· Web view2016-02-14 · Οὗτὸς δὲ ὁ μακάριος, τοῦ μαθητοῦ...

39
ΦΕΒΡΟΥΑΡΙΟΣ 20!! ΟΣΙΟΣ ΒΗΣΣΑΡΙΩΝ ΑΚΟΛΟΥΘΙΑ ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ Ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων. Τῆς οὐρανίου πατρίδος τὴν ὡραιότητα, ἀπὸ παιδὸς ποθήσας, Βησσαρίων θεόφρον, κατέλιπε ἐμφρόνως τὰ γεηρά, καὶ Χριστῷ ἠκολούθησας, ἀσκητικὴν πολιτείαν μετὰ σαρκός, προελόμενος μακάριε. Τῶν ἀσκητῶν ἡ λαμπρότης ἡ τῶν θαυμάτων πηγή, ὁ μέγας Βησσαρίων, ἱερῶς ἀνυμνείσθω· οὗτος γὰρ ὡς ἄγγελος ἐπὶ γῆς, ἀληθῶς [1]

Transcript of   · Web view2016-02-14 · Οὗτὸς δὲ ὁ μακάριος, τοῦ μαθητοῦ...

ΦΕΒΡΟΥΑΡΙΟΣ 20!! ΟΣΙΟΣ ΒΗΣΣΑΡΙΩΝ ΑΚΟΛΟΥΘΙΑ

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.

Τῆς οὐρανίου πατρίδος τὴν ὡραιότητα, ἀπὸ παιδὸς ποθήσας, Βησσαρίων θεόφρον, κατέλιπε ἐμφρόνως τὰ γεηρά, καὶ Χριστῷ ἠκολούθησας, ἀσκητικὴν πολιτείαν μετὰ σαρκός, προελόμενος μακάριε.

Τῶν ἀσκητῶν ἡ λαμπρότης ἡ τῶν θαυμάτων πηγή, ὁ μέγας Βησσαρίων, ἱερῶς ἀνυμνείσθω· οὗτος γὰρ ὡς ἄγγελος ἐπὶ γῆς, ἀληθῶς πεπολίτευται, καὶ νῦν συνὼν τοῖς Ἀγγέλοις διὰ παντός, ἱκετεύει τοῦ σωθῆναι ἡμᾶς.

Δι’ ἐγκρατείας συντόνου καὶ ἀγρυπνίας πολλῆς, καὶ ῥείθροις τῶν δακρύων, σεαυτὸν ἐκκαθάρας, ὑπέρτιμον δοχεῖον τῶν δωρεῶν, ἀνεδείχθης τοῦ Πνεύματος, καὶ τῶν θαυμάτων ἐδέξω παρὰ Χριστοῦ, Βησσαρίων χάριν ἄφθονον.

Τὴν ἐν σαρκὶ βιοτήν σου Πάτερ ἐθαύμασαν, Ἀγγέλων αἱ δυνάμεις, ὡς αὐτοὶ γὰρ διῆλθες, ἐν πόνοις ἀμυθήτοις τὴν σὴν ζωήν, Βησσαρίων μακάριε, καὶ θαυμαστὸς ἀνεδείχθης ὡς ἀληθῶς, ἐν ὁσίοις τοῖς σκάμμασι.

Δόξα. Ἦχος β΄.

Τῶν ἀρετῶν τὴν τρίβον, ἀσκητικῶς διαδραμών, τῆς μελλούσης ζωῆς τὰς ἀξίας, περιφανῶς ἐξήνεγκας, Βησσαρίων Πάτερ Ὅσιε· τῆς γὰρ σαρκὸς ὑπερφρονήσας, τὴν ψυχὴν κατελάμπρυνας, ταῖς θεϊκαῖς ἐνεργείαις, πάντας παιδεύων, τὰ ἄνω ποθεῖν καὶ ζητεῖν, οἰκείῳ ὑποδείγματι· διό σου τὴν μνήμην ἑορτάζοντες, τὸν σὲ δοξάσαντα λαμπρῶς, δοξάζομεν Κύριον.

Καὶ νῦν. Θεοτοκίον.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Ὅλος θεοειδής, ἐν βίῳ καθωράθης, ἀσκητικοῖς ἀγῶσιν, ἐκλάμψας Βησσαρίων, μετὰ σαρκὸς ὡς ἄσαρκος.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Θαύμασιν ἀληθῶς, μεγίστοις θεοφόρε, φαιδρύνας τὴν ζωήν σου, ἐξέστησας τοὺς πάντας, τῇ σοὶ δοθείσῃ χάριτι.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Πάλαι ἐξ οὐρανοῦ, ὡς Ἠλιοὺ κατάγεις, ὄμβρον τῇ προσευχῇ σου, ἐν γῇ διψώσῃ Πάτερ, καὶ τοὺς πιστοὺς ἐπεύφρανας.

Δόξα. Τριαδικόν.

Δύναμιν παρὰ Σοῦ, ὁ θεῖος Βησσαρίων, λαβὼν Τριὰς Ἁγία, εἰργάσατο ἐν κόσμῳ, ξένα τε καὶ παράδοξα.

Καὶ νῦν. Θεοτοκίον.

Ὑψώσας τὴν φθαρτήν, οὐσίαν τῶν ἀνθρώπων, πρὸς ἀφθαρσίας ὕψος, τεκοῦσα Θεοτόκε, Χριστὸν τὸν Ὑπερούσιον.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.

Θείοις νάμασι, τῆς ἐγκρατείας, δωρεαῖς σεπταῖς, τοῦ Παρακλήτου, καταρδευθεὶς Βησσαρίων μακάριε, τῶν ἀσκητῶν ἀνεδείχθης ὁμότροπος, καὶ αὐτουργὸς θαυμασίων θεόληπτε· ὅθεν νῦν Χριστοῦ τὸ κάλλος ὁρῶν ἱκέτευε, σωθῆναι τοὺς πιστῶς ἀνευφημοῦντάς σε.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ὅλην τὴν διάνοιαν, ἀπὸ παιδὸς ἀνατείνας, τῷ Κυρίῳ Ὅσιε, κοσμικὴν τερπνότητα καταλέλοιπας, καὶ ζωὴν ἄϋλον, ἐν σαρκὶ ποθήσας, ταῖς ἐρήμοις προσεχώρησας, πόνοις ἀσκήσεως, καὶ συντονωτάταις δεήσεσιν, ἀπαύστως καθαιρόμενος, καὶ θεοειδὴς γνωριζόμενος· ὅθεν Βησσαρίων, ἐπλήσθης οὐρανίων δωρεῶν, πᾶσιν αἰτούμενος κάθαρσιν, φωτισμὸν καὶ ἴασιν.

Φῶς τὸ θεῖον Ὅσιε, ἐξ ἁπαλῶν σε ὀνύχων, καταλάμψαν ἔδειξεν, ἄστρον φαεινότατον βίου κρείττονος· ἀρετῶν ὤφθης γάρ, θαυμαστὸς ἐργάτης, τῶν γηΐνων ἀφιστάμενος, πόνοις ἀσκήσεως, καὶ πρὸς οὐρανὸν ἀνυψούμενος, καὶ ταῖς ἐκεῖθεν λάμψεσι, πάντας καταυγάζων ἑκάστοτε, Πάτερ Βησσαρίων, Ὁσίων ἐγκαλλώπισμα σεπτόν, καὶ τῶν Ἀγγέλων ἐφάμιλλε, βίου καθαρότητι.

Θαύμασι διέλαμψας, ὡς θεοφόρος θεράπων, τοῦ τῶν ὅλων κτίσαντος, Βησσαρίων Ὅσιε τῇ ἀσκήσει σου· δαψιλὴς χάρις γάρ, δέδοταί σοι Πάτερ, καὶ εἰργάσω τὰ παράδοξα, δι΄ ὧν ἐξίσταντο, ταῦτα οἱ ὁρῶντες ἑκάστοτε, καὶ τὸν Χριστὸν ἐδόξαζον, τὸν θαυματουργόν σε περίδοξον, δείξαντα τῷ κόμςῳ· ᾧ πρέσβευε διδόνται ἱλασμόν, καὶ πειρασμῶν ἀπολύτρωσιν, τοῖς σὲ μακαρίζουσι.

