20 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016 Σάββατον - WordPress.com...2016/02/20  ·...

22
1 20 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016 Σάββατον Λοντος πισκπου Κατνης († 780). Βησσαρωνος σου, Πλωτνου σου. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Καὶ ψάλλομεν τετράκις εἰς ἦχον β' τό, ὁ α’ χορὸς λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. ὁ β’ χορὸς λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. ὁ α’ χορὸς Στίχ. Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε. λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. ὁ β’ χορὸς

Transcript of 20 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016 Σάββατον - WordPress.com...2016/02/20  ·...

  • 1

    20 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016

    Σάββατον

    Λέοντος ἐπισκόπου Κατάνης († 780). Βησσαρίωνος ὁσίου, Πλωτίνου ὁσίου.

    ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

    Μετὰ τὸν Ἑξάψαλμον,...

    Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις

    Ὅτι πρέπει σοι πᾶσα δόξα...

    Καὶ ψάλλομεν τετράκις εἰς ἦχον β' τό,

    ὁ α’ χορὸς

    Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.

    ὁ β’ χορὸς

    Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.

    ὁ α’ χορὸς

    Στίχ. Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε.

    Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.

    ὁ β’ χορὸς

  • 2

    Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.

    Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.

    ὁ α’ χορὸς

    Ἀπολυτίκιον ἦχος β'

    Ἀπόστολοι Μάρτυρες, καὶ Προφῆται Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες,

    καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν

    ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.

    ὁ β’ χορὸς

    Δόξα Πατρὶ... ἦχος πλ. δ'

    Μνήσθητι Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου, καὶ ὅσα ἐν βίῳ ἥμαρτον συγχώρησον, οὐδεὶς γὰρ

    ἀναμάρτητος, εἰ μὴ σὺ ὁ δυνάμενος, καὶ τοῖς μεταστᾶσι δοῦναι τήν ἀνάπαυσιν.

    ὁ α’ χορὸς

    Καὶ νῦν... Θεοτοκίον

    Μήτηρ ἁγία ἡ τοῦ ἀφράστου φωτός, Ἀγγελικοῖς σε ὕμνοις τιμῶντες μεγαλύνομεν.

    Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

    Ὅτι σὸν τὸ κράτος...

    Μετὰ τὴν Α' Στιχολογίαν

    Καθίσματα Μαρτυρικὰ

    Ἦχος δ'

    ὁ α’ χορὸς

    Ταχὺ προκατάλαβε

    Οἱ Μάρτυρές σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ

    Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων τὰ

    ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

    ὁ β’ χορὸς

    Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν

    τῷ λαῷ αὐτοῦ, εὐλογητὸς ὁ Θεός.

    Αὐτόμελον

    Τῶν ἐν ὅλω τῷ κόσμῳ Μαρτύρων σου, ὡς πορφύραν καὶ βύσσον τὰ αἵματα, ἡ Ἐκκλησία σου

    στολισαμένη, δι' αὐτῶν βοᾷ σοι Χριστὲ ὁ Θεός, τῷ λαῷ σου τοὺς οἰκτιρμούς σου κατάπεμψον,

    εἰρήνην τῇ πολιτείᾳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

    ὁ α’ χορὸς

    Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.

    Ταχὺ προκατάλαβε

    Σταυρὸν ὁπλισάμενοι οἱ Ἀθλοφόροι σου, ἐνίκησαν τὰ μηχανήματα, τοῦ ἀρχεκάκου ἐχθροῦ, Χριστὲ

    ὁ Θεὸς ἡμῶν, ἔλαμψαν ὡς φωστῆρες, τοὺς βροτοὺς ὁδηγοῦντες, διδοῦσι τὰς ἰάσεις τοῖς ἐν πίστει

    αἰτοῦσιν. Αὐτῶν ταῖς ἱκεσίαις, σῶσον τὸν Κόσμον σου.

    ὁ β’ χορὸς

    Δόξα Πατρί... Νεκρώσιμον

    Ὅμοιον

    Ψυχὰς ἃς μετέστησας, ἐκ τῶν προσκαίρων πρὸς σέ, ἀνάπαυσον ὡς εὔσπλαγχνος καὶ

    παντοδύναμος, Χριστὲ ὁ Θεὸς ἡμῶν, συγχώρησον ὡς οἰκτίρμον, τὰ αὐτῶν πεπραγμένα, ἐλέησον

    ἐλεῆμον, τῶν χειρῶν σου τὸ ἔργον, πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.

    ὁ α’ χορὸς

    Καὶ νῦν ...Θεοτοκίον

    Αὐτόμελον

  • 3

    Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς

    πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν

    καταδεξάμενος· δι' οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν

    τὰ Εὐλογητάρια. Ἦχος πλ. α'

    ὁ β’ χορὸς

    Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

    Τῶν Ἁγίων ὁ χορός, εὗρε πηγὴν τῆς ζωῆς καὶ θύραν Παραδείσου, εὕρω κἀγώ, τὴν ὁδὸν διὰ τῆς

    μετανοίας. τὸ ἀπολωλὸς πρόβατον ἐγὼ εἰμι. ἀνακάλεσαί με, Σωτήρ, καὶ σῶσόν με.

    ὁ α’ χορὸς

    Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

    Ὁ παλάμῃ ἐκ μὴ ὄντων πλάσας με, καὶ εἰκόνι σου θείᾳ τιμήσας, παραβάσει ἐντολῆς δὲ πάλιν με

    ἐπιστρέψας εἰς γῆν ἐξ ἧς ἐλήφθην, εἰς τὸ καθ' ὁμοίωσιν ἐπανάγαγε, τὸ ἀρχαῖον κάλλος

    ἀναμορφώσασθαι.

    ὁ β’ χορὸς

    Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

    Εἰκὼν εἰμι, τῆς ἀῤῥήτου δόξης σου, εἰ καὶ στίγματα φέρω πταισμάτων, οἰκτείρησον τὸ σὸν πλάσμα,

    Δέσποτα, καὶ καθάρισον σῇ εὐσπαγχνίᾳ, καὶ τὴν ποθεινὴν πατρίδα παράσχου μοι. Παραδείσου

    πάλιν ποιῶν πολίτην με.

    ὁ α’ χορὸς

    Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

    Ἀνάπαυσον, ὁ Θεὸς τοὺς δούλους σου, καὶ κατάταξον αὐτοὺς ἐν Παραδείσῳ, ὅπου χοροὶ τῶν

    Ἁγίων, Κύριε, καὶ οἱ δίκαιοι ἐκλάμψουσιν ὡς φωστῆρες, τοὺς κεκοιμημένους δούλούς σου

    ἀνάπαυσον, παρορῶν αὐτῶν πάντα τὰ ἐγκλήματα.

    ὁ β’ χορὸς

    Δόξα Πατρί... Τριαδικὸν

    Τὸ τριλαμπὲς τῆς μιᾶς θεότητος, εὐσεβῶς ὑμνήσωμεν βοῶντες Ἅγιος εἶ, ὁ Πατὴρ ὁ ἄναρχος, ὁ

    συνάναρχος Υἱὸς καὶ θεῖον Πνεῦμα. φώτισον ἡμᾶς πίστει σοι λατρεύοντας, καὶ τοῦ αἰωνίου πυρὸς

    ἐξάρπασον.

    ὁ α’ χορὸς

    Καὶ νῦν...

