ΚΕΙΜΕΝΑ ΑΠΟ ΤΟΝ ΙΣΟΚΡΑΤΗ · 2015-03-01 · 3 3. Ἰσοκράτης,...

97
1 ΚΕΙΜΕΝΑ ΑΠΟ ΤΟΝ ΙΣΟΚΡΑΤΗ

Transcript of ΚΕΙΜΕΝΑ ΑΠΟ ΤΟΝ ΙΣΟΚΡΑΤΗ · 2015-03-01 · 3 3. Ἰσοκράτης,...

  • 1

    ΚΕΙΜΕΝΑ ΑΠΟ ΤΟΝ ΙΣΟΚΡΑΤΗ

  • 2

    1. Ἰσοκράτης, Αἰγινητικός, 1 -2

    Ἐνόμιζον μέν, ὦ ἄνδρες Αἰγινῆται, οὕτω καλῶς βεβουλεῦσθαι περὶ τῶν

    αὑτοῦ Θρασύλοχον ὥστε μηδέν᾽ ἄν ποτ᾽ ἐλθεῖν ἐναντία πράξοντα ταῖς

    διαθήκαις αἷς ἐκεῖνος κατέλιπεν· ἐπειδὴ δὲ τοῖς ἀντιδίκοις τοιαύτη γνώμη

    παρέστηκεν ὥστε καὶ πρὸς οὕτως ἐχούσας αὐτὰς ἀμφισβητεῖν, ἀναγκαίως

    ἔχει παρ᾽ ὑμῶν πειρᾶσθαι τῶν δικαίων τυγχάνειν. Τοὐναντίον δὲ

    πέπονθα τοῖς πλείστοις τῶν ἀνθρώπων. Τοὺς μὲν γὰρ ἄλλους ὁρῶ

    χαλεπῶς φέροντας, ὅταν ἀδίκως περί τινος κινδυνεύωσιν, ἐγὼ δ᾽ ὀλίγου

    δέω χάριν ἔχειν τούτοις, ὅτι μ᾽ εἰς τουτονὶ τὸν ἀγῶνα κατέστησαν.

    Ἀκρίτου μὲν γὰρ ὄντος τοῦ πράγματος οὐκ ἂν ἠπίστασθ᾽ ὁποῖός τις

    γεγενημένος περὶ τὸν τετελευτηκότα κληρονόμος εἰμὶ τῶν ἐκείνου·

    πυθόμενοι δὲ τὰ πραχθέντα πάντες εἴσεσθ᾽ ὅτι δικαίως ἂν καὶ μείζονος ἢ

    τοσαύτης δωρεᾶς ἠξιώθην.

    2. Ἰσοκράτης, Αἰγινητικός, 21 – 22

    Ἔχω δὲ καὶ τοιαῦτ᾽ εἰπεῖν, ἐξ ὧν ἐκείνῳ χαριζόμενος αὐτὸς ταῖς

    μεγίσταις συμφοραῖς περιέπεσον. Ἐπειδὴ γὰρ ἤλθομεν εἰς Μῆλον,

    αἰσθόμενος ὅτι μέλλοιμεν αὐτοῦ καταμένειν, ἐδεῖτό μου συμπλεῖν εἰς

    Τροιζῆνα καὶ μηδαμῶς αὐτὸν ἀπολιπεῖν, λέγων τὴν ἀρρωστίαν τοῦ

    σώματος καὶ τὸ πλῆθος τῶν ἐχθρῶν, καὶ ὅτι χωρὶς ἐμοῦ γενόμενος οὐδὲν

    ἕξοι χρῆσθαι τοῖς αὑτοῦ πράγμασιν. Φοβουμένης δὲ τῆς μητρός, ὅτι τὸ

    χωρίον ἐπυνθάνετο νοσῶδες εἶναι, καὶ τῶν ξένων συμβουλευόντων αὐτοῦ

    μένειν, ὅμως ἔδοξεν ἡμῖν ἐκείνῳ χαριστέον εἶναι. Καὶ μετὰ ταῦτ᾽ οὐκ

    ἔφθημεν εἰς Τροιζῆν᾽ ἐλθόντες καὶ τοιαύταις νόσοις ἐλήφθημεν, ἐξ ὧν

    αὐτὸς μὲν παρὰ μικρὸν ἦλθον ἀποθανεῖν, ἀδελφὴν δὲ κόρην

    τετρακαιδεκέτιν γεγονυῖαν ἐντὸς τριάκονθ᾽ ἡμερῶν κατέθαψα, τὴν δὲ

    μητέρ᾽ οὐδὲ πένθ᾽ ἡμέραις ἐκείνης ὕστερον.

  • 3

    3. Ἰσοκράτης, Αἰγινητικός, 49 -51

    Ἄξιον δ᾽ ἐστὶ καὶ τῷ νόμῳ βοηθεῖν καθ᾽ ὃν ἔξεστιν ἡμῖν καὶ παῖδας

    εἰσποιήσασθαι καὶ βουλεύσασθαι περὶ τῶν ἡμετέρων αὐτῶν,

    ἐνθυμηθέντας ὅτι τοῖς ἐρήμοις τῶν ἀνθρώπων ἀντὶ παίδων οὗτός ἐστιν·

    διὰ γὰρ τοῦτον καὶ οἱ συγγενεῖς καὶ οἱ μηδὲν προσήκοντες μᾶλλον

    ἀλλήλων ἐπιμελοῦνται. Ἵνα δὲ παύσωμαι λέγων καὶ μηκέτι πλείω χρόνον

    διατρίβω, σκέψασθ᾽ ὡς μεγάλα καὶ δίκαι᾽ ἥκω πρὸς ὑμᾶς ἔχων, πρῶτον

    μὲν φιλίαν πρὸς τοὺς καταλιπόντας τὸν κλῆρον παλαιὰν καὶ πατρικὴν

    καὶ πάντα τὸν χρόνον διατελέσασαν, ἔπειτ᾽ εὐεργεσίας πολλὰς καὶ

    μεγάλας καὶ περὶ δυστυχοῦντας ἐκείνους γεγενημένας, πρὸς δὲ τούτοις

    διαθήκας παρ᾽ αὐτῶν τῶν ἀντιδίκων ὁμολογουμένας, ἔτι δὲ νόμον

    ταύταις βοηθοῦντα, ὃς δοκεῖ τοῖς Ἕλλησιν ἅπασι καλῶς κεῖσθαι.

    Τεκμήριον δὲ μέγιστον· περὶ γὰρ ἄλλων πολλῶν διαφερόμενοι περὶ

    τούτου ταὐτὰ γιγνώσκουσιν. Δέομαι οὖν ὑμῶν καὶ τούτων μεμνημένους

    καὶ τῶν ἄλλων τῶν εἰρημένων τὰ δίκαια ψηφίσασθαι, καὶ τοιούτους μοι

    γενέσθαι δικαστάς, οἵων περ ἂν αὐτοὶ τυχεῖν ἀξιώσαιτε.

    4. Ἰσοκράτης, Ἀρεοπαγιτικός 3 – 7

    Ἐγὼ δὲ δι᾽ αὐτὰ ταῦτα τυγχάνω δεδιώς. Ὁρῶ γὰρ τῶν πόλεων τὰς ἄριστα

    πράττειν οἰομένας κάκιστα βουλευομένας καὶ τὰς μάλιστα θαρρούσας εἰς

    πλείστους κινδύνους καθισταμένας. Αἴτιον δὲ τούτων ἐστίν, ὅτι τῶν

    ἀγαθῶν καὶ τῶν κακῶν οὐδὲν αὐτὸ καθ᾽ αὑτὸ παραγίγνεται τοῖς

    ἀνθρώποις, ἀλλὰ συντέτακται καὶ συνακολουθεῖ τοῖς μὲν πλούτοις καὶ

    ταῖς δυναστείαις ἄνοια καὶ μετὰ ταύτης ἀκολασία, ταῖς δ᾽ ἐνδείαις καὶ

    ταῖς ταπεινότησι σωφροσύνη καὶ πολλὴ μετριότης, ὥστε χαλεπὸν εἶναι

    διαγνῶναι ποτέραν ἄν τις δέξαιτο τῶν μερίδων τούτων τοῖς παισὶ τοῖς

  • 4

    αὑτοῦ καταλιπεῖν. Ἴδοιμεν γὰρ ἂν ἐκ μὲν τῆς φαυλοτέρας εἶναι δοκούσης

    ἐπὶ τὸ βέλτιον ὡς ἐπὶ τὸ πολὺ τὰς πράξεις ἐπιδιδούσας, ἐκ δὲ τῆς

    κρείττονος φαινομένης ἐπὶ τὸ χεῖρον εἰθισμένας μεταπίπτειν.

    Καὶ τούτων ἐνεγκεῖν ἔχω παραδείγματα πλεῖστα μὲν ἐκ τῶν ἰδιωτικῶν

    πραγμάτων, πυκνοτάτας γὰρ ταῦτα λαμβάνει τὰς μεταβολάς, οὐ μὴν

    ἀλλὰ μείζω γε καὶ φανερώτερα τοῖς ἀκούουσιν ἐκ τῶν ἡμῖν καὶ

    Λακεδαιμονίοις συμβάντων. Ἡμεῖς τε γὰρ ἀναστάτου μὲν τῆς πόλεως ὑπὸ

    τῶν βαρβάρων γεγενημένης διὰ τὸ δεδιέναι καὶ προσέχειν τὸν νοῦν τοῖς

    πράγμασιν ἐπρωτεύσαμεν τῶν Ἑλλήνων, ἐπειδὴ δ᾽ ἀνυπέρβλητον

    ᾠήθημεν τὴν δύναμιν ἔχειν, παρὰ μικρὸν ἤλθομεν ἐξανδραποδισθῆναι·

    Λακεδαιμόνιοί τε τὸ μὲν παλαιὸν ἐκ φαύλων καὶ ταπεινῶν πόλεων

    ὁρμηθέντες διὰ τὸ σωφρόνως ζῆν καὶ στρατιωτικῶς κατέσχον

    Πελοπόννησον, μετὰ δὲ ταῦτα μεῖζον φρονήσαντες τοῦ δέοντος, καὶ

    λαβόντες καὶ τὴν κατὰ γῆν καὶ τὴν κατὰ θάλατταν ἀρχήν, εἰς τοὺς αὐτοὺς

    κινδύνους κατέστησαν ἡμῖν.

    5. Ἰσοκράτης, Ἀρεοπαγιτικός 8 – 10

    Ὅστις οὖν εἰδὼς τοσαύτας μεταβολὰς γεγενημένας καὶ τηλικαύτας

    δυνάμεις οὕτω ταχέως ἀναιρεθείσας πιστεύει τοῖς παροῦσι, λίαν ἀνόητός

    ἐστιν, ἄλλως τε καὶ τῆς μὲν πόλεως ἡμῶν πολὺ καταδεέστερον νῦν

    πραττούσης ἢ κατ᾽ ἐκεῖνον τὸν χρόνον, τοῦ δὲ μίσους τοῦ τῶν Ἑλλήνων

    καὶ τῆς ἔχθρας τῆς πρὸς βασιλέα πάλιν ἀνακεκαινισμένης, ἃ τότε

    κατεπολέμησεν ἡμᾶς. Ἀπορῶ δὲ πότερον ὑπολάβω μηδὲν μέλειν ὑμῖν τῶν

    κοινῶν πραγμάτων ἢ φροντίζειν μὲν αὐτῶν, εἰς τοῦτο δ᾽ ἀναισθησίας

    ἥκειν ὥστε λανθάνειν ὑμᾶς εἰς ὅσην ταραχὴν ἡ πόλις καθέστηκεν.

    Ἐοίκατε γὰρ οὕτω διακειμένοις ἀνθρώποις, οἵτινες ἁπάσας μὲν τὰς πόλεις

    τὰς ἐπὶ Θρᾴκης ἀπολωλεκότες, πλείω δ᾽ ἢ χίλια τάλαντα μάτην εἰς τοὺς

  • 5

    ξένους ἀνηλωκότες, πρὸς δὲ τοὺς Ἕλληνας διαβεβλημένοι καὶ τῷ

    βαρβάρῳ πολέμιοι γεγονότες, ἔτι δὲ τοὺς μὲν Θηβαίων φίλους σώζειν

    ἠναγκασμένοι, τοὺς δ᾽ ἡμετέρους αὐτῶν συμμάχους ἀπολωλεκότες, ἐπὶ

    τοιαύταις πράξεσιν εὐαγγέλια μὲν δὶς ἤδη τεθύκαμεν, ῥᾳθυμότερον δὲ

    περὶ αὐτῶν ἐκκλησιάζομεν τῶν πάντα τὰ δέοντα πραττόντων.