Θείαις σου ἐντεύξεσιν, ὡς Ἠλιοὺ ὁ Θεσβίτης, ὑετὸν κατήγαγες, οὐρανόθεν Ὅσιε ταῖς αἰτήσεσιν, καὶ σαφῶς ἔστησας, δρόμον τοῦ ἡλίου, καὶ εἰς πόσιμον μετέβαλες, ὕδωρ θαλάσσιον, ἀκαταποντόσως διῆλθες δέ, τὰ ῥεῖθρα τὰ ποτάμια, θείᾳ ἐνεργείᾳ καὶ χάριτι Πνεύματος Ἁγίου, παμμάκαρ Βησσαρίων θαυμαστέ, τῶν ἀσκητῶν ἀκροθίνιον, καὶ Ἀγγέλων σύσκηνε.

Ῥείθροις τῶν δακρύων σου, καταρδευόμενος Πάτερ, φοίνιξ ὡς γλυκύκαρπος, τοὺς καρποὺς τῆς χάριτος ἐγεώργησας, καὶ ψυχὰς πάντοτε, ἡμῶν καὶ καρδίας, διατρέφεις θείῳ Πνεύματι, πάσης ῥυόμενος, νόσου καὶ μανίας τοῦ ὄφεως, καὶ ἄφεσιν αἰτούμενος, καὶ πλημμελημάτων συγχώρησιν, τοῖς σὲ εὐφημοῦσι, θεόφρον Βησσαρίων ἐν ᾠδαῖς, καὶ ἐτησίως γεραίρουσι, τὴν ἁγίαν μνήμην σου.

Δρόμον τῆς ἀσκήσεως, ἀπεριτρέπτως τελέσας, πρὸς τὴν ὑπερκόσμιον, δόξαν προσεχώρησας ἀγαλλόμενος, καὶ χοροῖς ἥνωσαι, τῶν Ἀγγέλων Πάτερ, τῶν καμάτων σου τὰ ἔπαθλα, λαμπρῶς δεχόμενος, παρὰ τοῦ τῶν ὅλων Δεσπόζοντος, ᾧπερ ἐκ νεότητος, Πάτερ Βησσαρίων δεδούλευκας· Ὃν ἀεὶ δυσώπει, λυτροῦσθαι πειρασμῶν παντοδαπῶν, καὶ πολυτρόπων κακώσεων, τοὺς σὲ μακαρίζοντας.

Δόξα. Ἦχος πλ. δ΄.

Ἁπαλῶν ἐξ ὀνύχων, ἀνατεθεὶς τῷ Θεῷ, γεηρᾶς ὑπερήρθης σχέσεως, καὶ ἄγγελος ἐν σώματι ὤφθης Βησσαρίων Πάτερ Ὅσιε· ὅλῳ γὰρ νοΐ, πρὸς τὸν σκοπὸν τῆς ἄνω κλήσεως ἀτενίζων, ἔξω κόσμου καὶ σαρκὸς ἐγένου, ὑπὲρ φύσιν ἀγῶσιν, Ἀγγέλοις ἁμιλλώμενος· καὶ ἀγγελικῶν χαρίτων ἀξιωθείς, μεγίστων θαυμάτων αὐτουργὸς ἐδείχθης, ἐν τῷ ἐνδυναμοῦντί σε Χριστῷ· ᾯ πρέσβευε Ἅγιε, ὡς ἔχων παῤῥησίαν, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον

Ὁ Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη∙ ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν∙ διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Λιτή. Ἦχος α΄.

Τῇ τοῦ Σωτῆρος ἀγάπῃ, ἀπὸ παιδὸς στοιχειωθείς, πάσης ὑλικῆς φροντίδος ἐμάκρυνας, Βησσαρίων μακάριε· καὶ τῆς σαρκὸς νεκρώσας τὸ φρόνημα, τῆς ἐν Χριστῷ ζωῆς τὰς χάριτας, θαυμαστῶς ἐπλούτησας, ὑπερφυῶς ἀγωνισάμενος καὶ πάντας εὐεργετῶν, τῇ τῶν θαυμάτων ἐνεργείᾳ, ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σε.

Ἦχος β΄.

Ἀσκητικοῖς ἱδρῶσι, παθῶν σβέσας τοὺς ἄνθρακας, τὴν ζωοποιὸν ἐνέργειαν, τοῦ Παρακλήτου ἐδέξω, μυστικῶς Πάτερ Ὅσιε· ἐν ἀληθεῖ γὰρ ἐγκρατείᾳ καὶ βίᾳ διηνεκεῖ, καὶ ἀγρυπνίᾳ συντονωτάτῃ, τὴν τῆς ψυχῆς λαμπρότητα, καὶ καρτερίας ἀνένδοτον, πᾶσιν ὑπέδειξας· ὡς γὰρ ἀδάμας ὑπέμεινας, τοὺς τῆς ἀσκήσεως καμάτους· δι’ ὦν περιφανὴς ἐν ἀσκηταῖς ὡράθης, καὶ ἐν θαύμασι μέγιστος, ὡς τῷ Χριστῷ συναφθεὶς δι’ οἰκειότητος. Ἀλλ’ ὦ Βησσαρίων μακάριε, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος γ΄.

Τὴν τοῦ Ἁγίου Πνεύματος ἐνδεδυμένος δύναμιν, ὡς καθαρὸς τῇ καρδίᾳ, ξένα καὶ παράδοξα εἰργάσω, τῇ σαρκὶ περιών, Βησσαρίων παμμακάριστε· ὡς γὰρ οἱ πάλαι Θεοῦ θεράποντες, οὕτως καὶ σὺ δεδόξασαι, τῇ τῶν μεγίστων θαυμάτων ἐνεργείᾳ, καὶ πολιτείας τῇ λαμπρότητι· δι’ ὧν ὡς φῶς τῷ κόσμῳ λάμψας, πρὸς τὸ ἄνω φῶς μετεχώρησας, σκοτασμοῦ ἁμαρτιῶν λυτρούμενος, φωτοφόροις πρεσβείαις σου, τοὺς ἑορτάζοντας τὴν μνήμην σου.

Ἦχος δ΄.

Τὴν ψυχικήν σου ἄρουραν, γόνιμον ἐτέλεσας, τῷ ἀρότρῳ τοῦ θείου θελήματος, Βησσαρίων Ὅσιε· καὶ τῆς αἰωνίου ζωῆς τὴν καρποφορίαν ἐνέγκας, τῆς ἀϊδίου δόξης ἀπηνέγκω τὸν στέφανον, ἱλασμὸν ἡμῖν αἰτούμενος, καὶ θεῖον ἔλεος.

Δόξα. Ἦχος πλ. α΄.

Ὅσιε Πάτερ, τῇ ἀσκητικῇ γεωργίᾳ, τῆς ἀπαθείας τὰ ἄνθη ἐξήνεγκας, καὶ ὡς μυστικὴν εὐωδίαν προσήγαγες, τὴν σὴν ζωὴν τῷ Κυρίῳ· ὁλικῶς γὰρ τὸν νοῦν τοῖς ἄνω ἀνατείνων, τελείως τῶν χαμαὶ συρομένων ἐχωρίσθης· καὶ νῦν ἡμᾶς εὐωδιάζεις, τοῖς ἀτμοῖς τῶν ἱδρώτων σου, καὶ πρεσβεύεις Βησσαρίων, ὑπὲρ τῶν τιμώντων σε.

Καὶ νῦν. Θεοτοκίον

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Ὅλην, τὴν ῥοπήν σου ἐκ παιδός, Πάτερ πρὸς Χριστὸν κατευθύνων, ἀπεριτρέπτῳ νοΐ, κόσμου πάσης σχέσεως, χαίρων ἐξέκλινας, καὶ ζωὴν ὑπερκόσμιον, ἐν σαρκὶ ἀνύων, θεῖον ἐνδιαίτημα, ὤφθης τῆς χάριτος, πάντας Βησσαρίων παιδεύων, πρὸς τὴν τῶν κρειττόνων ἀγάπην, διὰ πολιτείας καθαρότητος.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Ὤφθης, ἔξω κόσμου καὶ σαρκός, τῇ συντονοτάτῃ ἀσκήσει, καὶ ἰσαγγέλῳ ζωῇ, καὶ τῆς ὑπὲρ ἔννοιαν θείας ἐλλάμψεως, Βησσαρίων ἠξίωσαι, ἀεὶ ἀπελαύνων, σκότος τὸ βαθύτατον, τῶν ἀοράτων ἐχθρῶν· ὡς γάρ, μιμητὴς τῶν Ἀγγέλων, δύναμιν οὐράνιον ἔσχες, τῇ θνητῇ σαρκί σου θείῳ Πνεύματι.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Ξένων, τεραστίων αὐτουργός, τῇ τοῦ Παρακλήτου ἰσχύϊ, ἐδείχθης Ὅσιε· ὕδωρ γὰρ κατήγαγες, ἐξ οὐρανοῦ σαῖς λιταῖς, καὶ ἀβρόχως διέδραμες, ποτάμια ῥεῖθρα, ὡς θεράπων γνήσιος, τοῦ Παντοκράτορος, ὅνπερ, Βησσαρίων δυσώπει, ῥύεσθαι ἡμᾶς πάσης βλάβης, καὶ ποικίλων βίου περιστάσεων.