    Χαῖρε σεμνή, ἡ Θεὸν σαρκὶ τεκοῦσα, εἰς πάντων σωτηρίαν, δι' ἧς γένος τῶν ἀνθρώπων εὕρατο τὴν

    σωτηρίαν, διὰ σοῦ εὕροιμεν Παράδεισον, Θεοτόκε, ἁγνὴ εὐλογημένη.

    ὁ β’ χορὸς

    Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

    ὁ α’ χορὸς

    Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

    ὁ β’ χορὸς

    Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

    ὁ α’ χορὸς

    Καί ἀναύπασον τοὺς δούλους Σου.

    ὁ ῾Ιερεύς: ᾽Ελέησον ἡμᾶς, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καί ἐλέησον.

    ὁ α’ χορός: Κύριε, ἐλέησον γ´ (χύμα).

    ὁ ῾Ιερεύς: ῎Ετι δεόμεθα ὑπέρ μακαρίας μνήμης καί αἰωνίου ἀναπαύσεως πάντων τῶν ἐπ' ἐλπίδι

    ἀναστάσεως ζωῆς αἰωνίου κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, βασιλέων, πατριαρχῶν,

    ἀρχιερέων, ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων, μοναχῶν, πατέρων, προπατόρων, πάππων,

  • 4

    προπάππων, γονέων, συζύγων, τέκνων, ἀδελφῶν καί συγγενῶν ἡμῶν ἐκ τῶν ἀπ' ἀρχῆς καί μέχρι

    τῶν ἐσχάτων, καί ὑπέρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καί ἀκούσιον.

    ὁ β’ Χορός: Κύριε, ἐλέησον γ´ (χύμα).

    ὁ ῾Ιερεύς: ῞Οπως, Κύριος ὁ Θεός, τάξῃ τὰς ψυχὰς αὐτῶν ἔνθα οἱ δίκαιοι ἀναπαύονται· τά ἐλέη τοῦ

    Θεοῦ, τήν βασιλείαν τῶν οὐρανῶν καί ἄφεσιν τῶν αὐτῶν ἁμαρτιῶν παρά Χριστῷ τῷ ἀθανάτῳ

    βασιλεῖ καί Θεῷ ἡμῶν αἰτησώμεθα.

    ὁ α’ Χορός: Παράσχου, Κύριε.

    ὁ ῾Ιερεύς: Τοῦ Κυρίου δεηθῶμεν

    ὁ β’ Χορός: Κύριε, ἐλέησον (ἅπαξ.)

    Εἶθ' οὕτως,

    ὁ ῾Ιερεύς:

    τήν εὐχήν

    ῾Ο Θεός τῶν πνευμάτων καί πάσης σαρκός, ὁ τόν διάβολον καταπατήσας, τόν δέ θάνατον

    καταργήσας καί ζωήν τῷ κόσμῳ Σου δωρησάμενος, Αὐτός, Κύριε, ἀνάπαυσον καί τάς ψυχάς τῶν

    κεκοιμημένων δούλων Σου, βασιλέων, πατριαρχῶν, ἀρχιερέων, ἱερέων, ἱερομονάχων,

    ἱεροδιακόνων, μοναχῶν, μοναζουσῶν καί πάντων τῶν ἀπό περάτων ἕως περάτων τῆς οἰκουμένης

    κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, πατέρων, προπατόρων, πάππων, προπάππων,

    γονέων, συζύγων, τέκνων, ἀδελφῶν καί συγγενῶν ἡμῶν ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν

    τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καί στεναγμός· πᾶν ἁμάρτημα τό παρ' αὐτῶν

    πραχθέν, ἐν λόγῳ ἤ ἔργῳ ἤ διανοίᾳ, ὡς ἀγαθός καί φιλάνθρωπος Θεός, συγχώρησον, ὅτι οὐκ ἔστιν

    ἄνθρωπος, ὅς ζήσεται ἐπί τῆς γῆς καί οὐχ ἁμαρτήσει· Σύ γάρ μόνος ἐκτός ἁμαρτίας ὑπάρχεις· ἡ

    δικαιοσύνη Σου δικαιοσύνη εἰς τόν αἰῶνα καί ὁ λόγος Σου ἀλήθεια.

    ὁ ῾Ιερεύς: Τοῦ Κυρίου δεηθῶμεν.

    ὁ α’ Χορός: Κύριε, ἐλέησον (ἅπαξ).

    ὁ ῾Ιερεύς: ῞Οτι Σύ εἶ ἡ ἀνάστασις, ἡ ζωή καί ἡ ἀνάπαυσις πάντων τῶν κεκοιμημένων εὐσεβῶς

    ὀρθοδόξων χριστιανῶν, Χριστέ ὁ Θεός ἡμῶν καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου

    Πατρί, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας

    τῶν αἰώνων.

    Καθίσματα Ἦχος πλ. α'

    ὁ β’ χορὸς

    Ἀμὴν. Ἀνάπαυσον Σωτὴρ ἡμῶν, μετὰ Δικαίων τοὺς δούλους σου, καὶ τούτους κατασκήνωσον ἐν

    ταῖς αὐλαῖς σου, καθὼς γέγραπται, παρορῶν ὡς ἀγαθὸς τὰ πλημμελήματα αὐτῶν, τὰ ἑκούσια καὶ

    τὰ ἀκούσια, καὶ πάντα τὰ ἐν ἀγνοίᾳ καὶ γνώσει, φιλάνθρωπε.

    ὁ α’ χορὸς

    Δόξα Πατρί...

    Τὰ ἑκούσια καὶ τὰ ἀκούσια, καὶ πάντα τὰ ἐν ἀγνοίᾳ καὶ γνώσει, φιλάνθρωπε.

    ὁ β’ χορὸς

    Καὶ νῦν... Θεοτοκίον

    Ὁ ἐκ Παρθένου ἀνατείλας τῷ κόσμῳ Χριστὲ ὁ Θεός, Υἱοὺς φωτὸς δι' αὐτῆς ἀναδείξας, ἐλέησον

    ἡμᾶς.

    Καὶ εὐθὺς ὁ Ν’ψαλμὸς χύμα

    Κανὼν εἰς πάντας τοὺς Ἁγίους, οὗ ἡ Ἀκροστιχίς:

    Φαιδρῶς ἐπαινῶ τοὺς Θεοῦ χρηστοὺς φίλους. Ἰωσήφ.

    ᾨδὴ α' Ἦχος δ'

    Ὁ Εἱρμὸς

    ὁ α’ χορὸς

  • 5

    Τριστάτας κραταιούς, ὁ τεχθεὶς ἐκ Παρθένου, ἀπαθείας ἐν βυθῷ, ψυχῆς τὸ τριμερές, καταπόντισον

    δέομαι, ὅπως σοι ὡς ἐν τυμπάνῳ, τῇ νεκρώσει τοῦ σώματος, ἐπινίκιον ᾄσω μελῴδημα.

    ὁ β’ χορὸς

    Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

    Φαιδρύνεται ἀεί, ἡ σεπτὴ Ἐκκλησία, τοῖς ἀγῶσι τῶν φαιδρῶν, Κυρίου Ἀθλητῶν, καὶ Χριστὸν τὸν

    ἐκλάμψαντα, Ἥλιον ἐκ τῆς Παρθένου, καὶ τὸ σκότος μειώσαντα, τῆς ἀπάτης δοξάζει γεραίρουσα.