    6. Ἰσοκράτης, Ἀρεοπαγιτικός 13 – 15

    Καίτοι τὰς εὐπραγίας ἅπαντες ἴσμεν καὶ παραγιγνομένας καὶ

    παραμενούσας οὐ τοῖς τὰ τείχη κάλλιστα καὶ μέγιστα περιβεβλημένοις,

    οὐδὲ τοῖς μετὰ πλείστων ἀνθρώπων εἰς τὸν αὐτὸν τόπον

    συνηθροισμένοις, ἀλλὰ τοῖς ἄριστα καὶ σωφρονέστατα τὴν αὑτῶν πόλιν

    διοικοῦσιν. Ἔστι γὰρ ψυχὴ πόλεως οὐδὲν ἕτερον ἢ πολιτεία, τοσαύτην

    ἔχουσα δύναμιν ὅσην περ ἐν σώματι φρόνησις. Αὕτη γάρ ἐστιν ἡ

    βουλευομένη περὶ ἁπάντων, καὶ τὰ μὲν ἀγαθὰ διαφυλάττουσα, τὰς δὲ

    συμφορὰς διαφεύγουσα. Ταύτῃ καὶ τοὺς νόμους καὶ τοὺς ῥήτορας καὶ τοὺς

    ἰδιώτας ἀναγκαῖόν ἐστιν ὁμοιοῦσθαι, καὶ πράττειν οὕτως ἑκάστους οἵαν

    περ ἂν ταύτην ἔχωσιν. Ἧς ἡμεῖς διεφθαρμένης οὐδὲν φροντίζομεν, οὐδὲ

    σκοποῦμεν ὅπως ἐπανορθώσομεν αὐτήν· ἀλλ᾽ ἐπὶ μὲν τῶν ἐργαστηρίων

    καθίζοντες κατηγοροῦμεν τῶν καθεστώτων, καὶ λέγομεν ὡς οὐδέποτ᾽ ἐν

    δημοκρατίᾳ κάκιον ἐπολιτεύθημεν, ἐν δὲ τοῖς πράγμασι καὶ ταῖς διανοίαις

    αἷς ἔχομεν μᾶλλον αὐτὴν ἀγαπῶμεν τῆς ὑπὸ τῶν προγόνων

    καταλειφθείσης.

    7. Ἰσοκράτης, Ἀρεοπαγιτικός 16 – 18

    Εὑρίσκω γὰρ ταύτην μόνην ἂν γενομένην καὶ τῶν μελλόντων κινδύνων

    ἀποτροπὴν καὶ τῶν παρόντων κακῶν ἀπαλλαγήν, ἢν ἐθελήσωμεν

  • 6

    ἐκείνην τὴν δημοκρατίαν ἀναλαβεῖν, ἣν Σόλων μὲν ὁ δημοτικώτατος

    γενόμενος ἐνομοθέτησε, Κλεισθένης δὲ ὁ τοὺς τυράννους ἐκβαλὼν καὶ

    τὸν δῆμον καταγαγὼν πάλιν ἐξ ἀρχῆς κατέστησεν. Ἧς οὐκ ἂν εὕροιμεν

    οὔτε δημοτικωτέραν οὔτε τῇ πόλει μᾶλλον συμφέρουσαν. Τεκμήριον δὲ

    μέγιστον· οἱ μὲν γὰρ ἐκείνῃ χρώμενοι, πολλὰ καὶ καλὰ διαπραξάμενοι καὶ

    παρὰ πᾶσιν ἀνθρώποις εὐδοκιμήσαντες, παρ᾽ ἑκόντων τῶν Ἑλλήνων τὴν

    ἡγεμονίαν ἔλαβον, οἱ δὲ τῆς νῦν παρούσης ἐπιθυμήσαντες, ὑπὸ πάντων

    μισηθέντες καὶ πολλὰ καὶ δεινὰ παθόντες, μικρὸν ἀπέλιπον τοῦ μὴ ταῖς

    ἐσχάταις συμφοραῖς περιπεσεῖν. Καίτοι πῶς χρὴ ταύτην τὴν πολιτείαν

    ἐπαινεῖν ἢ στέργειν τὴν τοσούτων μὲν κακῶν αἰτίαν πρότερον γενομένην,

    νῦν δὲ καθ᾽ ἕκαστον τὸν ἐνιαυτὸν ἐπὶ τὸ χεῖρον φερομένην; Πῶς δ᾽ οὐ χρὴ

    δεδιέναι μὴ τοιαύτης ἐπιδόσεως γιγνομένης τελευτῶντες εἰς τραχύτερα

    πράγματα τῶν τότε γενομένων ἐξοκείλωμεν;

    8. Ἰσοκράτης, Ἀρεοπαγιτικός 24 - 25

    Aἴτιον δ᾽ ἦν τοῦ ταῦτα τοῖς πολλοῖς ἀρέσκειν καὶ μὴ περιμαχήτους εἶναι

    τὰς ἀρχάς, ὅτι μεμαθηκότες ἦσαν ἐργάζεσθαι καὶ φείδεσθαι, καὶ μὴ τῶν

    μὲν οἰκείων ἀμελεῖν τοῖς δ᾽ ἀλλοτρίοις ἐπιβουλεύειν, μηδ᾽ ἐκ τῶν

    δημοσίων τὰ σφέτερ᾽ αὐτῶν διοικεῖν, ἀλλ᾽ ἐκ τῶν ἑκάστοις ὑπαρχόντων,

    εἴ ποτε δεήσειε, τοῖς κοινοῖς ἐπαρκεῖν, μηδ᾽ ἀκριβέστερον εἰδέναι τὰς ἐκ

    τῶν ἀρχείων προσόδους ἢ τὰς ἐκ τῶν ἰδίων γιγνομένας αὑτοῖς. Oὕτω δ᾽

    ἀπείχοντο σφόδρα τῶν τῆς πόλεως, ὥστε χαλεπώτερον ἦν ἐν ἐκείνοις τοῖς

    χρόνοις εὑρεῖν τοὺς βουλομένους ἄρχειν ἢ νῦν τοὺς μηδὲν δεομένους· οὐ

    γὰρ ἐμπορίαν ἀλλὰ λειτουργίαν ἐνόμιζον εἶναι τὴν τῶν κοινῶν

    ἐπιμέλειαν, οὐδ᾽ ἀπὸ τῆς πρώτης ἡμέρας ἐσκόπουν ἐλθόντες εἴ τι λῆμμα

    παραλελοίπασιν οἱ πρότερον ἄρχοντες, ἀλλὰ πολὺ μᾶλλον εἴ τινος

    πράγματος κατημελήκασι τῶν τέλος ἔχειν κατεπειγόντων.

  • 7

    9. Ἰσοκράτης, Ἀρεοπαγιτικός 26 - 28

    Ὡς δὲ συντόμως εἰπεῖν, ἐκεῖνοι διεγνωκότες ἦσαν ὅτι δεῖ τὸν μὲν δῆμον

    ὥσπερ τύραννον καθιστάναι τὰς ἀρχὰς καὶ κολάζειν τοὺς

    ἐξαμαρτάνοντας καὶ κρίνειν περὶ τῶν ἀμφισβητουμένων, τοὺς δὲ σχολὴν

    ἄγειν δυναμένους καὶ βίον ἱκανὸν κεκτημένους ἐπιμελεῖσθαι τῶν κοινῶν

    ὥσπερ οἰκέτας, καὶ δικαίους μὲν γενομένους ἐπαινεῖσθαι καὶ στέργειν

    ταύτῃ τῇ τιμῇ, κακῶς δὲ διοικήσαντας μηδεμιᾶς συγγνώμης τυγχάνειν

    ἀλλὰ ταῖς μεγίσταις ζημίαις περιπίπτειν. Καίτοι πῶς ἄν τις εὕροι ταύτης

    βεβαιοτέραν ἢ δικαιοτέραν δημοκρατίαν, τῆς τοὺς μὲν δυνατωτάτους ἐπὶ

    τὰς πράξεις καθιστάσης, αὐτῶν δὲ τούτων τὸν δῆμον κύριον ποιούσης; Τὸ

    μὲν οὖν σύνταγμα τῆς πολιτείας τοιοῦτον ἦν αὐτοῖς· ῥᾴδιον δ᾽ ἐκ τούτων

    καταμαθεῖν ὡς καὶ τὰ καθ᾽ ἡμέραν ἑκάστην ὀρθῶς καὶ νομίμως

    πράττοντες διετέλεσαν.

    10. Ἰσοκράτης, Ἀρεοπαγιτικός 47 - 49

    Ἅπερ ἐκεῖνοι γιγνώσκοντες ἀμφοτέροις κατεῖχον τοὺς πολίτας, καὶ ταῖς

    τιμωρίαις καὶ ταῖς ἐπιμελείαις· τοσούτου γὰρ ἔδεον αὐτοὺς λανθάνειν οἱ

    κακόν τι δεδρακότες, ὥστε καὶ τοὺς ἐπιδόξους ἁμαρτήσεσθαί τι

    προῃσθάνοντο. Τοιγαροῦν οὐκ ἐν τοῖς σκιραφείοις οἱ νεώτεροι διέτριβον,

    οὐδ᾽ ἐν ταῖς αὐλητρίσιν, οὐδ᾽ ἐν τοῖς τοιούτοις συλλόγοις ἐν οἷς νῦν

    διημερεύουσιν· ἀλλ᾽ ἐν τοῖς ἐπιτηδεύμασιν ἔμενον ἐν οἷς ἐτάχθησαν,

    θαυμάζοντες καὶ ζηλοῦντες τοὺς ἐν τούτοις πρωτεύοντας. Οὕτω δ᾽

    ἔφευγον τὴν ἀγοράν, ὥστ᾽ εἰ καί ποτε διελθεῖν ἀναγκασθεῖεν, μετὰ

    πολλῆς αἰδοῦς καὶ σωφροσύνης ἐφαίνοντο τοῦτο ποιοῦντες. Ἀντειπεῖν δὲ

    τοῖς πρεσβυτέροις ἢ λοιδορήσασθαι δεινότερον ἐνόμιζον ἢ νῦν περὶ τοὺς

    γονέας ἐξαμαρτεῖν. Ἐν καπηλείῳ δὲ φαγεῖν ἢ πιεῖν οὐδεὶς οὐδ᾽ ἂν οἰκέτης

    ἐπιεικὴς ἐτόλμησεν· σεμνύνεσθαι γὰρ ἐμελέτων, ἀλλ᾽ οὐ

  • 8

    βωμολοχεύεσθαι. Καὶ τοὺς εὐτραπέλους δὲ καὶ τοὺς σκώπτειν

    δυναμένους, οὓς νῦν εὐφυεῖς προσαγορεύουσιν, ἐκεῖνοι δυστυχεῖς

    ἐνόμιζον.

    11. Ἰσοκράτης, Ἀρχίδαμος, 1 - 3

    Ἴσως τινὲς ὑμῶν θαυμάζουσιν ὅτι τὸν ἄλλον χρόνον ἐμμεμενηκὼς τοῖς

    τῆς πόλεως νομίμοις ὡς οὐκ οἶδ᾽ εἴ τις ἄλλος τῶν ἡλικιωτῶν, τοσαύτην

    πεποίημαι τὴν μεταβολὴν ὥστε περὶ ὧν ὀκνοῦσιν οἱ πρεσβύτεροι λέγειν,

    περὶ τούτων νεώτερος ὢν παρελήλυθα συμβουλεύσων. Ἐγὼ δ᾽, εἰ μέν τις

    τῶν εἰθισμένων ἐν ὑμῖν ἀγορεύειν ἀξίως ἦν τῆς πόλεως εἰρηκώς, πολλὴν

    ἂν ἡσυχίαν ἦγον· νῦν δ᾽ ὁρῶν τοὺς μὲν συναγορεύοντας οἷς οἱ πολέμιοι

    προστάττουσι, τοὺς δ᾽ οὐκ ἐρρωμένως ἐναντιουμένους, τοὺς δὲ

    παντάπασιν ἀποσεσιωπηκότας, ἀνέστην ἀποφανούμενος ἃ γιγνώσκω

    περὶ τούτων, αἰσχρὸν νομίσας, εἰ τὴν ἰδίαν τοῦ βίου τάξιν διαφυλάττων

    περιόψομαι τὴν πόλιν ἀνάξια ψηφισαμένην ἑαυτῆς. Ἡγοῦμαι δ᾽, εἰ καὶ

    περὶ τῶν ἄλλων πρέπει τοὺς τηλικούτους σιωπᾶν, περί γε τοῦ πολεμεῖν ἢ

    μὴ προσήκειν τούτους μάλιστα συμβουλεύειν, οἵπερ καὶ τῶν κινδύνων

    πλεῖστον μέρος μεθέξουσιν, ἄλλως τε δὴ καὶ τοῦ γνῶναί τι τῶν δεόντων

    ἐν κοινῷ καθεστῶτος ἡμῖν.