Δόξα. Ἦχος πλ. β΄.

Ὁ τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν βαδίσας, ἀπὸ νεότητος Πάτερ, καὶ θαυμάτων ἐνεργείᾳ δοξασθείς, Βησσαρίων μακάριε, ἀσκητῶν ἐδείχθης ἀκροθίνιον, καὶ ἐναρέτου ζωῆς ὑπόδειγμα, νεκρωθεὶς τοῖς ἐν κόσμῳ· καὶ νῦν τῶν ὑπερκοσμίων ἀγαθῶν ἀπολαύων, πρέσβευε δεόμεθα, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.

Θείοις νάμασι, τῆς ἐγκρατείας, δωρεαῖς σεπταῖς, τοῦ Παρακλήτου, καταρδευθεὶς Βησσαρίων μακάριε, τῶν ἀσκητῶν ἀνεδείχθης ὁμότροπος, καὶ αὐτουργὸς θαυμασίων θεόληπτε· ὅθεν νῦν Χριστοῦ τὸ κάλλος ὁρῶν ἱκέτευε, σωθῆναι τοὺς πιστῶς ἀνευφημοῦντάς σε.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.

ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.

Τὸ φῶς τὸ τοῦ Χριστοῦ, τῇ ψυχῇ σου ἐκλάμψαν, ἐν χρόνοις παιδικοῖς, θεοφόρε τελοῦντος, τοῦ σκότους σε ἐχώρισε, τῆς τοῦ κόσμου συγχύσεως· ἔνθεν ἔλαμψας, καθαρωτάτῃ ἀσκήσει, καὶ δεδόξασαι, παρὰ Κυρίου ἀξίως, Βησσαρίων Ὅσιε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ὀ πάντων Ποιητής, καὶ Θεὸς καὶ Δεσπότης, τεχθεὶς δίχα τροπῆς, ἐξ ἀχράντου γαστρός Σου, προστάτιν Σε ἀνέδειξε, τῶν ἀνθρώπων πανάμωμε, καὶ Βασίλισσαν, τῶν οὐρανίων Ἀγγέλων· ὅθεν Δέσποινα, τὰ παμφαῆ μεγαλεῖα, τῆς δόξης Σου μέλπομεν.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ὡς ἄγγελος ἔζησας μετὰ σαρκὸς ἀληθῶς· οὐδὲν γὰρ ἠγάπησας, τῶν ἐπιγείων τερπνῶν, Βησσαρίων πανόλβιε· σὺ γὰρ ἐν ἀκτησίᾳ, καὶ πολλῇ ἐγκρατείᾳ, ἤνυσας ἐν ἐρήμῳ, τὴν ὁσίαν ζωήν σου· διό σε ὁ στεφοδότης, ἀξίως ἐδόξασε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Θεὸν τὸν ὑπέρχρονον δίχα τροπῆς καὶ φυρμοῦ, τεκοῦσα ἐν σώματι δι’ εὐσπλαγχνίαν πολλήν, Παρθένε πανάμωμε, ἔλυσας τῆς ἀρχαίας, τοὺς ἀνθρώπους κατάρας· ὅθεν σε Θεοτόκε, ὡς πηγὴν σωτηρίας, ὑμνοῦμεν καὶ προσκυνοῦμεν, τὸν ἄφραστον Τόκον Σου.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Ὑετὸν οὐρανόθεν ἐπὶ τῆς γῆς, ὡς Ἠλίας ὁ μέγας καταγαγών, τοῖς πᾶσιν ὑπέδειξας, τὴν σὴν χάριν ἣν ἔλαβες, παρὰ τοῦ πάντων Κτίστου, τοῦ σὲ μεγαλύναντος, δυνάμεσι θαυμάτων, καὶ ξένοις χαρίσμασιν· ὅθεν σου τὴν θείαν, ἑορτάζοντες μνήμην, ὑμνοῦμέν σε Ὅσιε, καὶ συμφώνως βοῶμέν σοι, Βησσαρίων Πατὴρ ἡμῶν· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφρσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα. Καὶ νυν. Θεοτοκίον.

Ἐξ ἁγνῶν Σου αἱμάτων ὑπερφυῶς, προσλαβόμενος φύσιν τὴν τῶν βροτῶν, δι’ ἔλεος ἄμετρον, ὁ Θεὸς ὁ ἀσώματος, σωματωθεὶς ὡράθη, τῷ κόσμῳ ὡς ἄνθρωπος, μείνας Θεὸς Παρθένε, ὡς ἦν ἀναλλοίωτος· ὅθεν ὡς αἰτίαν, τῆς ἡμῶν σωτηρίας, ὑμνοῦμέν Σε ἄχραντε, καὶ προστάτιν καὶ ἔφορον, καὶ συμφώνως βοῶμέν Σοι· πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὸν ἄφραστον τόκον Σου.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.

ὁσίου Αὐτοῦ.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον Ὁσιακόν.

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...

Τῶν ἀρετῶν τῷ κάλλει κεκοσμημένος, πρὸς τοὺς ἄνω νυμφῶνας, χαρμονικῶς προσεχώρησας, Βησσαρίων θεσπέσιε· καὶ τὸ κάλλος τοῦ Χριστοῦ, ἀνακεκαλυμμένως ὁρῶν, καὶ θείᾳ μετοχῇ θεούμενος, μὴ παύσῃ μνημονεύων ἡμῶν Ἅγιε, τῶν εὐλαβῶς μνημονευόντων σου.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ὁσίου δύο.

Ὁ α’ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Βησσαρίωνος μέλπω τὸν βίον. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος δ΄. Τριστάτας κραταιούς.

Βιώσας ἱερῶς, ἐπὶ γῆς θεοφόρε, οὐρανίων ἀγαθῶν, ἠξίωσαι καλῶς, μετὰ τέλος τὸ ἅγιον· ὅθεν Πάτερ Βησσαρίων, χάριν δοῦναί μοι αἴτησαι, ὅπως μέλψω τὰ θεῖά σου σκάμματα.

Ἠγώνισαι στεῤῥῶς, ἐν συντόνῳ ἀσκήσει, καὶ καθεῖλες τοῦ ἐχθροῦ, ἐγκρατείας ταῖς βολαῖς τὰς δυνάμεις μακάριε· ὅθεν σε ὁ στεφοδότης, Βησσαρίων ἐδόξασεν, ἐν πλουσίοις χαρίσμασιν Ὅσιε..

Σαρκὸς τὰς ἡδονάς, ἐκ παιδὸς συμπατήσας, ἐγκρατείας τῇ τρυφῇ, τὴν ψυχήν σου μυστικῶς, Βησσαρίων διέθρεψας, καὶ τοῦ Πνεύματος δοχεῖον, ἀπειργάσω μακάριε, τὴν καρδίαν σεπταῖς ἀναβάσεσι.

Θεοτοκίον.

Σαρκὶ τῇ καθ’ ἡμᾶς, ἑνωθεὶς ὁ Δεσπότης, ὡς ἠθέλησεν ἁγνή, προέδραμες ἐκ Σοῦ, μὴ τραπεὶς τῇ Θεότητι, καὶ διπλοῦς κόσμῳ ὡράθη, καὶ διέσωσεν ἄχραντε, τοὺς ὑμνοῦντας τὸν ἄῤῥητον τόκον Σου.

Ἕτερος Κανών, οὗ ἡ ἀκροστιχίς: Ὑμνοῦντά σε σώζεις με, ὦ Πάτερ. Ἐν δὲ τοῖς Θεοτοκίοις: Φιλαρέτη.

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Ὑμνῆσαι τολμῶντά με, τὸν σὸν ἰσάγγελον Ὅσιε, πανθαύμαστον βίον σου, καὶ τὴν ὑπέρλαμπρον, σὴν πανήγυριν, λόγον μοι δίδου θεῖον, καὶ φῶς ταῖς πρεσβείαις σου, Πάτερ μακάριε.

Μωσῆς μὲν τὸ πρότερον, σκιᾷ τοῦ νόμου διέλαμψεν, θαυμάτων δυνάμεων, σὺ δὲ Σταυροῦ παναλκεῖ, δυνάμει μέγιστα, ἐποίησας σημεῖα, Βησσαρίων ἔνδοξε, δοξάσας Κύριον.