    ὁ α’ χορὸς

    Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

    Αἰνέσωμεν πιστῶς, τοὺς Χριστοῦ Ἱεράρχας, περιούσιον λαόν, ποιμάναντας καλῶς, καὶ λαμπρῶς

    ἐπαινέσωμεν, δῆμον ὅλον τῶν ὁσίως, βιωσάντων καὶ σώματος, ἡδονάς νεκρωσάντων ἐν πνεύματι.

    ὁ β’ χορὸς

    Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

    Ἰσχὺς παρὰ Θεοῦ, Γυναιξὶν ἐδωρήθη, ἐν ἀσκήσει καὶ στερρᾷ, ἀθλήσει τὸν ἐχθρόν, συμπατούσαις

    ἐν χάριτι. Τούτων Κύριε πρεσβείαις, Προφητῶν τε ἁγίων σου, τὰ ἐλέη σου πᾶσι κατάπεμψον.

    ὁ α’ χορὸς

    Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

    Δικαίωσον Χριστέ, οὓς δικαίᾳ προνοίᾳ, ἐκ τοῦ βίου τοῦ φθαρτοῦ, πρὸς ἄφθαρτον ζωήν,

    μετεβίβασας δούλους σου, πᾶσί τε σὺν τοῖς δικαίοις, συγχορεύειν ἀξίωσον, τὰ αὐτῶν παριδὼν

    πλημμελήματα.

    ὁ β’ χορὸς

    Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

    Ῥυόμενος ἡμᾶς, καταδίκης ἀρχαίας, ὁ Υἱὸς ὁ τοῦ Θεοῦ, ηὐδόκησεν Ἁγνή, καὶ Υἱὸς χρηματίσαι σου·

    ὅθεν υἱοθετηθέντες, δι΄αὐτοῦ τὸν οὐράνιον, εὐλογοῦμεν Πατέρα ὑμνοῦντές σε.

    Κανὼν εἰς Κοιμηθέντας, οὗ ἡ Ἀκροστιχίς.

    Κανὼν τέταρτος τοῦ τέλους μεμνημένος.

    Ὁ Εἱρμὸς

    Θαλάσσης, τὸ ἐρυθραῖον πέλαγος,

    ὁ α’ χορὸς

    Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου.

    Κρατήσας, τῆς δεξιᾶς τῶν δούλων σου, χειρὸς ὁδήγησον, ἐπὶ ζωὴν αἰώνιον Χριστέ, ἐπὶ θέαν τοῦ

    κάλλους σου, τοὺς ἀθλοφόρους Μάρτυρας, τῆς ἀληθείας δυσωπούμενος.

    ὁ β’ χορὸς

    Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

    Ἀφράστου, καὶ μακαρίας δόξης σου, τοὺς μεταστάντας πρὸς σέ, κληρονομεῖν ἀξίωσον Χριστέ,

    ὑπερβαίνων τὰ πταίσματα, καὶ δικαιῶν τῇ χάριτι, καὶ τῇ ἐκχύσει τοῦ σοῦ αἵματος.

    ὁ α’ χορὸς

    Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

    Νεκρώσει, τὸν νεκρωτὴν ἐνέκρωσας, τῇ ζωηφόρῳ σου, ὁ τοῖς νεκροῖς ἐμπνέων τὴν ζωήν, ζωοδότα

    Χριστὲ ὁ Θεός, αὐτὸς καὶ νῦν ἀνάπαυσον, οὓς προσελάβου πιστούς δούλους σου.

    ὁ β΄χορὸς

    Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Σταυροθεοτοκίον

  • 6

    Ὡραῖος, τοῖς ὑπερτάτοις κάλλεσι, καθὸ Θεὸς ὁ Υἱός, ὡς δὲ ἐκ σοῦ Παρθένε σαρκωθείς, καὶ τῷ ξύλῳ

    κρεμάμενος, κάλλος οὐκ εἶχε θάνατον, τὸν ὑπὲρ πάντων προσιέμενος.

    ὁ Κανών, οὗ ἡ, Ἀκροστιχίς.

    Λέοντα πηγὴν ὄντα θαυμάτων σέβω. ὁ Ἰωσήφ.

    ᾨδὴ α' Ἦχος πλ. δ' Ὁ Εἱρμὸς

    Ὑγρὰν διοδεύσας ὡσεί ξηράν·

    ὁ α’ χορὸς

    Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

    Λαμπτῆρά σε θεῖον ἡ τοῦ Χριστοῦ, φαιδρὰ Ἐκκλησία, κεκτημένη Λέον σοφέ, ταῖς τῶν ἀρετῶν σου

    φρυκτωρίαις, καὶ τῶν θαυμάτων πλουσίως φωτίζεται.

    ὁ β’ χορὸς

    Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

    Ἐκ βρέφους ἀνέθηκας σεαυτόν, τῷ πάντων Δεσπότῃ, καὶ νεκρώσει τῶν ἡδονῶν, ζῶσα τούτῳ

    γέγονας θυσία, θύων σαυτὸν ἀναιμάκτως Μακάριε.

    ὁ α’ χορὸς

    Δόξα Πατρί...

    Ὁ βίος σου φέγγει τῶν ἀρετῶν, κατηγλαϊσμένος, καὶ θαυμάτων ταῖς ἀστραπαῖς, καθωραϊσμένος

    θεοφόρε, περιφανῆ σε τοῖς πᾶσιν εἰργάσατο.

    ὁ β’ χορὸς

    Καὶ νῦν... Θεοτοκίον

    Ναὸς ἐχρημάτισας τοῦ Θεοῦ, ἀμόλυντε Κόρη, τοῦ οἰκήσαντος ὑπὲρ νοῦν, ἐν σοὶ Θεοτόκε καὶ τὴν

    πλάνην, ἐκ τῶν ψυχῶν τῶν βροτῶν ἐξοικίσαντος.

    ᾨδὴ γ'

    Ὁ Εἱρμὸς

    ὁ α’ χορὸς

    Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες, περιεζώσαντο δύναμιν· διὰ τοῦτο ἐστερεώθη, ἐν

    Κυρίῳ ἡ καρδία μου.

    ὁ β’ χορὸς

    Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

    Ὥσπερ ἄρνες οἱ καλλίνικοι, Μάρτυρες τυθέντες, καὶ σφαγέντες προσήχθησαν, τῷ τυθέντι Ἀμνῷ

    καὶ Λόγῳ, τοῦ Θεοῦ εἰς πάντων λύτρωσιν.

    ὁ α’ χορὸς

    Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

    Στόμα Θεοῦ χρηματίσαντες, οἱ Ἱερομύσται, ἐξ ἀναξίων προσήγαγον, τοὺς ἀξίους διδασκαλίαις,

    ἱεραῖς καταλαμπρύνοντες.

    ὁ β’ χορὸς

    Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

    Εὗρε τῶν Ὁσίων σύλλογος, δι' ἐγκρατείας θεόθεν, τρυφὴν τὴν ἀδάπανον, ἐντρυφήσαντες θεωρίαις,

    καὶ ταῖς θείαις ἀναβάσεσι.

    ὁ α’ χορὸς

    Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

    Πάντας οὓς πιστῶς μετέστησας, πάντων ἱκεσίαις, τῶν σῶν Ἁγίων ἀνάπαυσον, παραβλέψας τὰ

    πεπραγμένα, ἐν τῷ βίῳ τούτοις πταίσματα.