    12. Ἰσοκράτης, Ἀρχίδαμος, 4 - 6

    Εἰ μὲν γὰρ ἦν δεδειγμένον, ὥστε τοὺς μὲν πρεσβυτέρους περὶ ἁπάντων

    εἰδέναι τὸ βέλτιστον, τοὺς δὲ νεωτέρους μηδὲ περὶ ἑνὸς ὀρθῶς γιγνώσκειν,

    καλῶς ἂν εἶχεν ἀπείργειν ἡμᾶς τοῦ συμβουλεύειν· ἐπειδὴ δ᾽ οὐ τῷ πλήθει

    τῶν ἐτῶν πρὸς τὸ φρονεῖν εὖ διαφέρομεν ἀλλήλων, ἀλλὰ τῇ φύσει καὶ

    ταῖς ἐπιμελείαις, πῶς οὐκ ἀμφοτέρων χρὴ τῶν ἡλικιῶν πεῖραν λαμβάνειν,

  • 9

    ἵν᾽ ἐξ ἁπάντων ὑμῖν ἐξῇ τῶν ῥηθέντων ἑλέσθαι τὰ συμφορώτατα;

    Θαυμάζω δ᾽ ὅσοι τριήρων μὲν ἡγεῖσθαι καὶ στρατοπέδων ἄρχειν ἀξιοῦσιν

    ἡμᾶς, ὑπὲρ ὧν μὴ καλῶς βουλευσάμενοι πολλαῖς ἂν συμφοραῖς καὶ

    μεγάλαις τὴν πόλιν περιβάλοιμεν, εἰπεῖν δ᾽ ἃ γιγνώσκομεν περὶ ὧν ὑμεῖς

    μέλλετε κρίνειν οὐκ οἴονται δεῖν ἡμᾶς, ἐν οἷς κατορθώσαντες μὲν

    ἅπαντας ὑμᾶς ὠφελήσομεν, διαμαρτόντες δὲ τῆς ὑμετέρας γνώμης αὐτοὶ

    μὲν ἴσως φαυλότεροι δόξομεν εἶναι, τὸ δὲ κοινὸν οὐδὲν ἂν ζημιώσαιμεν.

    Οὐ μὴν ὡς ἐπιθυμῶν τοῦ λέγειν, οὐδ᾽ ὡς ἄλλως πως παρεσκευασμένος

    ζῆν ἢ τὸν παρελθόντα χρόνον, οὕτως εἴρηκα περὶ τούτων, ἀλλὰ

    βουλόμενος ὑμᾶς προτρέψαι μηδεμίαν ἀποδοκιμάζειν τῶν ἡλικιῶν, ἀλλ᾽

    ἐν ἁπάσαις ζητεῖν εἴ τίς τι δύναται περὶ τῶν παρόντων πραγμάτων εἰπεῖν

    ἀγαθόν.

    13. Ἰσοκράτης, Ἀρχίδαμος, 8 - 10

    Ἐγὼ μὲν οὖν, εἰ δεῖ τοὐμὸν ἴδιον εἰπεῖν, ἑλοίμην ἂν ἀποθανεῖν ἤδη μὴ

    ποιήσας τὸ προσταττόμενον μᾶλλον ἢ πολλαπλάσιον χρόνον ζῆν τοῦ

    τεταγμένου ψηφισάμενος ἃ Θηβαῖοι κελεύουσιν: Αἰσχυνοίμην γὰρ ἄν, εἰ

    γεγονὼς μὲν ἀφ᾽ Ἡρακλέους, τοῦ δὲ πατρὸς βασιλεύοντος, αὐτὸς δ᾽

    ἐπίδοξος ὢν τυχεῖν τῆς τιμῆς ταύτης, περιίδοιμι, καθ᾽ ὅσον ἐστὶν ἐπ᾽ ἐμοί,

    τὴν χώραν ἣν ἡμῖν οἱ πατέρες κατέλιπον, ταύτην τοὺς οἰκέτας τοὺς

    ἡμετέρους ἔχοντας. Ἀξιῶ δὲ καὶ ὑμᾶς τὴν αὐτὴν ἐμοὶ γνώμην ἔχειν,

    ἐνθυμηθέντας ὅτι μέχρι μὲν ταυτησὶ τῆς ἡμέρας δεδυστυχηκέναι

    δοκοῦμεν ἐν τῇ μάχῃ τῇ πρὸς Θηβαίους, καὶ τοῖς μὲν σώμασι κρατηθῆναι

    διὰ τὸν οὐκ ὀρθῶς ἡγησάμενον, τὰς δὲ ψυχὰς ἔτι καὶ νῦν ἀηττήτους ἔχειν,

    εἰ δὲ φοβηθέντες τοὺς ἐπιόντας κινδύνους προησόμεθά τι τῶν ἡμετέρων

    αὐτῶν, βεβαιώσομεν τὰς Θηβαίων ἀλαζονείας καὶ πολὺ σεμνότερον

    τρόπαιον τοῦ περὶ Λεῦκτρα καὶ φανερώτερον στήσομεν καθ᾽ ἡμῶν αὐτῶν·

  • 10

    τὸ μὲν γὰρ ἀτυχίας, τὸ δὲ τῆς ἡμετέρας διανοίας ἔσται γεγενημένον.

    Μηδεὶς οὖν ὑμᾶς πείσῃ τοιαύταις αἰσχύναις τὴν πόλιν περιβαλεῖν.

    14. Ἰσοκράτης, Ἀρχίδαμος, 11 - 13

    Καίτοι λίαν προθύμως οἱ σύμμαχοι συμβεβουλεύκασιν ὑμῖν ὡς χρὴ

    Μεσσήνην ἀφέντας ποιήσασθαι τὴν εἰρήνην. Οἷς ὑμεῖς δικαίως ἂν

    ὀργίζοισθε πολὺ μᾶλλον ἢ τοῖς ἐξ ἀρχῆς ἀποστᾶσιν ἡμῶν. Ἐκεῖνοι μὲν

    γὰρ ἀφέμενοι τῆς ἡμετέρας φιλίας τὰς αὑτῶν πόλεις ἀπώλεσαν, εἰς

    στάσεις καὶ σφαγὰς καὶ πολιτείας πονηρὰς ἐμβαλόντες, οὗτοι δ᾽ ἡμᾶς

    ἥκουσι κακῶς ποιήσοντες· τὴν γὰρ δόξαν, ἣν ἡμῖν οἱ πρόγονοι μετὰ

    πολλῶν κινδύνων ἐν ἑπτακοσίοις ἔτεσι κτησάμενοι κατέλιπον, ταύτην ἐν

    ὀλίγῳ χρόνῳ πείθουσιν ἡμᾶς ἀποβαλεῖν, ἧς οὔτ᾽ ἀπρεπεστέραν τῇ

    Λακεδαίμονι συμφορὰν οὔτε δεινοτέραν οὐδέποτ᾽ ἂν εὑρεῖν ἠδυνήθησαν.

    Εἰς τοῦτο δ᾽ ἥκουσι πλεονεξίας καὶ τοσαύτην ἡμῶν κατεγνώκασιν

    ἀνανδρίαν, ὥστε πολλάκις ἡμᾶς ἀξιώσαντες ὑπὲρ τῆς αὑτῶν πολεμεῖν,

    ὑπὲρ Μεσσήνης οὐκ οἴονται δεῖν κινδυνεύειν, ἀλλ᾽ ἵν᾽ αὐτοὶ τὴν σφετέραν

    αὐτῶν ἀσφαλῶς καρπῶνται, πειρῶνται διδάσκειν ἡμᾶς ὡς χρὴ τοῖς

    ἐχθροῖς τῆς ἡμετέρας παραχωρῆσαι, καὶ πρὸς τοῖς ἄλλοις ἐπαπειλοῦσιν

    ὡς εἰ μὴ ταῦτα συγχωρήσομεν ποιησόμενοι τὴν εἰρήνην κατὰ σφᾶς

    αὐτούς.

    15. Ἰσοκράτης, Ἀρχίδαμος, 16 - 17

    Πρῶτον μὲν οὖν οἶμαι δεῖν διαλεχθῆναι πρὸς ὑμᾶς ὃν τρόπον

    ἐκτησάμεθα Μεσσήνην καὶ δι᾽ ἃς αἰτίας ἐν Πελοποννήσῳ κατῳκήσατε

    Δωριεῖς τὸ παλαιὸν ὄντες. Διὰ τοῦτο δὲ προλήψομαι πορρωτέρωθεν, ἵν᾽

    ἐπίστησθε ὅτι ταύτην ὑμᾶς τὴν χώραν ἐπιχειροῦσιν ἀποστερεῖν, ἣν ὑμεῖς

  • 11

    οὐδὲν ἧττον ἢ τὴν ἄλλην Λακεδαίμονα κέκτησθε δικαίως. Ἐπειδὴ γὰρ

    Ἡρακλῆς μετήλλαξε τὸν βίον θεὸς ἐκ θνητοῦ γενόμενος, κατὰ μὲν ἀρχὰς

    οἱ παῖδες αὐτοῦ διὰ τὴν τῶν ἐχθρῶν δύναμιν ἐν πολλοῖς πλάνοις καὶ

    κινδύνοις ἦσαν, τελευτήσαντος δ᾽ Εὐρυσθέως κατῴκησαν ἐν Δωριεῦσιν.

    Ἐπὶ δὲ τρίτης γενεᾶς ἀφίκοντο εἰς Δελφούς, χρήσασθαι τῷ μαντείῳ περί

    τινων βουληθέντες. ὁ δὲ θεὸς περὶ μὲν ὧν ἐπηρώτησαν οὐκ ἀνεῖλεν,

    ἐκέλευσε δ᾽ αὐτοὺς ἐπὶ τὴν πατρῴαν ἰέναι χώραν.

    16. Ἰσοκράτης, Ἀρχίδαμος, 21 - 23

    Ὑμεῖς μὲν οὖν μέχρι ταυτησὶ τῆς ἡμέρας ἐμμένετε ταῖς συνθήκαις καὶ

    τοῖς ὅρκοις, οὓς ἐποιήσασθε πρὸς τοὺς προγόνους τοὺς ἡμετέρους· διὸ καὶ

    τὸν παρελθόντα χρόνον ἄμεινον τῶν ἄλλων ἐφέρεσθε, καὶ τὸν ἐπιόντα

    προσδοκᾶν χρὴ τοιούτους ὄντας βέλτιον ἢ νῦν πράξειν. Μεσσήνιοι δ᾽ εἰς

    τοῦτ᾽ ἀσεβείας ἦλθον, ὥστ᾽ ἐπιβουλεύσαντες ἀπέκτειναν Κρεσφόντην,

    τὸν οἰκιστὴν μὲν τῆς πόλεως, κύριον δὲ τῆς χώρας, ἔκγονον δ᾽ Ἡρακλέους,

    αὐτῶν δ᾽ ἡγεμόνα γεγενημένον. Διαφυγόντες δ᾽ οἱ παῖδες αὐτοῦ τοὺς

    κινδύνους ἱκέται κατέστησαν ταυτησὶ τῆς πόλεως, ἀξιοῦντες βοηθεῖν τῷ

    τεθνεῶτι καὶ τὴν χώραν διδόντες ἡμῖν. Ἐπερόμενοι δὲ τὸν θεόν, κἀκείνου

    προστάξαντος δέχεσθαι ταῦτα καὶ τιμωρεῖν τοῖς ἠδικημένοις,

    ἐκπολιορκήσαντες Μεσσηνίους οὕτως ἐκτήσασθε τὴν χώραν.

    17. Ἰσοκράτης, Ἀρχίδαμος, 26 - 27

    Ἀλλὰ μὴν οὐδ᾽ ἐκεῖν᾽ ὑμᾶς λέληθεν, ὅτι τὰς κτήσεις καὶ τὰς ἰδίας καὶ τὰς

    κοινάς, ἂν ἐπιγένηται πολὺς χρόνος, κυρίας καὶ πατρῴας ἅπαντες εἶναι

    νομίζουσιν. Ἡμεῖς τοίνυν Μεσσήνην εἵλομεν πρὶν Πέρσας λαβεῖν τὴν

    βασιλείαν καὶ κρατῆσαι τῆς ἠπείρου, καὶ πρὶν οἰκισθῆναί τινας τῶν

  • 12

    πόλεων τῶν Ἑλληνίδων. Καὶ τούτων ἡμῖν ὑπαρχόντων τῷ μὲν βαρβάρῳ

    τὴν Ἀσίαν ὡς πατρῴαν οὖσαν ἀποδιδόασιν, ὃς οὔπω διακόσι᾽ ἔτη

    κατέσχηκε τὴν ἀρχήν, ἡμᾶς δὲ Μεσσήνην ἀποστεροῦσιν, οἳ πλέον

    διπλάσιον χρόνον ἢ τοσοῦτον τυγχάνομεν ἔχοντες αὐτήν· καὶ Θεσπιὰς

    μὲν καὶ Πλαταιὰς ἐχθὲς καὶ πρώην ἀναστάτους πεποιήκασι, ταύτην δὲ

    διὰ τετρακοσίων ἐτῶν μέλλουσι κατοικίζειν, ἀμφότερα παρὰ τοὺς ὅρκους

    καὶ τὰς συνθήκας πράττοντες.