Νικήσας τὰς φάλαγγας, ἐχθρῶν ἀσάρκων θεόληπτε, συντόνοις δεήσεσιν, καὶ ἐγκρατείᾳ πολλῇ, σκεῦος ἅγιον, Χριστοῦ ὦ Βησσαρίων, ἐδείχθης ὡς ἥλιος, λάμψας τοῖς πέρασιν.

Θεοτοκίον.

Φωτὸς τὸ πανάγιον, δοχεῖον πάντες τιμήσωμεν, Μαρίαν τὴν ἄχραντον, τὴν ἀνατείλασαν, φῶς τὸ ἄδυτον, ἐνθέως καταυγάζον, πάντων τὰ νοήματα, τῶν προσιόντων Σοι.

ᾨδὴ γ΄. Τόξον δυνατῶν ἠσθένησεν.

Ἄνω ἔχων τὸ πολίτευμα, ἄγγελος καθάπερ, ἐν ἐρήμῶ βεβίωκας· διὰ τοῦτό σε Βησσαρίων, ὁ Δεσπότης ἐθαυμάστωσε.

Ῥείθροις Πάτερ τῶν δακρύων σου, τῶν παθῶν τὸν ῥύπον, ἐκ τῆς ψυχῆς σου ἀπέπλυνας, καὶ ἐπλήσθης τῆς ἀπαθείας, Βησσαρίων τῆς λαμπρότητος.

Ἵνα τοῦ Χριστοῦ τὴν ἔλλαμψιν, κτήσῃ Βησσαρίων, ὥσπερ ξένος καὶ πάροικος, ἐν ἐρήμοις ἐπολιτεύσω, τοῖς Ἀγγέλοις ἁμιλλώμενος.

Θεοτοκίον.

Ὤφθης παμφαὲς παλάτιον, τοῦ τῶν ὅλων Κτίστου, Θεοτόκε πανύμνητε, ἐκ γαστρός Σου τοῦτον τεκοῦσα, ἀναπλάττοντα τὸν ἄνθρωπον.

Ἕτερος. Τοὺς Σοὺς ὑμνολόγους.

Ὁ πάντων Δεσπότης Βησσαρίων, ἰδὼν τῆς ψυχῆς σου τὸ λαμπρόν, κάλλος σὲ ἐκ νεότητος, ἐκάλεσεν εἰς ἔνθεον, βίον καὶ ἐπουράνιον, παστάδα Πάτερ θεόληπτε.

Ὑπέμεινας γνώμῃ στεῤῥοτάτῃ, δεινῶν πειρασμῶν τὰς προσβολάς· ὅθεν σου τὸ δοκίμιον, εὐάρεστον ἐγένετο, τῷ σῷ Νυμφίῳ Ὅσιε, ὦ Βησσαρίων μακάριε.

Ναμάτων ἀΰλων ψυχοτρόφων, ἐπλήσθης τοῦ Πνεύματος σοφέ, ὡς δένδρον εὐσκιόφυλλον, καθὼς Δαυΐδ προέφησεν, πεφυτευμένος ἐν αὐλαῖς, ταῖς τοῦ Κυρίου πανεύφημε.

Θεοτοκίον.

Ἱλέωσαι Κόρη τὸν Υἱόν Σου, ὑπὲρ σῶν ἀχρείων ἱκετῶν, καὶ δίδου πᾶσιν ἄφεσιν, πταισμάτων ταῖς πρεσβείαις Σου, τοῖς ἀνυμνοῦσι πάναγνε, τοῦ τόκου Σου τὸ μυστήριον.

Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Λαμπὰς πολύφωτος, ὤφθης τοῦ Πνεύματος, αἴγλῃ τῆς χάριτος, καταφωτίζων πιστούς, τοὺς εὐλαβῶς τὴν μνήμην σου θεοφόρε· σὺ γὰρ θεῖος γέγονας, τῆς ἐρήμου θεόληπτε, πολιστὴς καὶ καύχημα, Βησσαρίων Πατὴρ ἡμῶν· διὸ ἐν παῤῥησίᾳ δυσώπει, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Ὁ αὐτός.Θείας πίστεως.

Θείας χάριτος, ὤφθης δοχεῖον, ἐκ νεότητος, λαμπρῶς βιώσας, Βησσαρίων ἐρήμου καλλώπισμα· ἀσκητικῶς γὰρ δοξάσας τὸν Κύριον, θεοδωρήτων χαρίτων ἠξίωσαι. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.

Σὰρξ γεγέννηται, ἐκ τῆς σαρκός Σου, ὁ ὑπέρθεος, Παρθένε Λόγος, καὶ τοῦ Ἀδὰμ τὴν κατάραν ἠφάνισεν· ὅθεν ὑμνοῦμεν Θεοῦ ὡς Μητέρα Σε, καὶ μετὰ τόκον Μητέρα πανάφθορον· ἀλλ’ ὦ πάναγνε, μὴ παύσῃ ἡμῖν παρέχουσα, ἐν πᾶσι τὴν ταχεῖαν προστασίαν Σου.

ᾨδὴ δ΄. Δι’ ἀγάπησιν οἰκτίρμον.

Νεκρωθεὶς τοῖς ἐν τῷ κόσμῳ τῇ σῇ ἀσκήσει, ζωῆς ὑπερκοσμίου, δωρεῶν ἐπληρώθης, Βησσαρίων Ὅσιε, εἰς δόξαν Θεοῦ ἡμῶν.

Οὐρανόθεν γῆ κατήγαγες Πάτερ ὄμβρον, ὡς Ἠλιοὺ ὁ μέγας, Βησσαρίων παμμάκαρ· τούτου ἐμιμήσω γάρ, ζωὴν τὴν ἰσάγγελον.

Σοῦ τὸν βίον αἱ δυνάμεις αἱ τῶν Ἀγγέλων, ἐθαύμασαν θεόφρον· ὡς γὰρ ἄγγελος ἄλλος, ἐν ἐρήμοις Ὅσιε, ἐν σώματι ἔζησας.

Θεοτοκίον.

Μητροπάρθενε Μαρία δεδοξασμένη, ἡ τὸν Θεὸν τεκοῦσα, εἰς ἡμῶν σωτηρίαν, ἅπαντας διάσωσον, ἡμᾶς πάσης θλίψεως.

Ἕτερος. Ὁ καθήμενος ἐν δόξῃ.

Τῶν ἐχθρῶν τὰς μεθοδείας τῇ δυνάμει κατήργησας, τοῦ Σταυροῦ παμμάκαρ, Βησσαρίων Πάτερ θεόληπτε· ὅθεν τὴν σάρκα νεκρώσας θεῖος γέγονας, οἶκος ἀρετῶν, καὶ χαρισμάτων κειμήλιον.

Ἀνενδότῳ ἐν καρδίᾳ τῷ Χριστῷ ἠκολούθησας, φέρων τῶν δαιμόνων, πάσας προσβολὰς γενναιότατα, τὴν τεθλιμμένην βαδίσας ὁδὸν Ὅσιε, τὴν ἀνάγουσαν, πρὸς τὴν χαρὰν τὴν οὐράνιον.

Σὲ τοῦ Πνεύματος ἡ χάρις θεοφόρον εἰργάσατο· ὅθεν θαυμασίοις, πλείστοις καὶ σημείοις διέλαμψας, καθιλαρύνων ἐνθέως τοὺς ἐκ πόθου σοι, προσιόντας ἀεί, θεομακάριστε Ὅσιε.

Θεοτοκίον.

Λίπανον τὴν κεφαλήν μου ἐν ἐλαίῳ πανύμνητε, εὐποιΐας θείας, καὶ ἐλέους ἔργων καὶ πράξεων, ἵνα τὴν Σὴν μεγαλύνω χάριν πάντοτε, καὶ κραυγάζω Σοι· δόξα ἁγνὴ τῇ κυήσει Σου.

ᾨδὴ ε΄. Ἀσεβεῖς οὐκ ὄψονται.

Ἐν ἀσκήσει ἔλαμψας, ὡς ἄστρον φαεινόν, καταυγάζων τῶν μοναστῶν, τὰς χορείας Ὅσιε, φωτὶ τῶν πόνων σου· ὅθεν μακαρίζομεν, τοὺς ἀγῶνάς σου γηθόμενοι.

Λελουμένος δάκρυσιν, ἀμέτροις ἀληθῶς, λαμπροτάτην ἔσχες ψυχήν, Βησσαρίων Ὅσιε καὶ νοῦν θεόφρονα· ὅθεν πλήρης γέγονας, δωρεῶν τοῦ θείου Πνεύματος.