    ὁ β’ χορὸς

  • 7

    Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

    Αἶνον τῷ ἐκ τῷ Θεῷ προσάξωμεν, τῆς Παρθένου, ἀποτεχθέντι βουλήματι, Γυναικῶν τε χορούς,

    Ἀγγέλων, τοῖς χοροῖς ἐπισυνάψαντι.

    Κανὼν εἰς Κοιμηθέντας

    Ὁ Εἱρμὸς

    Οὐκ ἐν σοφίᾳ,

    ὁ α’ χορὸς

    Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου

    Νενικηκότες, τῶν εἰδώλων τὴν πλάνην οἱ Μάρτυρες, τὸν Δεσπότην καὶ Θεόν, νῦν δυσωποῦσι

    δωρήσασθαι, τοῖς προτελευτήσασι θείαν ἀνάπαυσιν.

    ὁ β’ χορὸς

    Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

    Τὴν στρεφομένην, διαβῆναι ῥομφαίαν εὐδόκησον, καὶ τοῦ ξύλου τῆς ζωῆς, ἐπιτηδείου μεθέξεως

    τυχεῖν, οὓς μετέστησας δούλους σου Δέσποτα.

    ὁ α’ χορὸς

    Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

    Ἐν Παραδείσῳ, τῆς τρυφῆς αὐλισθῆναι τοὺς δούλους σου, ἔνθα ἦχος καθαρός, ἑορταζόντων

    ἀξίωσον, πταισμάτων τὴν ἄφεσιν τούτοις δωρούμενος.

    ὁ β’ χορὸς

    Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

    Τῷ θείῳ τόκῳ, παρθενίαν συνήρμοσας Πάναγνε· τὸν γὰρ Κτίστην τοῦ παντός, ἀνερμηνεύτως

    γεγέννηκας, οὗ περ τῷ βουλήματι πάντα ὑπόκειται.

    ᾨδὴ γ' Ὁ Εἱρμὸς

    Οὐρανίας ἁψῖδος,

    ὁ α’ χορὸς

    Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

    Τὰ σωτήρια Πάτερ, καὶ εὐσεβῆ δόγματα, τῆς ὀρθοδοξίας φυλάττων ἀδιαλώβητα, ποίμνην

    ἐξέθρεψας, ἐπὶ νομὰς ζωηφόρους, καὶ πρὸς ἐπουράνιον, μάνδραν εἰσήλασας.

    ὁ β’ χορὸς

    Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

    Ἀνελθὼν ἐν τῷ ὕψει, τῶν ἀρετῶν Ὅσιε, χρῖσμα ἱερὸν ὑπεδέξω, καὶ τὸν Πανύψιστον, πανσόφως

    ᾔνεσας, ὑψηλοτάτη καθέδρα, λειτουργήσας χάριτι, τούτῳ ὡς Ἄγγελος.

    ὁ α’ χορὸς

    Δόξα Πατρί...

    Πειρασμοὺς ὑπομείνας, διὰ Χριστὸν Ὅσιε, τῆς ἀθανασίας μετέσχες καὶ τῆς θεώσεως, μύρον εὐῶδες

    δέ, διηνεκῶς ἀναβλύζον, ἁγιάζεις πίστει σοι, τοὺς προσπελάζοντας.

    ὁ β’ χορὸς

    Καὶ νῦν... Θεοτοκίον

    Ἡ λαβὶς ἡ τοῦ θείου, καὶ φωταυγοῦς ἄνθρακος, βάτος ἡ πυρὶ μὴ φλεχθεῖσα, τῷ τῆς Θεότητος, τὰ

    φρυγανώδη μου, πάντα κατάφλεξον πάθη, τοῦ πυρὸς ἐξάρπασον, διαιωνίζοντος.

    ὁ α’ χορὸς

    Ὁ Εἱρμὸς

    Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ

    σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.

    Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

  • 8

    Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν,...

    Κοντάκιον Ἦχος πλ. δ'

    Ὡς ἀπαρχὰς τῆς φύσεως, τῷ φυτουργῷ τῆς κτίσεως, ἡ οἰκουμένη προσφέρει σοι, Κύριε, τοὺς

    θεοφόρους Μάρτυρες. Ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ βαθείᾳ τὴν Ἐκκλησίαν σου, διὰ τῆς

    Θεοτόκου συντήρησον, Πολυέλεε.

    ὁ β’ χορὸς

    Κάθισμα Ἦχος γ'

    Θείας πίστεως

    Μέγας ἥλιος τῇ οἰκουμένῃ, ἀνατέταλκας τῶν ἀρετῶν σου, ἀναλάμψει καὶ θαυμάτων λαμπρότητι,

    φωταγωγήσας Πιστῶν τὰ συστήματα, καὶ ἀφανίσας παθῶν ἀμαυρότητα· Λέον Ὅσιε, Χριστὸν τὸν

    Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν, τὸ μέγα ἔλεος.

    ὁ α’ χορὸς

    Δόξα... Καὶ νῦν... Θεοτοκίον

    Θείας φύσεως οὐκ ἐχωρίσθη, σάρξ γενόμενος ἐν τῇ γαστρί σου, ἀλλὰ Θεὸς ἐνανθρωπήσας

    μεμένηκεν, ὁ μετὰ τόκον Μητέρα Παρθένον σε, ὡς πρὸ τοῦ τόκου φυλάξας πανάμωμον, μόνος

    Κύριος· Αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

    .ᾨδὴ δ'

    Ὁ Εἱρμὸς

    ὁ β’ χορὸς

    Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου Θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ

    ἀκηράτῳ παλάμῃ καὶ διέσωσε, τοὺς κραυγάζοντας· δόξα Χριστὲ τῇ δυνάμει σου.

    ὁ α’ χορὸς

    Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

    Ἱερώτατος Μαρτύρων, ἐδοξάσθη κατάλογος, ἱερῶς δοξάσας, μέλεσιν οἰκείοις τὸν Κύριον, τὸν ὑπὸ

    πάντων Ἀγγέλων, δοξαζόμενον, καὶ πρεσβεύει, ῥυσθῆναι ἡμᾶς πάσης θλίψεως.

    ὁ β’ χορὸς

    Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

    Νοῦν ἀΰλῳ, φωταυγείᾳ, διαλάμποντα ἔχοντες, θεῖοι Ἱεράρχαι, νύκτα ἀθεΐας ἐλύσατε, καὶ ἀπλανεῖ

    ὁδηγίᾳ, τὴν θεόλεκτον, ποίμνην Χριστοῦ, πρὸς τὸ φῶς ὡδηγήσατε.

    ὁ α’ χορὸς

    Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

    Ὡραιώθη τῶν Ὁσίων, πολυάριθμον σύστημα, καὶ ἐμεγαλύνθη, θείων Γυναικῶν ἡ ὁμήγυρις, τῶν

    Προφητῶν ἐτιμήθη, δῆμος ἅγιος, τῶν Ἀγγέλων, δήμοις ἑνωθεὶς ἀγαλλόμενος.

    ὁ β’ χορὸς

    Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

    Τῶν Ἀγγέλων συμπολῖται, χρηματίζοντες Μάρτυρες, τοῖς κεκοιμημένοις, πᾶσιν ἐξαιτήσασθε

    ἄνεσιν, καὶ Παραδείσου τοῦ θείου, τὴν κατοίκησιν, καὶ πταισμάτων, ὁλοσχερῆ ἀπολύτρωσιν.