    18. Ἰσοκράτης, Ἀρχίδαμος, 34 - 36

    Λέγουσι δ᾽ οἱ συμβουλεύοντες ἡμῖν ποιεῖσθαι τὴν εἰρήνην, ὡς χρὴ τοὺς

    εὖ φρονοῦντας μὴ τὴν αὐτὴν γνώμην ἔχειν περὶ τῶν πραγμάτων

    εὐτυχοῦντας καὶ δυστυχοῦντας, ἀλλὰ πρὸς τὸ παρὸν ἀεὶ βουλεύεσθαι καὶ

    ταῖς τύχαις ἐπακολουθεῖν καὶ μὴ μεῖζον φρονεῖν τῆς δυνάμεως, μηδὲ τὸ

    δίκαιον ἐν τοῖς τοιούτοις καιροῖς ἀλλὰ τὸ συμφέρον ζητεῖν. Ἐγὼ δὲ περὶ

    μὲν τῶν ἄλλων ὁμολογῶ τούτοις, ὅπως δὲ χρὴ τοῦ δικαίου ποιεῖσθαί τι

    προὐργιαίτερον οὐδεὶς ἄν με λέγων πείσειεν. Ὁρῶ γὰρ καὶ τοὺς νόμους

    ἕνεκα τούτου κειμένους, καὶ τοὺς ἄνδρας τοὺς καλοὺς κἀγαθοὺς ἐπὶ

    τούτῳ φιλοτιμουμένους, καὶ τὰς εὖ πολιτευομένας πόλεις περὶ τούτου

    μάλιστα σπουδαζούσας, ἔτι δὲ τοὺς πολέμους τοὺς προγεγενημένους οὐ

    κατὰ τὰς δυνάμεις ἀλλὰ κατὰ τὸ δίκαιον τὸ τέλος ἅπαντας εἰληφότας,

    ὅλως δὲ τὸν βίον τὸν τῶν ἀνθρώπων διὰ μὲν κακίαν ἀπολλύμενον, δι᾽

    ἀρετὴν δὲ σωζόμενον. Ὥστ᾽ οὐκ ἀθυμεῖν δεῖ τοὺς ὑπὲρ τῶν δικαίων

    κινδυνεύειν μέλλοντας, ἀλλὰ πολὺ μᾶλλον τοὺς ὑβρίζοντας καὶ τοὺς τὰς

    εὐτυχίας μὴ μετρίως φέρειν ἐπισταμένους.

    19. Ἰσοκράτης, Ἀρχίδαμος, 39

  • 13

    Καὶ γὰρ οὐδὲ τοῦτό πω φανερόν ἐστιν, ὡς ἂν ποιήσωμεν τὰ κελευόμενα,

    βεβαίως ἤδη τὴν εἰρήνην ἄξομεν. Οἶμαι γὰρ ὑμᾶς οὐκ ἀγνοεῖν ὅτι πάντες

    εἰώθασι πρὸς μὲν τοὺς ἀμυνομένους περὶ τῶν δικαίων διαλέγεσθαι, τοῖς

    δὲ λίαν ἑτοίμως ποιοῦσι τὸ προσταττόμενον ἀεὶ πλείω προσεπιβάλλειν οἷς

    ἂν ἐξ ἀρχῆς διανοηθῶσιν, ὥστε συμβαίνειν βελτίονος εἰρήνης τυγχάνειν

    τοὺς πολεμικῶς διακειμένους τῶν ῥᾳδίως τὰς ὁμολογίας ποιουμένων.

    20. Ἰσοκράτης, Ἀρχίδαμος, 40 - 43

    Ἵνα δὲ μὴ δοκῶ περὶ ταῦτα πολὺν χρόνον διατρίβειν, ἁπάντων τῶν

    τοιούτων ἀφέμενος ἐπὶ τὸν ἁπλούστατον ἤδη τρέψομαι τῶν λόγων. Εἰ μὲν

    γὰρ μηδένες πώποτε τῶν δυστυχησάντων ἀνέλαβον αὑτοὺς μηδ᾽

    ἐπεκράτησαν τῶν ἐχθρῶν, οὐδ᾽ ἡμᾶς εἰκὸς ἐλπίζειν περιγενήσεσθαι

    πολεμοῦντας· εἰ δὲ πολλάκις γέγονεν ὥστε καὶ τοὺς μείζω δύναμιν

    ἔχοντας ὑπὸ τῶν ἀσθενεστέρων κρατηθῆναι καὶ τοὺς πολιορκοῦντας ὑπὸ

    τῶν κατακεκλειμένων διαφθαρῆναι, τί θαυμαστὸν εἰ καὶ τὰ νῦν

    καθεστῶτα λήψεταί τινα μετάστασιν; Ἐπὶ μὲν οὖν τῆς ἡμετέρας πόλεως

    οὐδὲν ἔχω τοιοῦτον εἰπεῖν· ἐν γὰρ τοῖς ἐπέκεινα χρόνοις οὐδένες πώποτε

    κρείττους ἡμῶν εἰς ταύτην τὴν χώραν εἰσέβαλον· ἐπὶ δὲ τῶν ἄλλων

    πολλοῖς ἄν τις παραδείγμασι χρήσαιτο, καὶ μάλιστ᾽ ἐπὶ τῆς πόλεως τῆς

    Ἀθηναίων. Τούτους γὰρ εὑρήσομεν, ἐξ ὧν μὲν τοῖς ἄλλοις προσέταττον,

    πρὸς τοὺς Ἕλληνας διαβληθέντας, ἐξ ὧν δὲ τοὺς ὑβρίζοντας ἠμύναντο,

    παρὰ πᾶσιν ἀνθρώποις εὐδοκιμήσαντας.

    Τοὺς μὲν οὖν παλαιοὺς κινδύνους εἰ διεξιοίην, οὓς ἐποιήσαντο πρὸς

    Ἀμαζόνας ἢ Θρᾷκας ἢ Πελοποννησίους τοὺς μετ᾽ Εὐρυσθέως εἰς τὴν

    χώραν αὐτῶν εἰσβαλόντας, ἴσως ἀρχαῖα καὶ πόρρω τῶν νῦν παρόντων

    λέγειν ἂν δοκοίην· ἐν δὲ τῷ Περσικῷ πολέμῳ τίς οὐκ οἶδεν ἐξ οἵων

    συμφορῶν εἰς ὅσην εὐδαιμονίαν κατέστησαν; Μόνοι γὰρ τῶν ἔξω

    Πελοποννήσου κατοικούντων, ὁρῶντες τὴν τῶν βαρβάρων δύναμιν

  • 14

    ἀνυπόστατον οὖσαν, οὐκ ἠξίωσαν βουλεύσασθαι περὶ τῶν

    προσταττομένων αὐτοῖς, ἀλλ᾽ εὐθὺς εἵλοντο περιιδεῖν ἀνάστατον τὴν

    πόλιν γεγενημένην μᾶλλον ἢ δουλεύουσαν. Ἐκλιπόντες δὲ τὴν χώραν, καὶ

    πατρίδα μὲν τὴν ἐλευθερίαν νομίσαντες, κοινωνήσαντες δὲ τῶν κινδύνων

    ἡμῖν, τοσαύτης μεταβολῆς ἔτυχον, ὥστε ὀλίγας ἡμέρας στερηθέντες τῶν

    αὑτῶν πολὺν χρόνον τῶν ἄλλων δεσπόται κατέστησαν.

    21. Ἰσοκράτης, Ἀρχίδαμος, 49 - 51

    Κατηγοροῦσι δέ τινες τοῦ πολέμου, καὶ διεξέρχονται τὴν ἀπιστίαν αὐτοῦ,

    τεκμηρίοις ἄλλοις τε πολλοῖς χρώμενοι καὶ μάλιστα τοῖς περὶ ἡμᾶς

    γεγενημένοις, καὶ θαυμάζουσιν εἴ τινες οὕτω χαλεπῷ καὶ παραβόλῳ

    πράγματι πιστεύειν ἀξιοῦσιν. Ἐγὼ δὲ πολλοὺς μὲν οἶδα διὰ τὸν πόλεμον

    μεγάλην εὐδαιμονίαν κτησαμένους, πολλοὺς δὲ τῆς ὑπαρχούσης

    ἀποστερηθέντας διὰ τὴν εἰρήνην· οὐδὲν γὰρ τῶν τοιούτων ἐστὶν

    ἀποτόμως οὔτε κακὸν οὔτ᾽ ἀγαθόν, ἀλλ᾽ ὡς ἂν χρήσηταί τις τοῖς

    πράγμασι καὶ τοῖς καιροῖς, οὕτως ἀνάγκη καὶ τὸ τέλος ἐκβαίνειν ἐξ

    αὐτῶν. Χρὴ δὲ τοὺς μὲν εὖ πράττοντας τῆς εἰρήνης ἐπιθυμεῖν· ἐν ταύτῃ

    γὰρ τῇ καταστάσει πλεῖστον ἄν τις χρόνον τὰ παρόντα διαφυλάξειεν·

    τοὺς δὲ δυστυχοῦντας τῷ πολέμῳ προσέχειν τὸν νοῦν· ἐκ γὰρ τῆς ταραχῆς

    καὶ τῆς καινουργίας θᾶττον ἂν μεταβολῆς τύχοιεν. Ὧν ἡμεῖς δέδοικα μὴ

    τἀναντία πράττοντες φανῶμεν· ὅτε μὲν γὰρ ἐξῆν ἡμῖν τρυφᾶν, πλείους

    τοὺς πολέμους ἐποιούμεθα τοῦ δέοντος, ἐπειδὴ δ᾽ εἰς ἀνάγκην

    καθέσταμεν ὥστε κινδυνεύειν, ἡσυχίας ἐπιθυμοῦμεν καὶ περὶ ἀσφαλείας

    βουλευόμεθα.

  • 15

    22. Ἰσοκράτης, Ἀρχίδαμος, 59 - 61

    Ἐγὼ δὲ μεγίστην ἡγοῦμαι συμμαχίαν εἶναι καὶ βεβαιοτάτην τὸ τὰ δίκαια

    πράττειν (εἰκὸς γὰρ καὶ τὴν τῶν θεῶν εὔνοιαν γενέσθαι μετὰ τούτων,

    εἴπερ χρὴ περὶ τῶν μελλόντων τεκμαίρεσθαι τοῖς ἤδη γεγενημένοις), πρὸς

    δὲ ταύτῃ τὸ καλῶς πολιτεύεσθαι καὶ σωφρόνως ζῆν καὶ μέχρι θανάτου

    μάχεσθαι τοῖς πολεμίοις ἐθέλειν καὶ μηδὲν οὕτω δεινὸν νομίζειν ὡς τὸ

    κακῶς ἀκούειν ὑπὸ τῶν πολιτῶν· ἃ μᾶλλον ἡμῖν ἢ τοῖς ἄλλοις ἀνθρώποις

    ὑπάρχει. Μεθ᾽ ὧν ἐγὼ πολὺ ἂν ἥδιον πολεμοίην ἢ μετὰ πολλῶν

    μυριάδων· οἶδα γὰρ καὶ τοὺς πρώτους ἡμῶν εἰς ταύτην τὴν χώραν

    ἀφικομένους οὐ τῷ πλήθει τῶν ἄλλων περιγενομένους, ἀλλὰ ταῖς ἀρεταῖς

    ταῖς ὑπ᾽ ἐμοῦ προειρημέναις.

    Ὥστ᾽ οὐκ ἄξιον διὰ τοῦτο φοβεῖσθαι τοὺς πολεμίους, ὅτι πολλοὶ

    τυγχάνουσιν ὄντες, ἀλλὰ πολὺ μᾶλλον ἐπ᾽ ἐκείνοις θαρρεῖν, ὅταν ὁρῶμεν

    ἡμᾶς μὲν αὐτοὺς οὕτως ἐνηνοχότας τὰς συμφορὰς ὡς οὐδένες ἄλλοι

    πώποτε, καὶ τοῖς τε νόμοις καὶ τοῖς ἐπιτηδεύμασιν ἐμμένοντας οἷς ἐξ

    ἀρχῆς κατεστησάμεθα, τοὺς δὲ μηδὲ τὰς εὐτυχίας φέρειν δυναμένους,

    ἀλλὰ διατεταραγμένους, καὶ τοὺς μὲν τὰς συμμαχίδας πόλεις

    καταλαμβάνοντας, τοὺς δὲ τἀναντία τούτοις πράττοντας, ἄλλους δὲ περὶ

    χώρας τοῖς ὁμόροις ἀμφισβητοῦντας, τοὺς δὲ μᾶλλον ἀλλήλοις

    φθονοῦντας ἢ πρὸς ἡμᾶς πολεμοῦντας.