Ποταμοῦ τὸ μέγιστον, ῥεῖθρον τοῖς σοῖς ποσί, διέβης μὴ ποντισθείς, τῇ τοῦ θείου Πνεύματος δυνάμει Ὅσιε· ὅθεν μεγαλύνομεν, τὴν μεγίστην Πάτερ χάριν σου.

Θεοτοκίον.

Ὡς Θεὸν κυήσασαν, καὶ μείνασαν ἁγνήν, μετὰ τόκον τὸν θαυμαστόν, Κόρη μεγαλύνομεν καὶ ἀνυμνοῦμέν Σε· Σὺ γὰρ ἡμῖν τέτοκας, σωτηρίαν τὴν αἰώνιον.

Ἕτερος. Ἐξέστη τὰ σύμπαντα.

Ἐβλάστησας Ὅσιε, ὡς ῥόδον εὐωδέστατον, ἐκ ῥίζης εὐσεβοῦς καὶ ἐναρέτου, δοχεῖον θεῖον ἀναδειχθεὶς ἐκ παιδός, τοῦ πάντων Δεσπότου καὶ Θεοῦ, Βησσαρίων ἔνδοξε, τῶν Ἀγγέλων συνόμιλε.

Σημείῳ Σταυροῦ σοφέ, ἀβρόχως διεπέρασας, Νεῖλος καθὼς πάλαι ὁ θεόπτης, καὶ τῶν ὑδάτων φύσιν μετήλλαξας, καὶ νέφη ἐσύναξας τῇ σῇ, παῤῥησίᾳ Ὅσιε, πρὸς τὸν Κτίστην καὶ Κύριον.

Ὡς ὄντως ὑπέρλαμπρος, καὶ παμφαὴς ἀνέτειλεν, μνήμη σου Χριστοῦ τῇ Ἐκκλησίᾳ, ταύτην θαυμάτων βολαῖς φαιδρύνουσα, καὶ λόγων σου θείαις διδαχαῖς, Πάτερ θεοδόξαστε, Βησσαρίων μακάριε.

Θεοτοκίον.

Ἀνύμφευτε Δέσποινα, βροτῶν τὸ καταφύγιον, ὁ λιμὴν τῶν ἐν πελάγει ὄντων, τῶν θλιβομένων τὸ παραμύθιον, περίσωζε πόλιν καὶ λαόν, ταῖς Σαῖς παρακλήσεσι, καὶ μητρώαις ἐντεύξεσιν.

ᾨδὴ στ΄. Ἐβόησε προτυπῶν.

Τὸν ἥλιον, παραδόξως εὐχῇ Πάτερ ἔστησας, ἕως ὅτου, τὰς σεπτὰς ὑποθήκας ἐπλήρωσας, μάκαρ Βησσαρίων· θαυμαστῶς ὁ Χριστὸς γὰρ δοξάζει σε.

Ὁσίως, καὶ ἀμέμπτως Κυρίῳ ἐλάτρευσας Βησσαρίων, ἐκ παιδὸς ἐγκρατείας τοῖς σκάμμασιν· ὅθεν χαρισμάτων, τῶν πλουσίων ἠξίωσαι Ἅγιε.

Νοός σου, ἀνυψώσας τὴν ἔφεσιν ἅπασαν, πρὸς τὸ ἄκρον, ἐφετῶν Βησσαρίων μακάριε, καὶ τὰς ἀποῤῥοίας, τὰς ἐκεῖθεν ἐδέχου ἐν Πνεύματι.

Θεοτοκίον.

Βασίλισσα, τῶν Ἀγγέλων Παρθένε πανάμωμε, Βασιλείας, οὐρανῶν κληρονόμον με ἔργασαι, τὸν θερμῇ τῇ πίστει, προσιόντα τῇ σκέπῃ Σου ἄχραντε.

Ἕτερος. Τὴν θείαν ταύτην.

Ζηλῶν Ἀγγέλων τὰ τάγματα, καὶ πάντων τῶν Ὁσίων θεόληπτε, τούτων καὶ μιμητής, καὶ κοινωνὸς ἐχρημάτισας, καὶ ἐν τῇ δόξῃ Πάτερ θεῖος συνόμιλος.

Ἐν τῇ Αἰγύπτῳ ὡς ἥλιος, ἀνέτειλας τερπνὸς καὶ ὑπέρλαμπρος, Πάτερ μακάριε, ἀμαυρωθείας φωτίσας ψυχάς, τῇ δαδουχίᾳ ὄντως τοῦ θείου Πνεύματος.

Ἵλεων Πάτερ ἀπέργασαι, Χριστὸν ὃν τῷ σῷ βίῳ ἐδόξασας, αὐτῷ ἑνούμενος, καὶ πλησιάζων ἐγγύττατα, ὦ Βησσαρίων χάριτος τὸ κειμήλιον.

Θεοτοκίον.

Ῥῦσαι πυρὸς τοῦ ἀσβέστου με, ἐν ὥρᾳ τῆς ἐτάσεως Δέσποινα, τὰ πεπραγμένα μοι, παρορῶσα ὡς εὔσπλαγχνος, ἵνα σωθεὶς δοξάζω τὴν δυναστείαν Σου.

Κοντάκιον. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.

Ἀσκήσει στεῤῥᾷ σαὐτὸν Πάτερ ἐκδέδωκας, καὶ χάριν πολλὴν παρὰ Θεοῦ δεξάμενος, θαυματουργὸς περίδοξος, Βησσαρίων ἐδείχθης τοῖς πέρασι· καὶ νῦν ἀπαύστως πρέσβευε, λυτροῦσθαι ἡμᾶς ἐκ πάσης θλίψεως.

Ὁ Οἶκος.

Παιδιόθεν Χριστῷ ἠκολούθησας, καταλείψας τοῦ κόσμου τὰ πρόσκαιρα· καὶ τὸ φῶς δεδεγμένος τὸ ἄϋλον, ὡς ἀστὴρ φαεινότατος ἔλαμψας, ἐν ἀσκήσει ὑπερφυεῖ, καὶ ἀγγελικῇ διαγωγῇ, καὶ θεϊκῶν χαρισμάτων δωρεᾷ δαψιλεῖ, Βησσαρίων παμμακάριστε· σὺ γὰρ ἐν ἐρήμῳ σκηνώσας, καὶ πολλοῖς καμάτοις, σεαυτὸν ὑποβαλών, τὴν τῶν δαιμόνων ὀφρὺν ἐταπείνωσας, καὶ ταπεινώσεως κλίμακι, πρὸς ὕψος μετάρσιον ἀπαθείας καὶ τελειότητος ἔφθασας, τὰ ὑπὲρ λόγον μυούμενος· καὶ τῷ Θεῷ ἀποῤῥήτως ἑνωθείς, τὴν τῶν θαυμάτων πλουσίαν ἐνεργείαν παρ’ Αὐτοῦ ἐδέξω, πρεσβεύων ἀπαύστως, λυτροῦσθαι ἡμᾶς ἐκ πάσης θλίψεως.

Συναξάριον.

Τῇ Κ´ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Βησσαρίωνος.

Πολλῶν ἱδρώτων καὶ πόνων Βησσαρίων,

πολλὰς θανὼν εὕρηκεν ἀντιμισθίας.

Εἰκάδι Βησσαρίων τῶν τῇδε γηθόσυνος ἀπέπτη.

Οὗτος ἐγεννήθη σαρκικῶς ἐν Αἰγύπτῳ. Απογαλακτισθέντος δὲ αὐτοῦ, καὶ ἐν τοῖς ἱεροῖς γράμμασιν ἐκπαιδευθέντος, φῶς ἅγιον ἔλαμψεν εἰς τὴν καρδίαν αὐτοῦ ἐκ νεαρᾶς ἡλικίας, καὶ ἠγάπησεν Ἰησοῦν Χριστὸν σφόδρα, μηδ’ ὁπωσουν χράνας οἱῳδήποτε πράγματι τὸ δοθὲν αὐτῷ ἅγιον βάπτισμα νηπιόθεν. Ἀνελθὼν δὲ εἰς τόπον ἔρημον ὡς ἄσαρκος ἠγωνίσατο, καὶ τῆς σαρκὸς καταφρονήσας ὡς φθειρομένης, τῷ κρείττονι τὸ χεῖρον ὑπέταξε, καὶ εὗρε τὸν Θεὸν βοηθόν, ὃν ἐποθησεν. Τεσσαράκοντα γὰρ ημέρας καὶ τεσσαράκοντα νύκτας ἔστη ἀκλόνητος, ὥσπερ στήλη, ἄνω τας χεῖρας καὶ τὰ ὄμματα ἔχων, καὶ τὴν ψυχὴν ἀχώριστον ἐκ τοῦ Θεοῦ. Διὸ καὶ χάριτος ἀξιωθέντος οὐ τὰ τυχόντα σημεῖα ὁ Θεὸς ἐποίησε δι’ αυτοῦ, ἀλλὰ καὶ λίαν παράδοξα.