    ὁ α’ χορὸς

    Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

    Ὁ παρθένον σε φυλάξας, μετὰ τόκον ἀμώμητον, τὰς παρθένους πάσας, σὲ περιεστώσας ἐδόξασε,

    μεθ' ὧν ἀπαύστως δυσώπει, διασῴζεσθαι, πάσης θλίψεως, καὶ πειρασμῶν τὰς ψυχὰς ἡμῶν.

    Κανὼν εἰς Κοιμηθέντας

    Ὁ Εἱρμὸς

    Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία

  • 9

    ὁ β’ χορὸς

    Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου

    Ἀναφανέντες οἱ Μάρτυρες ὡς φωστῆρες, τὸν οὐρανὸν φαιδρύνουσι τὸν τῆς Ἐκκλησίας, οἳ καὶ τὸν

    Σωτῆρα Χριστόν, αἰτοῦνται δωρήσασθαι, τοῖς κεκοιμημένοις τὴν ἄφεσιν.

    ὁ α’ χορὸς

    Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

    Ῥάβδον δυνάμεως ἔχοντες τὸν Σταυρόν σου, τὴν κοσμικὴν οἱ δοῦλοί σου θάλατταν

    διῆλθον, οὕς περ καταφύτευσον, εἰς ὄρος σου Κύριε, εἰς ὃ κατειργάσω ἁγίασμα.

    ὁ β’ χορὸς

    Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

    Τὰ σκηνώματα τὰ ὄντως ἠγαπημένα, οὓς ἐξελέξω Δέσποτα, καὶ οὓς προσελάβου, δούλους σου

    εὐδόκησον, σκηνῶσαι ὡς εὔσπλαγχνος, ἔνθα τῶν δικαίων τὰ πνεύματα.

    ὁ α’ χορὸς

    Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

    Ὁ τῶν θανόντων καὶ ζώντων ἐξουσιάζων, σωματωθεὶς ὡς ἄνθρωπος ἐκ σοῦ Θεοτόκε, θάνατον

    ὑπέμεινε, σαρκὶ ὁ ἀθάνατος, λύσας τοῦ θανάτου τὴν δύναμιν.

    ᾨδὴ δ' Ὁ Εἱρμὸς

    Εἰσακήκοα Κύριε,

    ὁ β’ χορὸς

    Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

    Γηπονήσας τὴν ἄρουραν, σοῦ τῆς διανοίας ἑκατοστεύοντα, στάχυν ἤνεγκας Πανόλβιε, ἀρετῶν

    ἐνθέων καὶ ἰάσεων.

    ὁ α’ χορὸς

    Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

    Ἡ ἁγία σου Ἅγιε, θήκη ἀενάως ἔλαιον ἅγιον, ἀναβλύζει ἁγιάζουσα, τὰς ψυχὰς τῶν πίστει

    προστρεχόντων σοι.

    ὁ β’ χορὸς

    Δόξα Πατρί...

    Νοσημάτων καθάρσιον, πονηρῶν, δαιμόνων φυγαδευτήριον, Ἱεράρχα, ἐχρημάτισας, καὶ πιστῶν

    ἀνθρώπων καταφύγιον.

    ὁ α’ χορὸς

    Καὶ νῦν... Θεοτοκίον

    Ὁ τοῖς πᾶσιν ἀχώρητος, Πάναγνε χορεῖται ἐν τῇ νηδύϊ σου, διασῴζων με χρηστότητι,..

    ὁ β’ χορὸς

    …… τὸν βεβυθισμένον ἁμαρτήμασιν.

    ᾨδὴ ε'

    Ὁ Εἱρμὸς

    ὁ α’ χορὸς

    Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς

    πίστει ἀνυμνοῦντάς σε.

    ὁ β’ χορὸς

    Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

    Ὑψούμενοι Σταυρῷ, καὶ τροχοῖς συντριβόμενοι, κοπτόμενοι μεληδόν τε, οἱ στερροὶ Ἀθλοφόροι,

    Θεοῦ ὤφθησαν ἄτμητοι.

  • 10

    ὁ α’ χορὸς

    Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

    Φωστῆρες τῶν πιστῶν Ἱεράρχαι γενόμενοι, προσήξατε τῷ Ποιμένι, καὶ Ἀμνῷ, οὓς ποιμαίνειν,

    ὁσίως ἐπιστεύθητε.

    ὁ β’ χορὸς

    Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

    Θορύβων κοσμικῶν, χωρισθέντες οἱ Ὅσιοι, εἰρήνευσαν τὴν καρδίαν, ἐκ παθῶν καὶ τοῦ πάντων,

    Θεοῦ υἱοὶ γεγόνασιν.

    ὁ α’ χορὸς

    Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

    Ἐνθέων Προφητῶν, Γυναικῶν τε κατάλογος, τὸν Κύριον θεραπεύσας, τοῖς προκεκοιμημένοις,

    αἰτεῖται τὴν ἀνάπαυσιν.

    ὁ β’ χορὸς

    Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

    Ὁ Κύριος ἐν σοί, κατοικήσας Πανάχραντε, εἰργάσατο τοὺς ἀνθρώπους, τῆς αὐτοῦ θείας δόξης,

    Παρθένε οἰκητήρια.

    Κανὼν εἰς Κοιμηθέντας

    Εἱρμὸς ὁ αὐτὸς

    ὁ α’ χορὸς

    Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου

    Σὺ Κύριε τῆς σῆς, δεσποτείας τοὺς Μάρτυρας, ἐδόξασας, δι' αὐτῶν τε, τοὺς πρὸς σὲ μεταστάντας,

    ἀνάπαυσον ὡς εὔσπλαγχνος.

    ὁ β’ χορὸς

    Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

    Τὴν ἄλυπον ζωὴν τὸ τερπνὸν ἀγαλλίαμα, τὴν ἄληκτον εὐφροσύνην, τοῖς προκεκοιμημένοις,

    παράσχου πολυέλεε.

    ὁ α’ χορὸς

    Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

    Ὁ μόνος ἀγαθός, καὶ πηγὴ ἀγαθότητος, ἀνάπαυσον τοὺς ἐν πίστει, καὶ τῇ σῇ ἐπιγνώσει, τὸν βίον

    ἐκτελέσαντας.

    ὁ β’ χορὸς

    Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

    Ὑμνοῦμέν σε δι' ἧς, τοῖς ἐν σκότει ἀνέτειλε, τὸ ἄφραστον Θεομῆτορ, καὶ ἀπρόσιτον κάλλος, καὶ

    πόθῳ μακαρίζομεν.

    ᾨδὴ ε' Ὁ Εἱρμὸς

    Ἴνα τὶ με ἀπώσω,

    ὁ α’ χορὸς

    Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

    Νοΐ καθαρωτάτῳ, νοῦν τὸν πάντων αἴτιον ἑνοπτριζόμενος, παρ' αὐτοῦ ἐδέξω, χαρισμάτων τὴν

    αἴγλην θεόπνευστε, καὶ τῶν ἰαμάτων, τὰς ἱερὰς φωτοχυσίας· δι' ὧν λύεις παθῶν τὴν σκοτόμαιναν.

    ὁ β’ χορὸς

    Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

  • 11

    Τὸν ἀπάταις δαιμόνων, πάντας τοὺς πιστεύοντας Χριστῷ μωραίνοντα, τῷ πυρὶ δικαίᾳ,

    παραδέδωκας ψήφῳ Μακάριε, καὶ ψυχὰς ἐρρύσω, τῆς ὀλεθρίου τούτου βλάβης, ὡς Ποιμὴν ἀληθὴς

    καὶ σωτήριος.

    ὁ α’ χορὸς

    Δόξα Πατρί...