    23. Ἰσοκράτης, Ἀρχίδαμος, 62 - 63

    Εἰ δὲ δεῖ καὶ περὶ τῶν ἔξωθεν βοηθειῶν εἰπεῖν, ἡγοῦμαι πολλοὺς ἔσεσθαι

    τοὺς βουλομένους ἐπαμύνειν ἡμῖν. Ἐπίσταμαι γὰρ πρῶτον μὲν

    Ἀθηναίους, εἰ καὶ μὴ πάντα μεθ᾽ ἡμῶν εἰσιν, ἀλλ᾽ ὑπέρ γε τῆς σωτηρίας

    τῆς ἡμετέρας ὁτιοῦν ἂν ποιήσοντας· ἔπειτα τῶν ἄλλων πόλεων ἔστιν ἃς

  • 16

    ὁμοίως ἂν ὑπὲρ τῶν ἡμῖν συμφερόντων ὥσπερ τῶν αὑταῖς

    βουλευσομένας· ἔτι δὲ Διονύσιον τὸν τύραννον καὶ τὸν Αἰγυπτίων

    βασιλέα καὶ τοὺς ἄλλους τοὺς κατὰ τὴν Ἀσίαν δυνάστας, καθ᾽ ὅσον

    ἕκαστοι δύνανται, προθύμως ἂν ἡμῖν ἐπικουρήσοντας· πρὸς δὲ τούτοις καὶ

    τῶν Ἑλλήνων τοὺς ταῖς οὐσίαις προέχοντας καὶ ταῖς δόξαις πρωτεύοντας

    καὶ βελτίστων πραγμάτων ἐπιθυμοῦντας, εἰ καὶ μήπω συνεστήκασιν,

    ἀλλὰ ταῖς γ᾽ εὐνοίαις μεθ᾽ ἡμῶν ὄντας, ἐν οἷς περὶ τῶν μελλόντων

    εἰκότως ἂν μεγάλας ἐλπίδας ἔχοιμεν.

    24. Ἰσοκράτης, Ἀρχίδαμος, 70 - 71

    Τοσοῦτον δ᾽ ἀπέχω τοῦ ποιῆσαί τι τῶν προσταττομένων, ὥστ᾽ εἰ μηδὲν

    γίγνοιτο τούτων μηδὲ βοηθείας μηδαμόθεν τυγχάνοιμεν, ἀλλὰ τῶν

    Ἑλλήνων οἱ μὲν ἀδικοῖεν ἡμᾶς οἱ δὲ περιορῷεν, οὐδ᾽ ἂν οὕτω μεταγνοίην,

    ἀλλὰ πάντας ἂν τοὺς ἐκ τοῦ πολέμου κινδύνους ὑπομείναιμι πρὶν

    ποιήσασθαι τὰς ὁμολογίας ταύτας. Αἰσχυνθείην γὰρ ἂν ὑπὲρ ἀμφοτέρων,

    εἴτε καταγνοίημεν τῶν προγόνων ὡς ἀδίκως Μεσσηνίους ἀφείλοντο τὴν

    χώραν, εἴτ᾽ ἐκείνων ὀρθῶς κτησαμένων καὶ προσηκόντως ἡμεῖς παρὰ τὸ

    δίκαιον συγχωρήσαιμέν τι περὶ αὐτῆς. Τούτων μὲν οὖν οὐδέτερον

    ποιητέον, σκεπτέον δ᾽ ὅπως ἀξίως ἡμῶν αὐτῶν πολεμήσομεν, καὶ μὴ τοὺς

    εἰθισμένους ἐγκωμιάζειν τὴν πόλιν ἐλέγξομεν ψευδεῖς ὄντας, ἀλλὰ

    τοιούτους ἡμᾶς αὐτοὺς παρασχήσομεν, ὥστε δοκεῖν ἐκείνους ἐλάττω τῶν

    ὑπαρχόντων εἰρηκέναι περὶ ἡμῶν.

    25. Ἰσοκράτης, Ἀρχίδαμος, 87 - 89

    Οὐχ οὕτω δ᾽ ἂν προθύμως ἐπὶ τὸν πόλεμον ὑμᾶς παρεκάλουν, εἰ μὴ τὴν

    εἰρήνην ἑώρων ἐξ ὧν μὲν ἐγὼ λέγω καλὴν καὶ βεβαίαν γενησομένην, ἐξ

    ὧν δ᾽ ἔνιοί τινες συμβουλεύουσιν, οὐ μόνον αἰσχρὰν ἐσομένην, ἀλλ᾽ οὐδὲ

    χρόνον οὐδένα παραμενοῦσαν. Ἢν γὰρ παρακατοικισώμεθα τοὺς

  • 17

    Εἵλωτας καὶ τὴν πόλιν ταύτην περιίδωμεν αὐξηθεῖσαν, τίς οὐκ οἶδεν ὅτι

    πάντα τὸν βίον ἐν ταραχαῖς καὶ κινδύνοις διατελοῦμεν ὄντες; Ὥσθ᾽ οἱ

    περὶ ἀσφαλείας διαλεγόμενοι λελήθασιν αὑτοὺς τὴν μὲν εἰρήνην ὀλίγας

    ἡμέρας ἡμῖν ποιοῦντες, τὸν δὲ πόλεμον εἰς ἅπαντα τὸν χρόνον

    κατασκευάζοντες. Ἡδέως δ᾽ ἂν αὐτῶν πυθοίμην, ὑπὲρ τίνων οἴονται

    χρῆναι μαχομένους ἡμᾶς ἀποθνήσκειν· οὐχ ὅταν οἱ πολέμιοι

    προστάττωσί τι παρὰ τὸ δίκαιον καὶ τῆς χώρας ἀποτέμνωνται καὶ τοὺς

    οἰκέτας ἐλευθερῶσι; Καὶ τούτους μὲν κατοικίζωσιν εἰς ταύτην ἣν ἡμῖν οἱ

    πατέρες κατέλιπον, ἡμᾶς δὲ μὴ μόνον τῶν ὄντων ἀποστερῶσιν, ἀλλὰ καὶ

    πρὸς τοῖς ἄλλοις κακοῖς εἰς ὀνείδη καθιστῶσιν;

    Ἐγὼ μὲν γὰρ ὑπὲρ τούτων οὐ μόνον πόλεμον ἀλλὰ καὶ φυγὰς καὶ

    θανάτους οἴομαι προσήκειν ἡμῖν ὑπομένειν· πολὺ γὰρ κρεῖττον ἐν ταῖς

    δόξαις αἷς ἔχομεν τελευτῆσαι τὸν βίον μᾶλλον ἢ ζῆν ἐν ταῖς ἀτιμίαις, ἃς

    ληψόμεθα ποιήσαντες ἃ προστάττουσιν ἡμῖν. Εἰ δὲ δεῖ μηδὲν

    ὑποστειλάμενον εἰπεῖν, αἱρετώτερον ἡμῖν ἐστιν ἀναστάτοις γενέσθαι

    μᾶλλον ἢ καταγελάστοις ὑπὸ τῶν ἐχθρῶν. Τοὺς γὰρ ἐν ἀξιώμασι καὶ

    φρονήμασι τηλικούτοις βεβιωκότας δυοῖν δεῖ θάτερον, ἢ πρωτεύειν ἐν τοῖς

    Ἕλλησιν, ἢ παντάπασιν ἀνῃρῆσθαι, μηδὲν ταπεινὸν διαπραξαμένους

    ἀλλὰ καλὴν τὴν τελευτὴν τοῦ βίου ποιησαμένους.

    26. Ἰσοκράτης, Ἑλένη, 15 – 17

    Ἵνα δὲ μὴ δοκῶ τὸ ῥᾷστον ποιεῖν, ἐπιτιμᾶν τοῖς ἄλλοις μηδὲν ἐπιδεικνὺς

    τῶν ἐμαυτοῦ, πειράσομαι περὶ τῆς αὐτῆς ταύτης εἰπεῖν, παραλιπὼν

    ἅπαντα τὰ τοῖς ἄλλοις εἰρημένα. Τὴν μὲν οὖν ἀρχὴν τοῦ λόγου ποιήσομαι

    τὴν ἀρχὴν τοῦ γένους αὐτῆς. Πλείστων γὰρ ἡμιθέων ὑπὸ Διὸς

    γεννηθέντων μόνης ταύτης γυναικὸς πατὴρ ἠξίωσε κληθῆναι. Σπουδάσας

    δὲ μάλιστα περί τε τὸν ἐξ Ἀλκμήνης καὶ τοὺς ἐκ Λήδας, τοσούτῳ μᾶλλον

  • 18

    Ἑλένην Ἡρακλέους προὐτίμησεν ὥστε τῷ μὲν ἰσχὺν ἔδωκεν, ἣ βίᾳ τῶν

    ἄλλων κρατεῖν δύναται, τῇ δὲ κάλλος ἀπένειμεν, ὃ καὶ τῆς ῥώμης αὐτῆς

    ἄρχειν πέφυκεν. Εἰδὼς δὲ τὰς ἐπιφανείας καὶ τὰς λαμπρότητας οὐκ ἐκ τῆς

    ἡσυχίας, ἀλλ᾽ ἐκ τῶν πολέμων καὶ τῶν ἀγώνων γιγνομένας, βουλόμενος

    αὐτῶν μὴ μόνον τὰ σώματ᾽ εἰς θεοὺς ἀναγαγεῖν ἀλλὰ καὶ τὰς δόξας

    ἀειμνήστους καταλιπεῖν, τοῦ μὲν ἐπίπονον καὶ φιλοκίνδυνον τὸν βίον

    κατέστησε, τῆς δὲ περίβλεπτον καὶ περιμάχητον τὴν φύσιν ἐποίησεν.

    27. Ἰσοκράτης, Ἑλένη, 35 – 37

    Καὶ πρῶτον μὲν τὴν πόλιν σποράδην καὶ κατὰ κώμας οἰκοῦσαν εἰς

    ταὐτὸν συναγαγὼν τηλικαύτην ἐποίησεν ὥστ᾽ ἔτι καὶ νῦν ἀπ᾽ ἐκείνου τοῦ

    χρόνου μεγίστην τῶν Ἑλληνίδων εἶναι· μετὰ δὲ ταῦτα κοινὴν τὴν πατρίδα

    καταστήσας καὶ τὰς ψυχὰς τῶν συμπολιτευομένων ἐλευθερώσας ἐξ ἴσου

    τὴν ἅμιλλαν αὐτοῖς περὶ τῆς ἀρετῆς ἐποίησε, πιστεύων μὲν ὁμοίως αὐτῶν

    προέξειν ἀσκούντων ὥσπερ ἀμελούντων, εἰδὼς δὲ τὰς τιμὰς ἡδίους οὔσας

    τὰς παρὰ τῶν μέγα φρονούντων ἢ τὰς παρὰ τῶν δουλευόντων. Τοσούτου

    δ᾽ ἐδέησεν ἀκόντων τι ποιεῖν τῶν πολιτῶν ὥσθ᾽ ὁ μὲν τὸν δῆμον καθίστη

    κύριον τῆς πολιτείας, οἱ δὲ μόνον αὐτὸν ἄρχειν ἠξίουν, ἡγούμενοι

    πιστοτέραν καὶ κοινοτέραν εἶναι τὴν ἐκείνου μοναρχίαν τῆς αὑτῶν

    δημοκρατίας. Οὐ γὰρ ὥσπερ ἕτεροι τοὺς μὲν πόνους ἄλλοις προσέταττε,

    τῶν δ᾽ ἡδονῶν αὐτὸς μόνος ἀπέλαυεν, ἀλλὰ τοὺς μὲν κινδύνους ἰδίους

    ἐποιεῖτο, τὰς δ᾽ ὠφελείας ἅπασιν εἰς τὸ κοινὸν ἀπεδίδου.

    28. Ἰσοκράτης, Ἑλένη, 39 – 41

    Μετὰ γὰρ τὴν Θησέως εἰς Ἅιδου κατάβασιν ἐπανελθούσης αὖθις εἰς

    Λακεδαίμονα καὶ πρὸς τὸ μνηστεύεσθαι λαβούσης ἡλικίαν ἅπαντες οἱ

  • 19

    τότε βασιλεύοντες καὶ δυναστεύοντες τὴν αὐτὴν γνώμην ἔσχον περὶ

    αὐτῆς· Ἐξὸν γὰρ αὐτοῖς λαμβάνειν ἐν ταῖς αὑτῶν πόλεσι γυναῖκας τὰς

    πρωτευούσας, ὑπεριδόντες τοὺς οἴκοι γάμους ἦλθον ἐκείνην

    μνηστεύσοντες. Οὔπω δὲ κεκριμένου τοῦ μέλλοντος αὐτῇ συνοικήσειν

    ἀλλ᾽ ἔτι κοινῆς τῆς τύχης οὔσης οὕτω πρόδηλος ἦν ἅπασιν ἐσομένη

    περιμάχητος ὥστε συνελθόντες πίστεις ἔδοσαν ἀλλήλοις ἦ μὴν

    βοηθήσειν, εἴ τις ἀποστεροίη τὸν ἀξιωθέντα λαβεῖν αὐτήν, νομίζων

    ἕκαστος τὴν ἐπικουρίαν ταύτην αὑτῷ παρασκευάζειν. Τῆς μὲν οὖν ἰδίας

    ἐλπίδος πλὴν ἑνὸς ἀνδρὸς ἅπαντες ἐψεύσθησαν, τῆς δὲ κοινῆς δόξης ἧς

    ἔσχον περὶ ἐκείνης οὐδεὶς αὐτῶν διήμαρτεν.