Φυλάξας γὰρ τὸ κατ’ εἰκόνα, ὅσον δυνάμεως εἶχεν, ἐκεῖνα εἰργάσατο, οἷα καὶ οἱ μεγάλοι Προφῆται, οἱ τῷ Θεῷ αὐτοφανῶς προσομιλήσαντες. Οὗτὸς δὲ ὁ μακάριος, τοῦ μαθητοῦ αὐτοῦ βαδίζοντος ποτὲ ἐν ὁδῷ ἀνύδρῳ, καὶ τῇ δίψῃ φλεγομένου, διὰ χαράγματος σταυροῦ ἐναερίου, τὴν ἀλμυρὰν καὶ ἄποτον θάλασσαν εις γλυκύτητα μετεποίησε, καὶ ψυχρὰν καὶ πότιμον εἰργάσατο, ὡς πᾶλαι Μωϋσῆς. Καὶ ὡς πᾶλαι ὁ Ἰησοῦς ὁ τοῦ Ναυῆ, οὗτος ὁ μακάριος, ἐν τόπῳ τινὶ εὑρεθείς, ὠφελείας ἕνεκεν πολλῶν, καὶ τῆς ὥρας ληγούσης, τὸν Θεὸν αἰτησάμενος, ἔστησε τὸν ἥλιον ἕως οὗ τὸ πᾶν τῆς ὁδοῦ διήνυσεν. Οὗτος δέ, ὡς Ἠλίας, ὕδωρ ἐξ οὐρανοῦ κατήγαγεν, οὐχ ἅπαξ καὶ δίς, ἀλλὰ καὶ πολλάκις τοῦτο αἰτησαμένων αὐτῷ. Ὡς Ἐλισσαῖος ποτέ, οὗτος, τὸν Νεῖλον ποταμόν, τῷ σημείῳ τοῦ σταυροῦ ὅπλῳ κραταιῷ χρησάμενος ἀντὶ μηλωτῆς, τὸ ὕδωρ ἅπαν εἰς λιβάδος εὐθύτητα μετεποίησε, καὶ ἐπάνω τῶν τοσούτων ὑδάτων πεζοπορήσας, ὤ τοῦ θαύματος! μέχρι ἀστραγάλων ἐβάφηαν οἱ αὐτοῦ πόδες. Οὕτω καὶ ἄλλα σημεῖα διάφορα ἐργασάμενος, τῇ δυνάμει τοῦ Σταυροῦ, καὶ ἐν γήρᾳ πίονι τὸν Θεὸν θεραπεύσας, ἀπῆλθε, πρὸς τὰς αἰωνίους μονάς.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Λέοντος, Ἐπισκόπου Κατάνης.

Ὁ μὲν νεκρὸς Λέοντος· εἰδ᾿ οἵου πύθῃ,

πάντως ἐροῦμεν τοῦ προέδρου Κατάνης.

Εἰκάδι ἀμφὶ Λέοντα χυτὴν ἐπὶ γαῖαν ἔχευσαν.

Οὗτος ὁ Ἅγιος ἐκ Ῥαβέννης εἷλκε τὸ γένος, εὐγενῶν ὑπαρχῶν υἱός. Διὰ δὲ βίου καθαρότητα καὶ ἐπιμέλειαν λογισμῶν, πάντας τοὺς ἱεροὺς βαθμοὺς ἐννόμως διαμείψας, θείῳ ψήφῳ, Πρόεδρος τῆς Καταναίων Μητροπόλεως ἀναδείκνυται, ἥτις κατὰ τὴν περιώνυμον κεῖται Σικελίαν, ἐν ᾗ τὸ Αἰτναῖον πῦρ εἰσέτι καὶ νῦν καταῤῥεῖ. Οὖτος οὖν φερωνύμως, ὡς Λέων πεποιθώς, καὶ φωστῆρος δίκην λάμπων κατεφώτισεν ἅπαντας, ψυχῶν ἐπιμελούμενος, χηρῶν προϊστάμενος, καὶ πενήτων προμηθούμενος. Ὅθεν διὰ μόνης προσευχῆς εἰδωλικὸν ἄγαλμα εἰς γῆν κατέῤῥαξε, καὶ μέγιστον τῇ καλλινίκῳ μάρτυρι Λουκίᾳ, ναὸν τοῖς αὐτοῦ φιλοτεχνήμασιν ἀνεστήσατο, καὶ τὸν ἐν μαγγανείαις τερατοποιὸν Ἡλιόδωρον ἀπετέφρωσε.

Οὗτος γὰρ δι’ ὄχλου πᾶσι γινόμενος, τερατοποιῶν καὶ φαντασιοκοπῶν, ἐπεὶ καὶ κατὰ τῆς τοῦ Θεοῦ Ἐκκλησίας, τοῖς ἑαυτοῦ κακοτεχνήμασιν ἐπιχειρεῖν ὁ μυσαρὸς κατετόλμησεν, ὁ μακάριος τοῦτον σπουδῇ χειρωσάμενος, καὶ τῷ αὐτοῦ ἱερῷ Ἐπιτραχηλίῳ δήσας, κελεύει γενέσθαι μεγίστην πυρκαϊάν, μέσον τῆς πόλεως· καὶ δημοσιεύσας αὐτοῦ πᾶσαν μαγγανείαν, καὶ συνδεδεμένον ἔχων τῷ τραχήλῳ, εἰσῆλθεν μέσον τῆς καμίνου, καὶ οὐ πρότερον ἐξῆλθε, μέχρις οὗ εἰς τέλος ἀπετεφρώθη ὁ δείλαιος. Τοῦτο ἐξέστησεν ἅπαντας· οὐ μόνον γὰρ ἄφλεκτος ἔμεινεν ο μέγας, ἀλλ’ οὐδὲ τῶν ἱερῶν ἐνδυμάτων αὐτοῦ τὸ καθόλου ἡ φλὸξ καθήψατο.

Τούτου τοῦ θαύματος τὰ πέρατα καταλαβόντος, καὶ οἱ αὐτοκράτορες Λέων καὶ Κωνσταντῖνος αὐτήκοοι γεγονότες, πρὸς ἑαυτοὺς τὸν Ἅγιον μετεστείλαντο, καὶ τῶν ποδῶν αὐτοῦ ἥπτοντο, καὶ εὔχεσθαι ὑπὲρ αὐτῶν ἐλιπάρουν. Οὗτος οὐ μόνον ζῶν μέγιστος ἣν ἐν τοῖς θαύμασιν, ἀλλὰ καὶ τῇ γῇ παραδοθείς, πλείονα ἐκτελεῖ θαυμάσια.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Σαδὼκ Ἐπισκόπου, καὶ τῶν σὺν αὐτῷ τελειωθέντων Μαρτύρων, τὸν ἀριθμὸν ἑκατὸν εἰκοσιοκτῶ.

Φέρει σὺν ὀκτώ, καὶ Σαδὼκ Ἐπισκόπῳ,

ἡ δωδεκαπλῆ Μαρτύρων δεκὰς ξίφος.

Οὗτοι ἐμαρτύρησαν ἐν Περσίδι, ἐπὶ του βασιλέως Σαβωρίου, δια τὴν εἰς Χριστὸν πίστιν πάντες ἀποτμηθέντες τὰς κεφαλάς. Ἱστορεῖται δε ὁ Ἅγιος Σαδώκ, πρὸ του κατασχεθῆναι αὐτόν, ἰδεῖν καθ’ ὕπνον τὸν Ἱερομάρτυρα Συμεών, ἱστάμενον επὶ κλίμακος ὑψηλῆς, καὶ τὴν ἄνοδον ἐκκαλούμενον, δηλοῦντα ὡς ἔοικε τὴν του μαρτυρίου ἀνάβασιν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀγάθωνος, Πάπα Ῥώμης.

Ῥώμης Ἀγάθων οἴακας διευθύνας,

πρύμναν ἔκρουσε πρὸς νοητοὺς λιμένας.