    Ἀναφθείσης ἐν μέσῳ, ἔστης ἀκατάφλεκτος πυρᾶς Ἀοίδιμε· ἡ γὰρ θεία δρόσος, τοῦ Ἁγίου ἐκύκλου

    σε Πνεύματος, ὡς Ἱερομύστην, ὡς λειτουργὸν τῆς θείας δόξης, ὡς τῆς ἄνω λαμπρότητος μέτοχον.

    ὁ β’ χορὸς

    Καὶ νῦν... Θεοτοκίον

    Θεωρήσαντες πάλαι, ἐνθεαστικώτατα θεοχαρίτωτε, οἱ σεπτοὶ Προφῆται, μυστηρίου τὸ βάθος τὸ

    ἄφραστον, τῆς σεπτῆς λοχείας, σοῦ τῆς ἁγνῆς ποικιλοτρόπως, ὡς ἐχώρησαν….

    ὁ α’ χορὸς

    …….. τοῦτο προήγγειλαν.

    ᾨδὴ ς'

    Ὁ Εἱρμὸς

    ὁ β’ χορὸς

    Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ κατεπόντισέ με, καταιγὶς πολλῶν ἁμαρτημάτων· ἀλλ' ὡς

    Θεός, ἐκ φθορᾶς ἀνάγαγε, τὴν ζωήν μου πολυέλεε.

    ὁ α’ χορὸς

    Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

    Ὑπέρτιμοι Μάρτυρες ὡς λίθοι, ἐπὶ τῆς γῆς πανσόφως, κυλιόμενοι τῆς δυσσεβείας, οἰκοδομὴν

    πᾶσαν, κατεστρέψατε, καὶ ναοὶ Θεοῦ γεγόνατε.

    ὁ β’ χορὸς

    Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

    Χειρὸς διεσώσατε βιαίας, ὑποχειρίους πάντας, Ἱεράρχαι καὶ ὅσιοι πάντες, οἱ ἐν Χριστῷ ποίμνης,

    ἡγησάμενοι· διὰ τοῦτο μακαρίζεσθε.

    ὁ α’ χορὸς

    Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

    Ῥήσεσι Προφητῶν ἀκολουθοῦντα, τῶν Γυναικῶν τὰ πλήθη, ἐν ἀσκήσει τε καὶ ἐν ἀθλήσει, τῷ

    Γυναικὸς ἐκ παρθένου, λάμψαντι, Θεῷ Λόγῳ καθυπούργησαν.

    ὁ β’ χορὸς

    Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

    Ἡ πάντων ζωὴ τῶν τεθνεώτων, τοὺς ἐξ ἡμῶν ἐν πίστει, ἐκδημήσαντας πρὸς σὲ τὸν κτίστην, ἐν τῷ

    φωτὶ Χριστέ, τοῦ προσώπου σου, πολυέλεε κατάταξον.

    ὁ α’ χορὸς

    Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

    Στόματι καὶ γλώσσῃ καὶ καρδίᾳ, ὁμολογῶ σε Κόρη, τοῦ Θεοῦ ἡμῶν ἁγνὴν Μητέρα, ἀλλὰ τῇ σῇ,

    μεσιτείᾳ ῥῦσαί με, αἰωνίου κατακρίσεως.

    Κανὼν εἰς Κοιμηθέντας

    Ὁ Εἱρμὸς

    Θύσω σοι μετὰ φωνῆς αἰνέσεως

    ὁ β’ χορὸς

  • 12

    Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου

    Τὴν λόγχην, τὴν θείαν πλευράν σου κεντήσασαν, ἡ στρεφομένη ῥομφαία, κατιδοῦσα Σῶτερ

    ὑπεχωρεῖτο, τοῖς σοῖς δούλοις, ταῖς ἱκεσίαις τῶν Ἀθλοφόρων σου.

    ὁ α’ χορὸς

    Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

    Ἐν ξύλῳ, κρεμασθεὶς τὸν Παράδεισον ἤνοιξας· τοὺς οὖν πιστῶς μεταστάντας, ἐν αὐτῷ Σωτήρ μου

    καταφυτεύσας, ὡς οἰκτίρμων, τῆς σῆς δόξης μετόχους ἀνάδειξον.

    ὁ β’ χορὸς

    Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

    Λειμῶνας, τοὺς τῆς τρυφῆς ἀξίωσον δρέπεσθαι, τοὺς περὶ σὲ τὸν Δεσπότην, εὐσεβῶς φοιτῶντας

    διὰ θανάτου, καὶ δικαίοις, τοῖς ἀπ' αἰῶνός σου συναρίθμησον.

    ὁ α’ χορὸς

    Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

    Ὁ Λόγος, καθὰ Θεὸς ὑπάρχων ἀόρατος, σωματωθεὶς καθωράθη, ἐκ Παρθένου Κόρης

    ἀπειρογάμου, καὶ θανάτῳ, τῷ οἰκείῳ τὸν θάνατον ἔλυσε.

    ᾨδὴ ς' Ὁ Εἱρμὸς

    Τὴν δέησιν ἐκχεῶ

    ὁ β’ χορὸς

    Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

    Ἀόμματοι τῇ ἐντεύξει σου Πάτερ, ἐκομίσαντο τὸ βλέπειν θεόφρον· τὸν γὰρ Χριστόν, συνεργὸν

    κεκτημένος, καὶ πρὸς αὐτὸν τῆς ψυχῆς σου τὰ ὄμματα, κτησάμενος διηνεκῶς, τὰς αἰτήσεις

    πλουσίας ἐλάμβανες.

    ὁ α’ χορὸς

    Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

    Ὑπῆρξας τῷ βασιλεῖ θαυμάσιε, φοβερώτατος ἡνίκα προβαίνων, ἐν ταῖς αὐλαῖς, ταῖς αὐτοῦ

    ἐπεφέρου, τῷ ἱματίῳ σου ἅπτοντας ἄνθρακας· ἐδόξαζε γὰρ σε Χριστός, ὃν τῷ βίῳ σου Λέον

    ἐδόξασας.

    ὁ β’ χορὸς

    Δόξα Πατρί...

    Μυρίζει σου ἡ σορὸς τῶν λειψάνων, καὶ προχέει ἀενάως Παμμάκαρ, ὥσπερ πηγή, καθαρὰ καὶ

    εὐώδης, ἔλαιον θεῖον, δι' οὗ φυγαδεύονται, νοσήματα ἐκ τῶν Πιστῶν, καὶ ὑγεία τοῖς χρήζουσι

    δίδοται.

    ὁ α’ χορὸς

    Καὶ νῦν... Θεοτοκίον

    Ἁγίασον τὴν ψυχήν μου Παρθένε, ἡ τὸν Ἅγιον κυήσασα Λόγον, τὸν ἀληθῶς, ἐν ἁγίοις ὡς θέμις,

    ἀναπαυόμενον μόνον Θεὸν ἡμῶν, καὶ δίδου μοι ὡς ἀληθῶς, κατανύξεως ὄμβρους Πανάμωμε.

    ὁ β’ χορὸς

    Ὁ Εἱρμὸς

    Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν, ἡ ψυχή μου

    ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδη προσήγγισε· καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε.

    Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

    Σὺ γὰρ εἶ ὁ Βασιλεύς...