    29. Ἰσοκράτης, Ἑλένη, 49 – 51

    Τίς δ᾽ ἂν τὸν γάμον τὸν Ἑλένης ὑπερεῖδεν, ἧς ἁρπασθείσης οἱ μὲν

    Ἕλληνες οὕτως ἠγανάκτησαν ὥσπερ ὅλης τῆς Ἑλλάδος πεπορθημένης, οἱ

    δὲ βάρβαροι τοσοῦτον ἐφρόνησαν, ὅσον περ ἂν εἰ πάντων ἡμῶν

    ἐκράτησαν. Δῆλον δ᾽ ὡς ἑκάτεροι διετέθησαν· πολλῶν γὰρ αὐτοῖς

    πρότερον ἐγκλημάτων γενομένων περὶ μὲν τῶν ἄλλων ἡσυχίαν ἦγον,

    ὑπὲρ δὲ ταύτης τηλικοῦτον συνεστήσαντο πόλεμον οὐ μόνον τῷ μεγέθει

    τῆς ὀργῆς ἀλλὰ καὶ τῷ μήκει τοῦ χρόνου καὶ τῷ πλήθει τῶν παρασκευῶν

    ὅσος οὐδεὶς πώποτε γέγονεν. Ἐξὸν δὲ τοῖς μὲν ἀποδοῦσιν Ἑλένην

    ἀπηλλάχθαι τῶν παρόντων κακῶν, τοῖς δ᾽ ἀμελήσασιν ἐκείνης ἀδεῶς

    οἰκεῖν τὸν ἐπίλοιπον χρόνον, οὐδέτεροι ταῦτ᾽ ἠθέλησαν· ἀλλ᾽ οἱ μὲν

    περιεώρων καὶ πόλεις ἀναστάτους γιγνομένας καὶ τὴν χώραν

    πορθουμένην, ὥστε μὴ προέσθαι τοῖς Ἕλλησιν αὐτήν, οἱ δ᾽ ᾑροῦντο

    μένοντες ἐπὶ τῆς ἀλλοτρίας καταγηράσκειν καὶ μηδέποτε τοὺς αὑτῶν

    ἰδεῖν μᾶλλον ἢ 'κείνην καταλιπόντες εἰς τὰς αὑτῶν πατρίδας ἀπελθεῖν.

  • 20

    30. Ἰσοκράτης, Ἑλένη, 67 – 68

    Πολὺ δὲ πλείω τὰ παραλελειμμένα τῶν εἰρημένων ἐστίν. Χωρὶς γὰρ

    τεχνῶν καὶ φιλοσοφιῶν καὶ τῶν ἄλλων ὠφελειῶν, ἃς ἔχοι τις ἂν εἰς

    ἐκείνην καὶ τὸν πόλεμον τὸν Τρωϊκὸν ἀνενεγκεῖν, δικαίως ἂν καὶ τοῦ μὴ

    δουλεύειν ἡμᾶς τοῖς βαρβάροις Ἑλένην αἰτίαν εἶναι νομίζοιμεν.

    Εὑρήσομεν γὰρ τοὺς Ἕλληνας δι᾽ αὐτὴν ὁμονοήσαντας καὶ κοινὴν

    στρατείαν ἐπὶ τοὺς βαρβὰρους ποιησαμένους, καὶ τότε πρῶτον τὴν

    Εὐρώπην τῆς Ἀσίας τρόπαιον στήσασαν· ἐξ ὧν τοσαύτης μεταβολῆς

    ἐτύχομεν ὥστε τὸν μὲν ἐπέκεινα χρόνον οἱ δυστυχοῦντες ἐν τοῖς

    βαρβάροις τῶν Ἑλληνίδων πόλεων ἄρχειν ἠξίουν, καὶ Δαναὸς μὲν ἐξ

    Αἰγύπτου φυγὼν Ἄργος κατέσχε, Κάδμος δὲ Σιδώνιος Θηβῶν ἐβασίλευσε,

    Κᾶρες δὲ τὰς νήσους κατῴκουν, Πελοποννήσου δὲ συμπάσης ὁ Ταντάλου

    Πέλοψ ἐκράτησεν, μετὰ δ᾽ ἐκεῖνον τὸν πόλεμον τοσαύτην ἐπίδοσιν τὸ

    γένος ἡμῶν ἔλαβεν ὥστε καὶ πόλεις μεγάλας καὶ χώραν πολλὴν

    ἀφελέσθαι τῶν βαρβάρων.

    31. Ἰσοκράτης, Ἐπιστολὴ Διονυσίῳ 1 – 3

    Ἰσοκράτης Διονυσίῳ χαίρειν

    Εἰ μὲν νεώτερος ἦν, οὐκ ἂν ἐπιστολὴν ἔπεμπον, ἀλλ᾽ αὐτὸς ἄν σοι

    πλεύσας ἐνταῦθα διελέχθην· ἐπειδὴ δ᾽ οὐ κατὰ τοὺς αὐτοὺς χρόνους ὅ τε

    τῆς ἡλικίας τῆς ἐμῆς καιρὸς καὶ τῶν σῶν πραγμάτων συμβέβηκεν, ἀλλ᾽

    ἐγὼ μὲν προαπείρηκα, τὰ δὲ πράττεσθαι νῦν ἀκμὴν εἴληφεν, ὡς οἷόν τ᾽

    ἐστὶν ἐκ τῶν παρόντων, οὕτω σοι πειράσομαι δηλῶσαι περὶ αὐτῶν. Οἶδα

    μὲν οὖν ὅτι τοῖς συμβουλεύειν ἐπιχειροῦσι πολὺ διαφέρει μὴ διὰ

    γραμμάτων ποιεῖσθαι τὴν συνουσίαν ἀλλ᾽ αὐτοὺς πλησιάσαντας, οὐ

    μόνον ὅτι περὶ τῶν αὐτῶν πραγμάτων ῥᾷον ἄν τις παρὼν πρὸς παρόντα

  • 21

    φράσειεν ἢ δι᾽ ἐπιστολῆς δηλώσειεν, οὐδ᾽ ὅτι πάντες τοῖς λεγομένοις

    μᾶλλον ἢ τοῖς γεγραμμένοις πιστεύουσι, καὶ τῶν μὲν ὡς εἰσηγημάτων,

    τῶν δ᾽ ὡς ποιημάτων ποιοῦνται τὴν ἀκρόασιν· ἔτι δὲ πρὸς τούτοις ἐν μὲν

    ταῖς συνουσίαις ἢν ἀγνοηθῇ τι τῶν λεγομένων ἢ μὴ πιστευθῇ, παρὼν ὁ

    τὸν λόγον διεξιὼν ἀμφοτέροις τούτοις ἐπήμυνεν, ἐν δὲ τοῖς

    ἐπιστελλομένοις καὶ γεγραμμένοις ἤν τι συμβῇ τοιοῦτον, οὐκ ἔστιν ὁ

    διορθώσων· ἀπόντος γὰρ τοῦ γράψαντος ἔρημα τοῦ βοηθήσοντός ἐστιν.

    32. Ἰσοκράτης, Ἐπιστολὴ Διονυσίῳ 5 – 7

    Ἐπήρθην μὲν οὖν ἐπιστέλλειν σοι διὰ ταῦτα. Λέγειν δὲ μέλλω περὶ

    μεγάλων πραγμάτων καὶ περὶ ὧν οὐδενὶ τῶν ζώντων ἀκοῦσαι μᾶλλον ἢ

    σοὶ προσήκει. Καὶ μὴ νόμιζέ με προθύμως οὕτω σε παρακαλεῖν, ἵνα γένῃ

    συγγράμματος ἀκροατής· οὐ γὰρ οὔτ᾽ ἐγὼ τυγχάνω φιλοτίμως

    διακείμενος πρὸς τὰς ἐπιδείξεις οὔτε σὺ λανθάνεις ἡμᾶς ἤδη πλήρης ὢν

    τῶν τοιούτων. Πρὸς δὲ τούτοις κἀκεῖνο πᾶσι φανερόν, ὅτι τοῖς μὲν

    ἐπιδείξεως δεομένοις αἱ πανηγύρεις ἁρμόττουσιν, ἐκεῖ γὰρ ἄν τις ἐν

    πλείστοις τὴν αὑτοῦ δύναμιν διασπείρειεν, τοῖς δὲ διαπράξασθαί τι

    βουλομένοις πρὸς τοῦτον διαλεκτέον, ὅστις τάχιστα μέλλει τὰς πράξεις

    ἐπιτελεῖν τὰς ὑπὸ τοῦ λόγου δηλωθείσας. Εἰ μὲν οὖν μιᾷ τινι τῶν πόλεων

    εἰσηγούμην, πρὸς τοὺς ἐκείνης προεστῶτας τοὺς λόγους ἂν ἐποιούμην·

    ἐπειδὴ δ᾽ ὑπὲρ τῆς τῶν Ἑλλήνων σωτηρίας παρεσκεύασμαι συμβουλεύειν,

    πρὸς τίν᾽ ἂν δικαιότερον διαλεχθείην ἢ πρὸς τὸν πρωτεύοντα τοῦ γένους

    καὶ μεγίστην ἔχοντα δύναμιν;

    33. Ἰσοκράτης, Ἐπιστολὴ Τιμοθέῳ 1 - 3

  • 22

    Περὶ μὲν τῆς οἰκειότητος τῆς ὑπαρχούσης ἡμῖν πρὸς ἀλλήλους οἶμαί σε

    πολλῶν ἀκηκοέναι, συγχαίρω δέ σοι πυνθανόμενος, πρῶτον μὲν ὅτι τῇ

    δυναστείᾳ τῇ παρούσῃ κάλλιον χρῇ τοῦ πατρὸς καὶ φρονιμώτερον, ἔπειθ᾽

    ὅτι προαιρεῖ δόξαν καλὴν κτήσασθαι μᾶλλον ἢ πλοῦτον μέγαν

    συναγαγεῖν. Σημεῖον γὰρ οὐ μικρὸν ἐκφέρεις ἀρετῆς, ἀλλ᾽ ὡς δυνατὸν

    μέγιστον, ταύτην ἔχων τὴν γνώμην· ὥστ᾽ ἢν ἐμμείνῃς τοῖς περὶ σοῦ νῦν

    λεγομένοις, οὐκ ἀπορήσεις τῶν ἐγκωμιασομένων τήν τε φρόνησιν τὴν

    σὴν καὶ τὴν προαίρεσιν ταύτην. Ἡγοῦμαι δὲ καὶ τὰ διηγγελμένα περὶ τοῦ

    πατρός σου συμβαλεῖσθαι μεγάλην πίστιν πρὸς τὸ δοκεῖν εὖ φρονεῖν σε

    καὶ διαφέρειν τῶν ἄλλων· εἰώθασι γὰρ οἱ πλεῖστοι τῶν ἀνθρώπων οὐχ

    οὕτως ἐπαινεῖν καὶ τιμᾶν τοὺς ἐκ τῶν πατέρων τῶν εὐδοκιμούντων

    γεγονότας, ὡς τοὺς ἐκ τῶν δυσκόλων καὶ χαλεπῶν, ἤν περ φαίνωνται

    μηδὲν ὅμοιοι τοῖς γονεῦσιν ὄντες.

    34. Ἰσοκράτης, Ἐπιστολὴ τοῖς Ἰάσονος παισίν 1 - 3

    Ἀπήγγειλέ τίς μοι τῶν πρεσβευσάντων ὡς ὑμᾶς ὅτι καλέσαντες αὐτὸν

    ἄνευ τῶν ἄλλων ἐρωτήσαιτ᾽ εἰ πεισθείην ἂν ἀποδημῆσαι καὶ διατρῖψαι

    παρ᾽ ὑμῖν. Ἐγὼ δ᾽ ἕνεκα μὲν τῆς Ἰάσονος καὶ Πολυαλκοῦς ξενίας ἡδέως

    ἂν ἀφικοίμην ὡς ὑμᾶς· οἶμαι γὰρ ἂν τὴν ὁμιλίαν τὴν γενομένην ἅπασιν

    ἡμῖν συνενεγκεῖν· ἀλλὰ γὰρ ἐμποδίζει με πολλά, μάλιστα μὲν τὸ μὴ

    δύνασθαι πλανᾶσθαι καὶ τὸ μὴ πρέπειν ἐπιξενοῦσθαι τοῖς τηλικούτοις,

    ἔπειθ᾽ ὅτι πάντες οἱ πυθόμενοι τὴν ἀποδημίαν δικαίως ἄν μου

    καταφρονήσειαν, εἰ προῃρημένος τὸν ἄλλον χρόνον ἡσυχίαν ἄγειν ἐπὶ

    γήρως ἀποδημεῖν ἐπιχειροίην, ὅτ᾽ εἰκὸς ἦν, εἰ καὶ πρότερον ἄλλοθί που

    διέτριβον, νῦν οἴκαδε σπεύδειν, οὕτως ὑπογυίου μοι τῆς τελευτῆς οὔσης.