Οὗτος, ἐκ τῆς Ἰταλίας ἐγενετο, υἱὸς χριστιανῶν γονέων, εὐλαβῶν καὶ εὐσεβῶν. Οἱ δὲ γονεῖς αὐτοῦ, φιλοπονήσαντες, ἐδίδαξαν αὐτὸν πᾶσαν Γραφὴν θεόπνευστον καὶ ὠφέλιμον. Τοσοῦτον δὲ ὠφελήθη ἐξ αὐτῆς καὶ κατενύγη, ὡς, μετὰ τὸ ἀποθανεῖν τοὺς γονεῖς αὐτοῦ, καὶ προσκαλεσάμενος πτωχούς, ἐν μιᾷ ἡμέρᾳ διασκορπίσαι αὐτόν, καὶ ἀπελθεῖν εἰς μοναστήριον, καὶ μονάσαι, καὶ τὸ μοναχικὸν σχῆμα ὑποδύσασθαι, καὶ δουλεύειν τῷ Θεῷ νυκτὸς καὶ ἡμέρας, καὶ ὑπὲρ τοῦ κόσμου προσεύχεσθαι. Εἰς ἀρετὴν δὲ τοσοῦτον ἠγωνίσατο, ὡς καὶ χαρίσματα ἰαμάτων λαβεῖν. Ἐπεὶ δὲ ἡ ἀρετὴ οὐ λανθάνει, Πάπας Ῥώμης ἐγένετο, καὶ καλῶς διαπρέψας ἐν τῷ ἐπισκοπικῷ ἀξιώματι, προς Κύριον ἐξεδήμησε.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Κινδέου Ἐπισκόπου Πισιδίας.

Ἐκ γῆς ἐλήφθης καὶ πρὸς αὐτὴν ἐστράφης,

τῆς δημιουργοῦ τῇ κελεύσει Κινδέα.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Πλωτίνου.

Τοῦ Κυρίου φήσαντος ἤχθη Πλωτίνος.

ἄγοντες ἧκον Ἄγγελοι τὸν Πλωτίνον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀνιανοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Διδύμου, Νεμεσίου καὶ Ποταμίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὐτροπίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀππίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Μιλδρέδης τῆς ἐν Ἀγγλίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος Μακαρίου ἡγουμένου τῆς Ἱ. Μ. Βάλαμο καὶ τῶν σὺν αὐτῷ 34 δοκίμων μοναχῶν, τῶν ἀναιρεθέντων ὑπὸ τῶν Λατίνων ἐν ἔτει 1578 μ. Χ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀγάθωνος τοῦ Ῥώσσου, τῆς Μεγάλης Λαύρας τοῦ Κιέβου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Κορνηλίου τοῦ Ῥώσου.

Ταῖς τῶν σῶν Ἁγίων Πρεσβείαις Χριστὲ ὁ Θεὸς ἐλεησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Ἐν τῇ καμίνῳ.

Ἰσχύϊ Πάτερ, τῇ θεϊκῇ ἐνδυναμούμενος, ἴσχυσας τελέσαι, ἀγῶνας τοὺς στεῤῥούς, Βησσαρίων καὶ ἐκραύγαζες· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης Σου Κύριε.

Ὅλον τὸν βίον, ἀπὸ νεότητος προσήγαγες, οἷάπερ θυσία, Πάτερ καὶ λογικόν, ὁλοκάρπωμα τῷ Κτίστῃ σου· ὅθεν ἀπέλαβες, τὴν τῶν θαυμάτων χάριν τὴν ἄφθονον.

Νάμασι θείοις, περικλυζόμενος τοῦ Πνεύματος, νέμεις ἰαμάτων δρόσον ἀπ’ οὐρανοῦ, καὶ δροσίζεις τοὺς κραυγάζοντας·

Θεοτοκίον.

Γεγαυρωμένον, ὦ Θεοτόκε καὶ μαινόμενον, κατ’ ἐμοῦ κατάβαλε τὸν πονηρόν, καὶ διάσωσόν με δέομαι, ἐκ τῆς σκαιότητος, τῆς χαλεπῆς αὐτοῦ τῇ δυνάμει Σου.

Ἕτερος. Οὐκ ἐλάτρευσαν.

Στῦλος γέγονας φωτοφανὴς καὶ πύρινος τῷ φέγγει τῶν ἀρετῶν, ἐκλάμψας Πάτερ σοφέ, πιστῶν τὰ συστήματα, καὶ μοναστῶν τοὺς χορούς, πρὸς οὐράνιον, καθοδηγήσας ἔλλαμψιν, Βησσαρίων θεοφόρε.

Μακρυνθεὶς σοφὲ ἐν τῇ ἐρήμῳ ὡς Χριστοῦ ὁ θεῖος Πρόδρομος, τὴν χάριν τὴν φωταυγῆ, τοῦ Πνεύματος εἵλκυσας, ἐν τῇ καρδίᾳ σου, τῷ Χριστῷ βοῶν· Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Ἔχων πάννυχον τὴν στάσιν ἐν ταῖς προσευχαῖς ἀνδρείαν ἐν πειρασμοῖς, ἐγκράτειαν ἐν παντί, ταπείνωσιν ἄμετρον, πρὸς ὕψος ἔδραμες, Βησσαρίων βοῶν· Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Ἐν παντὶ καιρῷ καὶ ὥρᾳ παναμώμητε τὴν Σὴν βοήθειαν ἐπικαλοῦμαι πιστῶς, ἐπίσκεψαι τάχυνον, τὸν ἐκβοῶντά Σοι· χαῖρε Δέσποινα, βροτῶν ἡ ἀπολύτρωσις, Μαριὰμ εὐλογημένη.

ᾨδὴ η΄. Λυτρωτὰ τοῦ παντός.

Ἐν ἡμέραις σοφὲ τεσσαράκοντα, καὶ νυξὶν ἰσαρίθμοις ἀκλόνητος, ταῖς προσευχαῖς ἱστάμενος, Βησσαρίων ἐβόας· Πάντα τὰ ἔργα, εὐλογεῖτε, ὑμνεῖτε τὸν Κύριον.

Ῥαντισμοῖς τῶν δακρύων σου ἔσβεσας, τῶν παθῶν θεοφόρε τοὺς ἄνθρακας, καὶ φωτισμῷ λαμπόμενος, οὐρανίῳ ἐβόας· Πάντα τὰ ἔργα, εὐλογεῖτε, ὑμνεῖτε τὸν Κύριον.

Ἀποῤῥήτων θαυμάτων διάκονος, ἐνεργείᾳ τῇ θείᾳ γενόμενος, τοὺς ἅπαντας ἐξέπληττες, Βησσαρίων κραυγάζειν· Πάντα τὰ ἔργα, εὐλογεῖτε, ὑμνεῖτε τὸν Κύριον.

Θεοτοκίον.

Σαρκωθέντα ἁγνῶν ἐξ αἱμάτων Σου, τὸν Θεὸν τῶν ἁπάντων γεγέννηκας, τὴν θείαν ἀναγέννησιν, χορηγοῦντα Παρθένε, τοῖς ὑμνοῦσι, τοῦ Σοῦ τόκου τὸ μέγα μυστήριον.

Ἕτερος. Παῖδας εὐαγεῖς.

Ὤφθης σωφροσύνης ἐκμαγεῖον, πραότητος σκεῦος ἐκλεκτόν, χαρίτων ἱερώτατον, κειμήλιον τοῦ Πνεύματος, ὦ Βησσαρίων ἔνδοξε, τῆς Ἐκκλησίας καύχημα, ἣν λιταῖς σου συντήρει, ἄτρωτον παμμάκαρ, εἰς πάντας τοὺς αἰῶνας.

Πόνοις ἐγκρατείας καὶ ἀγῶσιν, Χριστὸν τὸν Δεσπότην ἐμεγάλυνας, Πάτερ καὶ ἐδόξασας, Ὃς ἀντιδοξάζει νῦν, τὴν μνήμην σου μακάριε, ἣν ἐκτελοῦντες ἀεί, ὑμνοῦμεν, τὸν Σωτῆρα ἀπαύστως, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ἄσυλον κατέχοντες ταμεῖον, ἀΰλων θησαυρῶν τὴν προστασίαν σου, ταύτῃ καταφεύγομεν, πάντες καὶ σωζόμεθα, ἐκ νοσημάτων χαλεπῶν, ὦ Βησσαρίων σοφέ, ἀνυμνοῦντες, Χριστὸν ἐκ καρδίας, καὶ ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Τρέμω τὴν ἀπόφασιν Κυρία, ἐν ὥρᾳ ἐσχάτῃ καὶ βοῶ· πρέσβυς μοι τότε φάνηθι, τὸν Δικαστὴν μειλίσσουσα, ὅπως ἐλέει κρίνῃ με καὶ μὴ ὡς δίκαιος, ἵνα πόθῳ, Κόρη μεγαλύνω Σε, καὶ δοξάζω τὴν θείαν ἀγάπην Σου.