  • 13

    Κοντάκιον Ἦχος πλ. β´

    Τὴν ἐν πρεσβείαις

    Τὸν ἀπὸ βρέφους Κυρίῳ ἀνατεθέντα, καὶ ἐκ σπαργάνων τὴν χάριν ἀνειληφότα, πάντες τοῖς

    ᾄσμασι στεφανώσωμεν, Λέοντα τὸν φωστῆρα τῆς Ἐκκλησίας καὶ πρόμαχον· αὐτῆς γὰρ ὑπάρχει

    τὸ στήριγμα.

    Ὁ Οἶκος

    Τράνωσόν μου τὴν γλῶσσαν Χριστέ μου, καὶ παράσχου μοι λόγον, ὁ τῶν λόγων δοτήρ, καὶ

    παροχεὺς τῆς ζωῆς ἡμῶν, ἵνα ἰσχύσω ἐγκωμιάσαι τοῦ σοφοῦ Ἱεράρχου τόν βίον ὅλον, ὃν ἐν τῇ γῇ

    διαπύρῳ ἀγάπῃ ἐτέλεσε, καὶ εἴληφεν οὐρανόθεν τῶν ἀπείρων θαυμάτων τὸ πέλαγος, καὶ τῶν

    δογμάτων τὴν δύναμιν, δι' ὧν τὴν Ἐκκλησίαν κατηύγασεν· αὐτῆς γὰρ ὑπάρχει τὸ στήριγμα.

    Συναξάριον

    Τῇ Κ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ θαυματουργοῦ Λέοντος, Ἐπισκόπου

    Κατάνης.

    Στίχοι

    Οἰ μὲν νεκρὸς Λέοντος, εἶ δ' οἵου πύθῃ,

    Πάντως ἐροῦμεν. Τοῦ προέδρου Κατάνης.

    Εἰκάδι ἀμφὶ Λέοντα χυτὴν ἐπὶ γαῖαν ἔχευσαν.

    Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σαδώκ, Ἐπισκόπου, καὶ τῶν σὺν αὐτῷ τελειωθέντων

    τὸν ἀριθμὸν ἑκατὸν εἰκοσιοκτώ.

    Στίχοι

    Φέρει σὺν ὀκτὼ καὶ Σαδὼκ Ἐπισκόπῳ,

    Ἡ δωδεκαπλῆ Μαρτύρων δεκὰς ξίφος.

    Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Βησσαρίωνος.

    Στίχοι

    Πολλῶν ἱδρώτων καὶ πόνων Βησσαρίων,

    Πολλὰς θανὼν εὕρηκεν ἀντιμισθίας.

    Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀγάθωνος Πάπα Ῥώμης.

    Στίχοι

    Ῥώμης Ἀγάθων οἴακας διευθύνας,

    Πρύμναν ἔκρουσε πρὸς νοητοὺς λιμένας.

    Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

    ᾠδὴ η'

    ὁ β’ χορὸς

    Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.

    Ὁ Εἱρμὸς

    Νικηταὶ τυράννου, καὶ φλογὸς τῇ χάριτί σου γεγονότες, οἱ τῶν ἐντολῶν σου σφόδρα ἀντεχόμενοι,

    Παῖδες ἐβόων· Εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας»

    Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς...

    ΤΙΜΙΩΤΕΡΑ ὁ α’ χορός

    Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

  • 14

    Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν

    Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

    ὁ β’ χορός

    Στίχ.Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με

    πᾶσαι αἱ γενεαί.

    Τὴν Τιμιωτέραν...

    ὁ α’ χορός

    Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ

    γενεὰν τοῖς φοβουμένοις αὐτόν.

    Τὴν Τιμιωτέραν...

    ὁ β’ χορός

    Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

    Τὴν Τιμιωτέραν...

    ὁ α’ χορός

    Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ

    πλουτοῦντας ἐξαπέστειλε κενούς.

    Τὴν Τιμιωτέραν...

    ὁ β’ χορός

    Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν,

    τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

    Τὴν Τιμιωτέραν...

    ᾨδὴ θ'

    Ὁ Εἱρμὸς

    ὁ α’ χορὸς

    Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς

    κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μεγαλύνομεν.

    ὁ β’ χορὸς

    Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

    Ἰδόντες τὰς θείας δωρεὰς οἱ Μάρτυρες, τὰ γέρα κομισάμενοι, τὰ τῶν μεγίστων αὐτῶν πόνων,

    ἀγάλλονται Χριστὸν μεγαλύνοντες, τὸν τούτους ἀληθῶς μεγαλύναντα, καὶ νικηφόρους

    ἀναδείξαντα.

    ὁ α’ χορὸς

    Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

    Ὡς ἱεραρχήσαντες λαοῦ προέστητε, Ἱεράρχαι θεῖοι κήρυκες, ὡς λαμπρυνθέντες τῇ ἀσκήσει, Ἡλίου

    τηλαυγέστερον Ὅσιοι, ἐλάμψατε πιστοὺς καταυγάζοντες, ἔργων μεγάλων ἐπιδείξεσι.

    ὁ β’ χορὸς

    Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

    Σὺν Ἱερομάρτυσιν ὁμοῦ καὶ Μάρτυσι, καὶ Προφήταις μακαρίσωμεν, πάντας Ὁσίους καὶ Δικαίους,

    καὶ Γύναια λαμπρῶς ἀριστεύσαντα. Αὐτῶν Χριστὲ βοῶντες δεήσεσι, ῥῦσαι γεέννης τὰς ψυχὰς

    ἡμῶν.

    ὁ α’ χορὸς

    Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

    Ἧς κατηξιώθησαν χαρᾶς οἱ Ἅγιοι, οἱ καλῶς σε θεραπεύσαντες, ταύτης Χριστὲ τοὺς μεταστάντας,

    ἐν πίστει τῇ εἰς σὲ καταξίωσον, τὰ τούτων παρορῶν ἁμαρτήματα, διὰ τὸ πλούσιόν σου ἔλεος.

    ὁ β’ χορὸς

    Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

  • 15

    Φανεῖσα τῶν ἄνω Χερουβεὶμ Πανάμωμε, ἀνωτέρα ὡς βαστάσασα, τὸν συνοχέα τῶν ἁπάντων,

    ἀνώτερον τὸν νοῦν μου ἀπέργασαι, παθῶν τῶν τῆς σαρκὸς δυναμοῦσά με, τὸ τοῦ Δεσπότου

    πράττειν θέλημα.

    Κανὼν εἰς Κοιμηθέντας

    Εἱρμὸς ὁ αὐτὸς

    ὁ α’ χορὸς

    Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου

    Ἔδωκας τοῖς ὄντως Ἀθληταῖς καὶ Μάρτυσι, παρρησίαν ἱκετεύειν σε· δὸς οὖν τοῖς πίστει κοιμηθεῖσι,

    τὴν θείαν δι' αὐτῶν ἀπολύτρωσιν, ἐν τόπῳ σκηνῆς ἁγίας σου Κύριε, κατασκηνῶσαι χαριζόμενος.

    ὁ β’ χορὸς

    Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται

    Νεύματι τῷ δημιουργικῷ ὁ σύμπαντα, συμφερόντως ἐργαζόμενος, ζώντων ὁ ἔχων ἐξουσίαν,

    θανόντων κυριεύων ὡς εὔσπλαγχνος, κατάταξον οὓς μετέστησας δούλους σου, ἐπὶ ὑδάτων

    ἀναπαύσεως.