    Πρὸς δὲ τούτοις φοβοῦμαι καὶ τὴν πόλιν· χρὴ γὰρ τἀληθῆ λέγειν. Ὁρῶ

    γὰρ τὰς συμμαχίας τὰς πρὸς αὐτὴν γιγνομένας ταχέως διαλυομένας. Εἰ

    δή τι συμβαίη καὶ πρὸς ὑμᾶς τοιοῦτον, εἰ καὶ τὰς αἰτίας καὶ τοὺς κινδύνους

  • 23

    διαφυγεῖν δυνηθείην, ὃ χαλεπόν ἐστιν, ἀλλ᾽ οὖν αἰσχυνθείην ἄν, εἴτε διὰ

    τὴν πόλιν δόξαιμί τισιν ὑμῶν ἀμελεῖν, εἴτε δι᾽ ὑμᾶς τῆς πόλεως ὀλιγωρεῖν.

    Μὴ κοινοῦ δὲ τοῦ συμφέροντος ὄντος οὐκ οἶδ᾽ ὅπως ἂν ἀμφοτέροις

    ἀρέσκειν δυνηθείην. Αἱ μὲν οὖν αἰτίαι, δι᾽ ἃς οὐκ ἔξεστί μοι ποιεῖν ἃ

    βούλομαι, τοιαῦται συμβεβήκασιν.

    35. Ἰσοκράτης, Ἐπιστολὴ τοῖς Ἰάσονος παισίν 8 - 9

    Εἴθισμαι γὰρ λέγειν πρὸς τοὺς περὶ τὴν φιλοσοφίαν τὴν ἡμετέραν

    διατρίβοντας ὅτι τοῦτο πρῶτον δεῖ σκέψασθαι, τί τῷ λόγῳ καὶ τοῖς τοῦ

    λόγου μέρεσι διαπρακτέον ἐστίν· ἐπειδὰν δὲ τοῦθ᾽ εὕρωμεν καὶ

    διακριβωσώμεθα, ζητητέον εἶναί φημι τὰς ἰδέας δι᾽ ὧν ταῦτ᾽

    ἐξεργασθήσεται καὶ λήψεται τέλος ὅπερ ὑπεθέμεθα. Καὶ ταῦτα φράζω

    μὲν ἐπὶ τῶν λόγων, ἔστι δὲ τοῦτο στοιχεῖον καὶ κατὰ τῶν ἄλλων ἁπάντων

    καὶ κατὰ τῶν ὑμετέρων πραγμάτων. Οὐδὲν γὰρ οἷόν τ᾽ ἐστὶ πραχθῆναι

    νοῦν ἐχόντως, ἂν μὴ τοῦτο πρῶτον μετὰ πολλῆς προνοίας λογίσησθε καὶ

    βουλεύσησθε, πῶς χρὴ τὸν ἐπίλοιπον χρόνον ὑμῶν αὐτῶν προστῆναι καὶ

    τίνα βίον προελέσθαι καὶ ποίας δόξης ὀριγνηθῆναι καὶ ποτέρας τῶν τιμῶν

    ἀγαπῆσαι, τὰς παρ᾽ ἑκόντων γιγνομένας ἢ τὰς παρ᾽ ἀκόντων τῶν

    πολιτῶν· ταῦτα δὲ διορισαμένους τότ᾽ ἤδη τὰς πράξεις τὰς καθ᾽ ἑκάστην

    τὴν ἡμέραν σκεπτέον, ὅπως συντενοῦσι πρὸς τὰς ὑποθέσεις τὰς ἐξ ἀρχῆς

    γενομένας.

    36. Ἰσοκράτης, Ἐπιστολὴ τοῖς Ἰάσονος παισίν 11 - 12

    Ἴσως ἂν οὖν τις τῶν εἰκῇ ζῆν προῃρημένων τοὺς μὲν τοιούτους

    λογισμοὺς διασύρειν ἐπιχειρήσειεν, ἀξιώσειε δ᾽ ἂν ἤδη με συμβουλεύειν

  • 24

    περὶ τῶν προειρημένων. Ἔστιν οὖν οὐκ ὀκνητέον ἀποφήνασθαι περὶ

    αὐτῶν ἃ τυγχάνω γιγνώσκων. Ἐμοὶ γὰρ αἱρετώτερος ὁ βίος εἶναι δοκεῖ καὶ

    βελτίων ὁ τῶν ἰδιωτευόντων ἢ τῶν τυραννούντων, καὶ τὰς τιμὰς ἡδίους

    ἡγοῦμαι τὰς ἐν ταῖς πολιτείαις ἢ τὰς ἐν ταῖς μοναρχίαις· καὶ περὶ τούτων

    λέγειν ἐπιχειρήσω. Καίτοι μ᾽ οὐ λέληθεν ὅτι πολλοὺς ἕξω τοὺς

    ἐναντιουμένους, καὶ μάλιστα τοὺς περὶ ὑμᾶς ὄντας. Οἶμαι γὰρ οὐχ ἥκιστα

    τούτους ἐπὶ τὴν τυραννίδα παροξύνειν ὑμᾶς· σκοποῦσι γὰρ οὐ πανταχῇ

    τὴν φύσιν τοῦ πράγματος, ἀλλὰ πολλὰ παραλογίζονται σφᾶς αὐτούς. Τὰς

    μὲν γὰρ ἐξουσίας καὶ τὰ κέρδη καὶ τὰς ἡδονὰς ὁρῶσι καὶ τούτων

    ἀπολαύσεσθαι προσδοκῶσι, τὰς δὲ ταραχὰς καὶ τοὺς φόβους καὶ τὰς

    συμφορὰς τὰς τοῖς ἄρχουσι συμπιπτούσας καὶ τοῖς φίλοις αὐτῶν οὐ

    θεωροῦσιν, ἀλλὰ πεπόνθασιν ὅπερ οἱ τοῖς αἰσχίστοις καὶ παρανομωτάτοις

    τῶν ἔργων ἐπιχειροῦντες.

    37. Ἰσοκράτης, Κατὰ τῶν σοφιστῶν 1 - 4

    Εἰ πάντες ἤθελον οἱ παιδεύειν ἐπιχειροῦντες ἀληθῆ λέγειν, καὶ μὴ

    μείζους ποιεῖσθαι τὰς ὑποσχέσεις ὧν ἔμελλον ἐπιτελεῖν, οὐκ ἂν κακῶς

    ἤκουον ὑπὸ τῶν ἰδιωτῶν· νῦν δ' οἱ τολμῶντες λίαν ἀπερισκέπτως

    ἀλαζονεύεσθαι πεποιήκασιν ὥστε δοκεῖν ἄμεινον βουλεύεσθαι τοὺς

    ῥᾳθυμεῖν αἱρουμένους τῶν περὶ τὴν φιλοσοφίαν διατριβόντων. Τίς γὰρ

    οὐκ ἂν μισήσειεν ἅμα καὶ καταφρονήσειε πρῶτον μὲν τῶν περὶ τὰς ἔριδας

    διατριβόντων, οἳ προσποιοῦνται μὲν τὴν ἀλήθειαν ζητεῖν, εὐθὺς δ' ἐν

    ἀρχῇ τῶν ἐπαγγελμάτων ψευδῆ λέγειν ἐπιχειροῦσιν;

    Οἶμαι γὰρ ἅπασιν εἶναι φανερὸν ὅτι τὰ μέλλοντα προγιγνώσκειν οὐ τῆς

    ἡμετέρας φύσεώς ἐστιν, ἀλλὰ τοσοῦτον ἀπέχομεν ταύτης τῆς φρονήσεως,

    ὥσθ' Ὅμηρος ὁ μεγίστην ἐπὶ σοφίᾳ δόξαν εἰληφὼς καὶ τοὺς θεοὺς

    πεποίηκεν ἔστιν ὅτε βουλευομένους ὑπὲρ αὐτῶν, οὐ τὴν ἐκείνων γνώμην

    εἰδώς, ἀλλ' ἡμῖν ἐνδείξασθαι βουλόμενος ὅτι τοῖς ἀνθρώποις ἓν τοῦτο τῶν

  • 25

    ἀδυνάτων ἐστίν. Οὗτοι τοίνυν εἰς τοῦτο τόλμης ἐληλύθασιν, ὥστε

    πειρῶνται πείθειν τοὺς νεωτέρους ὡς, ἢν αὐτοῖς πλησιάζωσιν, ἅ τε

    πρακτέον ἐστὶν εἴσονται καὶ διὰ ταύτης τῆς ἐπιστήμης εὐδαίμονες

    γενήσονται. Καὶ τηλικούτων ἀγαθῶν αὑτοὺς διδασκάλους καὶ κυρίους

    καταστήσαντες, οὐκ αἰσχύνονται τρεῖς ἢ τέτταρας μνᾶς ὑπὲρ τούτων

    αἰτοῦντες.

    38. Ἰσοκράτης, Βούσιρις 48 -50

    Ἀλλὰ γὰρ ἴσως ἂν εἴποις ὡς . . . ἐβουλήθης τοῖς φιλοσόφοις παράδειγμα

    καταλιπεῖν ὡς χρὴ περὶ τῶν αἰσχρῶν αἰτιῶν καὶ δυσχερῶν πραγμάτων

    ποιεῖσθαι τὰς ἀπολογίας. Ἀλλ' εἰ καὶ πρότερον ἠγνόεις, οἶμαί σοι νῦν

    γεγενῆσθαι φανερὸν ὅτι πολὺ θᾶττον ἄν τις σωθείη μηδὲν φθεγξάμενος ἢ

    τοῦτον τὸν τρόπον ἀπολογησάμενος. Καὶ μὲν δὴ καὶ τοῦτο δῆλον, ὅτι τῆς

    φιλοσοφίας ἐπικήρως διακειμένης καὶ φθονουμένης διὰ τοὺς τοιούτους

    τῶν λόγων ἔτι μᾶλλον αὐτὴν μισήσουσιν. Ἢν οὖν ἐμοὶ πείθῃ, μάλιστα

    μὲν οὐ ποιήσει τοῦ λοιποῦ πονηρὰς ὑποθέσεις, εἰ δὲ μή, τοιαῦτα ζητήσεις

    λέγειν ἐξ ὧν μήτ' αὐτὸς χείρων εἶναι δόξεις μήτε τοὺς μιμουμένους

    λυμανεῖ μήτε τὴν περὶ τοὺς λόγους παίδευσιν διαβαλεῖς. Καὶ μὴ

    θαυμάσῃς, εἰ νεώτερος ὢν καὶ μηδέν σοι προσήκων οὕτω προχείρως

    ἐπιχειρῶ σε νουθετεῖν· ἡγοῦμαι γὰρ οὐ τῶν πρεσβυτάτων οὐδὲ τῶν

    οἰκειοτάτων, ἀλλὰ τῶν πλεῖστ' εἰδότων καὶ βουλομένων ὠφελεῖν ἔργον

    εἶναι περὶ τῶν τοιούτων συμβουλεύειν.

    39. Ἰσοκράτης, Νικοκλῆς ἢ Κύπριοι 1 -2

    Εἰσί τινες οἳ δυσκόλως ἔχουσι πρὸς τοὺς λόγους καὶ διαμέμφονται τοὺς

    φιλοσοφοῦντας, καί φασιν αὐτοὺς οὐκ ἀρετῆς ἀλλὰ πλεονεξίας ἕνεκα

    ποιεῖσθαι τὰς τοιαύτας διατριβάς. Ἡδέως ἂν οὖν πυθοίμην τῶν οὕτω

    διακειμένων, διὰ τί τοὺς μὲν εὖ λέγειν ἐπιθυμοῦντας ψέγουσι, τοὺς δ'

  • 26

    ὀρθῶς πράττειν βουλομένους ἐπαινοῦσιν· εἰ γὰρ αἱ πλεονεξίαι λυποῦσιν

    αὐτούς, πλείους καὶ μείζους ἐκ τῶν ἔργων ἢ τῶν λόγων εὑρήσομεν

    γιγνομένας. Ἔπειτα κἀκεῖν' ἄτοπον εἰ λέληθεν αὐτούς, ὅτι τὰ περὶ τοὺς

    θεοὺς εὐσεβοῦμεν καὶ τὴν δικαιοσύνην ἀσκοῦμεν καὶ τὰς ἄλλας ἀρετὰς

    ἐπιτηδεύομεν οὐχ ἵνα τῶν ἄλλων ἔλαττον ἔχωμεν, ἀλλ' ὅπως ἂν ὡς μετὰ

    πλείστων ἀγαθῶν τὸν βίον διάγωμεν. Ὥστ' οὐ κατηγορητέον τῶν

    πραγμάτων τούτων ἐστί, δι' ὧν ἄν τις μετ' ἀρετῆς πλεονεκτήσειεν, ἀλλὰ

    τῶν ἀνθρώπων τῶν περὶ τὰς πράξεις ἐξαμαρτανόντων ἢ τοῖς λόγοις

    ἐξαπατώντων καὶ μὴ δικαίως χρωμένων αὐτοῖς.