Ὠδὴ θ΄. Λίθος ἀχειρότμητος.

Ἴθυνας τὸν βίον σου πάντα, τῷ θείῳ φόβῳ θεοφόρε, πρὸς τῶν θεϊκῶν ἐνταλμάτων, τὰς ἀναβάσεις νοΐ θεόφρονι· ἐντεῦθεν πλήρης γέγονας, τῶν οὐρανίων ἐπιλάμψεων.

Μέγας ἐν Ὁσίοις ἐδείχθης, τῇ ὑπὲρ φύσιν σου ἀσκήσει, καὶ παρὰ Χριστοῦ ἐδοξάσθης, μεγίστοις θαύμασι Πάτερ Ὅσιε· διὸ ἡμᾶς ἀπάλλαξον, μεγάλων πόνων καὶ κακώσεων.

Ὄμβρησον κἀμοὶ Βησσαρίων, ἐκ τοῦ πλουσίου θησαυροῦ σου, χάριτος ἁγίας ῥανίδα, τῷ ὑμνηκότι ἀνάγνοις χείλεσι, τῆς θείας πολιτείας σου, τὰ ὑπὲρ φύσιν κατορθώματα.

Θεοτοκίον.

Ὕψωσον τὸν νοῦν μου Παρθένε, ἐκ τοῦ βυθοῦ τῆς ἁμαρτίας, πρὸς τῆς μετανοίας τὴν γνῶσιν, καὶ τῶν παθῶν μου σβέσον τὸν καύσωνα, τῷ δροσισμῷ πανύμνητε, τῆς μητρικῆς Σου ἀγαθότητος.

Ἕτερος. Ἅπας γηγενής.

Τοὺς πιστῶς ἀεί, τελοῦντας τὴν μνήμην σου, καὶ σὲ γεραίροντας, Βησσαρίων ἔνδοξε, ῥῦσαι πρεσβείαις σου, πάσης θλίψεως, ἀσθενειῶν τοῦ σώματος, καὶ ψυχικῶν μολυσμῶν, καὶ ἐν ὥρᾳ, μνήσθητι τῆς κρίσεως, ἐκλυτρούμενος, τῶν δεινῶν τῆς κολάσεως.

Ἔδωκας Χριστέ, τεῖχος καὶ διάσωσμα, τῇ Ἐκκλησίᾳ Σου, τὸν κλεῖνόν Σου Ὅσιον, σώζων ταῖς τούτου, πρεσβείαις ἅπαντας, ἐκ πάσης περιστάσεως· ὅθεν δοξάζομεν, τὸν σὸν θεῖον, πλοῦτον τῆς χρηστότητος, δι’ ἧς κόσμος ἐκ πλάνης νῦν σέσωσται.

Ῥῶσιν ψυχικήν, δίδου Πάτερ Ὅσιε, τῷ σὲ ὑμνοῦντι πιστῶς νίκην κατ’ ἀσαρκων τε, ἐχθρῶν ζητούντων, διασπαράξαι ἀεί, πτωχὴν ψυχήν μου ἔνδοξε, γένοιτο οὕτω κἀμοί, Βησσαρίων, ἵνα μεγαλύνω Σε, τῇ πρεσβείᾳ Σου πίστει σωζόμενος.

Θεοτοκίον.

Ἡ τῶν εὐσεβῶν, προστασία ἄμαχος, καὶ περιποίησις, πάντων καὶ διάσωσμα, πάναγνε Κόρη, δέχου τὸ ψέλλισμα, ὅ Σοι πιστῶς προσέφερον, καὶ πόθῳ Δέσποινα, καὶ παράσχου, χαρὰν τὴν αἰώνιον, καὶ ζωὴν τὴν τερπνὴν καὶ ἀνώλεθρον.

Ἐξαποστειλάριον. Ἦχος β. Γυναῖκες ἀκουτίσθητε,.

Ἀπὸ παιδὸς ἀνέθηκας, τὰς ψυχικὰς δυνάμεις σου, καὶ τὴν ῥοπὴν τοῦ νοός σου, πρὸς τὴν ἀγάπην Κυρίου, ᾧ καὶ πολιτευόμενος, ἰσάγγελος ἐν σώματι, ὦ Βησσαρίων πέφηνας, καὶ αὐτουργὸς θαυμασίων, ἐν τῇ δυνάμει τῇ θείᾳ.

Θεοτοκίον.

Ἀφράστως σωματώσασα, Θεὸν τὸν ὑπερούσιον, ἀκαταλήπτως Παρθένε, τὴν τῶν ἀνθρώπων οὐσίαν, πρὸς ἀφθαρσίαν ὕψωσας, ἐξ ἧς τὸ πάλαι πέπτωκε· διὸ τὰ μεγαλεῖά Σου, ὑμνολογοῦμεν ἀπαύστως, τὸν τόκον Σου προσκυνοῦντες.

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος

Πάτερ Βησσαρίων Ὅσιε, ἀπὸ παιδὸς τὸν Χριστόν, ὁλοτρόπως ἠγάπησας, καὶ αὐτοῦ τοῖς ἴχνεσιν, ἀκλινῶς ἠκολούθησας, καὶ ἐν ἐρήμοις συναυλιζόμενος, δοχεῖον ὤφθης τοῦ θείου Πνεύματος· ὤ! τῶν ἀγώνων σου, δι’ ὧν καταβέβληκας τὸν δυσμενῆ, οὗ τῆς ἐπιθέσεως, ἡμᾶς ἀπάλλαξον.

Πάτερ Βησσαρίων Ὅσιε, δι’ ἐγκρατείας πολλῆς, καὶ συντόνου δεήσεως, καὶ δακρύων βλύσεως, τῆς σαρκός σου τὸ φρόνημα, ἀπονεκρώσας ζωῆς τῆς κρείττονος, τὰς ἀντιδόσεις λαμπρῶς ἐξήνεγκας· ὅθεν τὴν μνήμην σου, τὴν ἁγίαν σήμερον χαρμονικῶς, ἄγοντες δοξάζομεν, Χριστὸν τὸν Κύριον.

Πάτερ Βησσαρίων Ὅσιε, παρὰ Χριστοῦ δοξασθείς, τῶν θαυμάτων δυνάμεσι, παραδόξως ἔστησας, τῷ σῷ λόγῳ τὸν ἥλιον, καὶ οὐρανόθεν ὄμβρον κατήγαγες, τῇ γῇ διψώσῃ θείᾳ ἐντεύξει σου, καὶ τὰ ποτάμια, ῥεῖθρα διεπέρασας τοῖς σοῖς ποσίν, ἀποντίστως Ἅγιε, ῥοπῇ τῇ ἀνωθεν.

Πάτερ Βησσαρίων Ὅσιε, οἷάπερ ἄστρον λαμπρόν, καὶ λαμπτὴρ φαεινότατος, ἔλαμψας τοῖς πέρασι, τοῖς ἁγίοις ἀγῶσί σου· ὅθεν ἰθύνεις πρὸς ζωὴν κρείττονα, τῶν μοναζόντων ἅπαν τὸ σύστημα· ἔχων οὖν Ἅγιε, παῤῥησίαν πρέσβευε πρὸς τὸν Χριστόν, δοῦναι ἡμῖν ἄφεσιν, καὶ θεῖον ἔλεος.

Δόξα. Ἦχος πλ. δ΄.

Ἀσκητικοῖς παλαίσμασι, τῆς αἰωνίου ζωῆς τὴν λαμπρότητα, ἀπηκριβώσω ἐν σοί, Βησσαρίων Πάτερ Ὅσιε· ἀσχέτῳ δρόμῳ γὰρ προβαίνων, πρὸς τὸν σκοπὸν τῆς ἄνω κλήσεως, τῶν μελλόντων ἀγαθῶν τὰς ἀπαρχάς, ἐν προοιμίοις ἐδέξω, τῇ ἰσαγγέλῳ πολιτείᾳ· ὧν νῦν ἀνακεκαλυμμένως ἐντρυφῶν, μὴ παύσῃ δεόμενος, τυχεῖν καὶ ἡμᾶς, τῆς οὐρανίου μακαριότητος.

Καὶ νῦν. Θεοτοκίον

Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.

Βίον διανύσας ἀγγελικόν, ἐν ὅλῃ καρδίᾳ, Βησσαρίων ἀπὸ παιδός, αὐτουργὸς θαυμάτων, ἐδείχθης παραδόξων, παρὰ Χριστοῦ πλουσίαν, χάριν δεξάμενος.

[1]