χριστοῦ ἐδόξασας.