    40. Ἰσοκράτης, Νικοκλῆς ἢ Κύπριοι 5 -7

    Τοῖς μὲν γὰρ ἄλλοις οἷς ἔχομεν οὐδὲν τῶν ἄλλων ζῴων διαφέρομεν,

    ἀλλὰ πολλῶν καὶ τῷ τάχει καὶ τῇ ῥώμῃ καὶ ταῖς ἄλλαις εὐπορίαις

    καταδεέστεροι τυγχάνομεν ὄντες· ἐγγενομένου δ' ἡμῖν τοῦ πείθειν

    ἀλλήλους καὶ δηλοῦν πρὸς ἡμᾶς αὐτοὺς περὶ ὧν ἂν βουληθῶμεν, οὐ

    μόνον τοῦ θηριωδῶς ζῆν ἀπηλλάγημεν, ἀλλὰ καὶ συνελθόντες πόλεις

    ᾠκίσαμεν καὶ νόμους ἐθέμεθα καὶ τέχνας εὕρομεν, καὶ σχεδὸν ἅπαντα τὰ

    δι' ἡμῶν μεμηχανημένα λόγος ἡμῖν ἐστιν ὁ συγκατασκευάσας. Οὗτος γὰρ

    περὶ τῶν δικαίων καὶ τῶν ἀδίκων καὶ τῶν αἰσχρῶν καὶ τῶν καλῶν

    ἐνομοθέτησεν· ὧν μὴ διαταχθέντων οὐκ ἂν οἷοί τ' ἦμεν οἰκεῖν μετ'

    ἀλλήλων. Τούτῳ καὶ τοὺς κακοὺς ἐξελέγχομεν καὶ τοὺς ἀγαθοὺς

    ἐγκωμιάζομεν. Διὰ τούτου τούς τ' ἀνοήτους παιδεύομεν καὶ τοὺς

    φρονίμους δοκιμάζομεν· τὸ γὰρ λέγειν ὡς δεῖ τοῦ φρονεῖν εὖ μέγιστον

    σημεῖον ποιούμεθα, καὶ λόγος ἀληθὴς καὶ νόμιμος καὶ δίκαιος ψυχῆς

    ἀγαθῆς καὶ πιστῆς εἴδωλόν ἐστιν.

    41. Ἰσοκράτης, Νικοκλῆς ἢ Κύπριοι 26 - 28

    Εἰ δὲ δεῖ τι καὶ τῶν ἀρχαίων εἰπεῖν, λέγεται καὶ τοὺς θεοὺς ὑπὸ Διὸς

    βασιλεύεσθαι. Περὶ ὧν εἰ μὲν ἀληθὴς ὁ λόγος ἐστὶν, δῆλον ὅτι κἀκεῖνοι

  • 27

    ταύτην τὴν κατάστασιν προκρίνουσιν, εἰ δὲ τὸ μὲν σαφὲς μηδεὶς οἶδεν,

    αὐτοὶ δ' εἰκάζοντες οὕτω περὶ αὐτῶν ὑπειλήφαμεν, σημεῖον ὅτι πάντες

    τὴν μοναρχίαν προτιμῶμεν· οὐ γὰρ ἄν ποτ' αὐτῇ χρῆσθαι τοὺς θεοὺς

    ἔφαμεν, εἰ μὴ πολὺ τῶν ἄλλων αὐτὴν προέχειν ἐνομίζομεν. Περὶ μὲν οὖν

    τῶν πολιτειῶν, ὅσον ἀλλήλων διαφέρουσιν, ἅπαντα μὲν οὔθ' εὑρεῖν οὔτ'

    εἰπεῖν δυνατόν ἐστιν· οὐ μὴν ἀλλὰ πρός γε τὸ παρὸν ἀποχρώντως καὶ νῦν

    εἴρηται περὶ αὐτῶν. Ὡς δὲ προσηκόντως τὴν ἀρχὴν ἡμεῖς ἔχομεν, πολὺ

    τούτου συντομώτερος καὶ μᾶλλον ὁμολογούμενος ὁ λόγος ἐστίν. Τίς γὰρ

    οὐκ οἶδεν, ὅτι Τεῦκρος μὲν ὁ τοῦ γένους ἡμῶν ἀρχηγὸς, παραλαβὼν τοὺς

    τῶν ἄλλων πολιτῶν προγόνους, πλεύσας δεῦρο καὶ τὴν πόλιν αὐτοῖς

    ἔκτισεν καὶ τὴν χώραν κατένειμεν, ὁ δὲ πατὴρ Εὐαγόρας ἀπολεσάντων

    ἑτέρων τὴν ἀρχὴν πάλιν ἀνέλαβεν, ὑποστὰς τοὺς μεγίστους κινδύνους,

    καὶ τοσοῦτον μετέστησεν ὥστε μηκέτι Φοίνικας Σαλαμινίων τυραννεῖν,

    ἀλλ' ὧνπερ ἦν τὴν ἀρχὴν, τούτους καὶ νῦν ἔχειν τὴν βασιλείαν;

    42. Ἰσοκράτης, Νικοκλῆς ἢ Κύπριοι 29 - 32

    Λοιπὸν οὖν ἐστιν ὧν προεθέμην περὶ ἐμαυτοῦ διελθεῖν, ἵν' ἐπίστησθ' ὅτι

    τοιοῦτός ἐστιν ὑμῶν ὁ βασιλεύων, ὃς οὐ μόνον διὰ τοὺς προγόνους, ἀλλὰ

    καὶ δι' ἐμαυτὸν δικαίως ἂν καὶ μείζονος τιμῆς ἢ τηλικαύτης ἠξιώθην.

    Οἶμαι γὰρ ἐγὼ πάντας ἂν ὁμολογῆσαι πλείστου τῶν ἀρετῶν ἀξίας εἶναι

    τήν τε σωφροσύνην καὶ τὴν δικαιοσύνην. Οὐ γὰρ μόνον ἡμᾶς τὸ καθ'

    αὑτὰς ὠφελοῦσιν, ἀλλ' εἰ 'θέλοιμεν σκοπεῖν καὶ τὰς φύσεις καὶ τὰς

    δυνάμεις καὶ τὰς χρήσεις τῶν πραγμάτων, εὑρήσομεν τὰς μὲν μὴ

    μετεχούσας τούτων τῶν ἰδεῶν μεγάλων κακῶν αἰτίας οὔσας, τὰς δὲ μετὰ

    δικαιοσύνης καὶ σωφροσύνης γιγνομένας πολλὰ τὸν βίον τὸν τῶν

    ἀνθρώπων ὠφελούσας. Εἰ δή τινες τῶν προγεγενημένων ἐπὶ ταύταις ταῖς

    ἀρεταῖς εὐδοκίμησαν, ἡγοῦμαι κἀμοὶ προσήκειν τῆς αὐτῆς δόξης ἐκείνοις

    τυγχάνειν.

  • 28

    Τὴν μὲν οὖν δικαιοσύνην ἐκεῖθεν ἂν μάλιστα κατίδοιτε. Παραλαβὼν

    γὰρ, ὅτ' εἰς τὴν ἀρχὴν καθιστάμην, τὰ μὲν βασίλεια χρημάτων κενὰ καὶ

    πάντα κατηναλωμένα, τὰ δὲ πράγματα ταραχῆς μεστὰ καὶ πολλῆς

    ἐπιμελείας δεόμενα καὶ φυλακῆς καὶ δαπάνης, εἰδὼς ἑτέρους ἐν τοῖς

    τοιούτοις καιροῖς ἐκ παντὸς τρόπου τὰ σφέτερ' αὐτῶν διορθουμένους καὶ

    πολλὰ παρὰ τὴν φύσιν τὴν αὑτῶν πράττειν ἀναγκαζομένους, ὅμως οὐδ'

    ὑφ' ἑνὸς τούτων διεφθάρην, ἀλλ' οὕτως ὁσίως καὶ καλῶς ἐπεμελήθην τῶν

    πραγμάτων ὥστε μηδὲν ἐλλείπειν ἐξ ὧν οἷόν τ' ἦν αὐξηθῆναι καὶ πρὸς

    εὐδαιμονίαν ἐπιδοῦναι τὴν πόλιν.

    43. Ἰσοκράτης, Κατὰ Λοχίτου 9 – 11

    Ἡγοῦμαι δ' ὑμᾶς οὕτως ἂν ἀξίως ὀργισθῆναι τοῦ πράγματος, εἰ

    διεξέλθοιτε πρὸς ὑμᾶς αὐτοὺς ὅσῳ μεῖζόν ἐστιν τοῦτο τῶν ἄλλων

    ἁμαρτημάτων. Εὑρήσετε γὰρ τὰς μὲν ἄλλας ἀδικίας μέρος τι τοῦ βίου

    βλαπτούσας, τὴν δ' ὕβριν ὅλοις τοῖς πράγμασιν λυμαινομένην, καὶ

    πολλοὺς μὲν οἴκους δι' αὐτὴν διαφθαρέντας, πολλὰς δὲ πόλεις

    ἀναστάτους γεγενημένας. Καὶ τί δεῖ τὰς τῶν ἄλλων συμφορὰς λέγοντα

    διατρίβειν; Αὐτοὶ γὰρ ἡμεῖς δὶς ἤδη τὴν δημοκρατίαν ἐπείδομεν

    καταλυθεῖσαν καὶ δὶς τῆς ἐλευθερίας ἀπεστερήθημεν οὐχ ὑπὸ τῶν ταῖς

    ἄλλαις πονηρίαις ἐνόχων ὄντων ἀλλὰ διὰ τοὺς καταφρονοῦντας τῶν

    νόμων καὶ βουλομένους τοῖς μὲν πολεμίοις δουλεύειν, τοὺς δὲ πολίτας

    ὑβρίζειν. Ὧν οὗτος εἷς ὢν τυγχάνει. Καὶ γὰρ εἰ τῶν τότε κατασταθέντων

    νεώτερός ἐστιν, ἀλλὰ τόν γε τρόπον ἔχει τὸν ἐξ ἐκείνης τῆς πολιτείας.

    44. Ἰσοκράτης, Κατὰ Λοχίτου 19 – 21

  • 29

    Καὶ μηδεὶς ὑμῶν, εἰς τοῦτ' ἀποβλέψας ὅτι πένης εἰμὶ καὶ τοῦ πλήθους εἷς,

    ἀξιούτω τοῦ τιμήματος ἀφαιρεῖν. Οὐ γὰρ δίκαιον ἐλάττους ποιεῖσθαι τὰς

    τιμωρίας ὑπὲρ τῶν ἀδόξων ἢ τῶν διωνομασμένων, οὐδὲ χείρους ἡγεῖσθαι

    τοὺς πενομένους ἢ τοὺς πολλὰ κεκτημένους. Ὑμᾶς γὰρ ἂν αὐτοὺς

    ἀτιμάζοιτ' εἰ τοιαῦτα γιγνώσκοιτε περὶ τῶν πολιτῶν. Ἔτι δὲ καὶ πάντων

    ἂν εἴη δεινότατον, εἰ δημοκρατουμένης τῆς πόλεως μὴ τῶν αὐτῶν

    ἅπαντες τυγχάνοιμεν, ἀλλὰ τῶν μὲν ἀρχῶν μετέχειν ἀξιοῖμεν, τῶν δ' ἐν

    τοῖς νόμοις δικαίων ἀποστεροῖμεν ἡμᾶς αὐτοὺς, καὶ μαχόμενοι μὲν

    ἐθέλοιμεν ἀποθνῄσκειν ὑπὲρ τῆς πολιτείας, ἐν δὲ τῇ ψήφῳ πλέον

    νέμοιμεν τοῖς τὰς οὐσίας ἔχουσιν. Οὐκ, ἂν γέ μοι πεισθῆθ', οὕτω

    διακείσεσθε πρὸς ὑμᾶς αὐτοὺς οὐδὲ διδάξετε τοὺς νεωτέρους καταφρονεῖν

    τοῦ πλήθους τῶν πολιτῶν, οὐδὲ ἀλλοτρίους ἡγήσεσθ' εἶναι τοὺς τοιούτους