    ὁ α’ χορὸς

    Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

    Ὁ φύσει ὑπάρχων ἀγαθὸς ὁ πλούσιος, ἐν ἐλέει καὶ χρηστότητι, ῥῦσαι ἐκ σκότους ἐξωτέρου, τοὺς

    ἐπικεκλημένους σὸν ὄνομα, ἐκ πίστεως δικαιώσας καὶ χάριτι, τούτους λαμπρύνας ὡς

    φιλάνθρωπος.

    ὁ β’ χορὸς

    Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

    Σύμβολα Πανάμωμε τῆς σῆς γεννήσεως, οἱ προφῆται προεκήρυξαν, ἄλλοθεν ἄλλος παραδόξως,

    σοὶ τὰς προσηγορίας ἁρμόζοντες· ζωὴν γὰρ τοῖς ἐν τῷ ᾍδῃ γεγέννηκας, κράτος θανάτου

    διαλύσασαν.

    ᾨδὴ θ' Ὁ Εἱρμὸς

    Ἔφριξε πᾶσα ἀκοή,

    ὁ α’ χορὸς

    Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

    Ἵνα σε θείαις ἐν φωναῖς, μακαρίζωμεν ὁσίως βιώσαντα, καὶ τὰ οὐράνια, περιπολοῦντα καὶ

    ἀγαλλόμενον, παθῶν καὶ θλίψεων ἡμᾶς, εὐχαῖς σου διάσῳζε, καὶ περιστάσεων, Ἱεράρχα καὶ

    Ποιμὴν ἀξιάγαστε.

    ὁ β’ χορὸς

    Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

    Ἵνα σε θείαις ἐν φωναῖς,…..

    ὁ α’ χορὸς

    Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

    Ὡς κλῆμα τῆς ἀληθινῆς, γεγονὼς Πάτερ ἀμπέλου ἐβλάστησας, ἀρετῶν βότρυας, θαυμάτων

    γλεῦκος ἐναποστάζοντας· ἐξ οὗ οἱ πίνοντες πιστῶς, ὑγείαν κομίζονται, καὶ ἀγαλλίασιν,

    εὐφημοῦντές σε ἀεὶ Λέον Ὅσιε.

    ὁ β’ χορὸς

    Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

  • 16

    Σῶμά σου γέγονε ναός, Ἁγίου καὶ σεπτοῦ Πάτερ Πνεύματος· καὶ νῦν κατάκειται, τοῦ θείου ἔνδον

    ναοῦ, ὃν ἥγειρας, εἰς δόξαν Λέον καὶ τιμήν, Λουκίᾳ τῇ μάρτυρι, θαυμάτων βρύων ἡμῖν ποταμοὺς

    τοῖς εὐσεβῶς σε γεραίρουσι.

    ὁ α’ χορὸς

    Δόξα...

    Ἥλιος ὤφθης φωταυγής, ἀρετῶν λαμπαδουχίαις τὰ πέρατα περιαυγάζων ἀεὶ· καὶ νῦν πρὸς φέγγος

    μετέβης ἄρρητον· τὴν φωτοφόρον σου διό, μνήμην ἑορτάζοντας, Λέον Πανόλβιε, σκοτασμοῦ

    πάντας δεινοῦ ἀπολύτρωσαι.

    ὁ β’ χορὸς

    Καὶ νῦν... Θεοτοκίον

    Φρίττω σου μόνε Βασιλεῦ, τὴν δευτέραν παρουσίαν καὶ δέδοικα, ἄμετρα πταίσας σοι, καὶ

    μεταγνώσει μὴ βελτιούμενος· ἀλλ' ὡς ὑπάρχων ἀγαθός, ἐπίστρεψον σῶσόν με, τῆς κυησάσης σε,

    εὐπροσδέκτοις, Ἰησοῦ παρακλήσεσι.

    ὁ α’ χορὸς

    Ὁ Εἱρμὸς

    Ἔφριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν· ὅπως ὁ Ὕψιστος, ἑκὼν κατῆλθε μέχρι καὶ

    σώματος, Παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος· διὸ τήν ἄχραντον, Θεοτόκον

    μεγαλύνομεν.

    ὁ β’ χορός

    Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ

    μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ,

    τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

    Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

    Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις...

    ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ ὁ α’ χορός

    Γυναῖκες ἀκουτίσθητε

    Λαμπτῆρα καὶ διδάσκαλον, καὶ Ἱεράρχην μέγιστον, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, γνωρίζει σὲ Ἱεράρχα·

    τὰ τέκνα ταύτης Ὅσιε, καλῶς Πάτερ ἐποίμανας, ἐπὶ νομὴν σωτήριον, Λέον θεόφρον ἅγιε,

    αἱρετικοὺς ἐκδιώξας, καθάπερ θῆρας ἀγρίους.

    ὁ β’ χορός

    Θεοτοκίον

    Κατάνης ὁ πολύφωτος, ἀστὴρ καὶ διαυγέστατος, τερατουργὸς Ἱεράρχης, Λέων ὁ μύστης Τριάδος,

    κυρίως Θεοτόκον σε, Ἁγνὴ τρανῶς ἐκήρυξε, νῷ καὶ ψυχῇ καὶ σώματι· ἣν καὶ ἡμεῖς ἀνυμνοῦμεν,

    σαφῶς Θεοῦ ὡς Μητέρα.

    .

    ΑΙΝΟΙ ὁ α’ χορός

    Ἦχος δ’.

    Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς

    ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

    ὁ β’ χορός

    Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος

    τῷ Θεῷ.

    ὁ α’ χορός

  • 17

    Ἦχος δ'

    Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης

    αὐτοῦ.

    Στιχηρὰ Μαρτυρικὰ.

    Ἀγγέλων συμμέτοχοι γεγόνατε, Ἅγιοι Μάρτυρες, ἐν σταδίῳ τὸν Χριστόν, ἀνδρείως κηρύξαντες·

    πάντα γὰρ τὰ ἐν Κόσμῳ κατελίπετε τερπνά, ὡς ἀνύπαρκτα, τὴν Πίστιν δὲ ὡς ἄγκυραν, ἀσφαλῆ

    ἐκρατήσατε· ὅθεν καὶ τὴν πλάνην ἀπελάσαντες, πηγάζετε τοῖς πιστοῖς ἰαμάτων χαρίσματα,

    ἀπαύστως πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

    ὁ β’ χορός

    Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ

    Πῶς ὑμῶν θαυμάσωμεν, τοὺς ἀγῶνας ἅγιοι Μάρτυρες, ὅτι σῶμα θνητὸν περικείμενοι, τοὺς

    ἀσωμάτους ἐχθροὺς ἐτροπώσασθε; οὐκ ἐφόβησαν ὑμᾶς, τῶν τυράννων αἱ ἀπειλαί; οὐ κατέπτηξαν

    ὑμᾶς, τῶν βασάνων αἱ προσβολαί, ὄντως ἀξίως παρὰ Χριστοῦ ἐδοξάσθητε, τοῦ παρέχοντος ταῖς

    ψυχαῖς ἡμῶν, τὸ μέγα ἔλεος.

    ὁ α’ χορός

    Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

    Τίμιος ὁ θάνατος τῶν Ἁγίων σου Κύριε· ξίφεσι γὰρ καὶ πυρί, καὶ ψύχει συντετριμμένοι, ἐξέχεαν τὸ

    αἷμα αὐτῶν, ἐλπίδα ἔχοντες εἰς σέ, ἀπολαβεῖν τοῦ καμάτου τὸν μισθόν, ὑπέμειναν καὶ ἔλαβον,

    παρὰ σοῦ Σωτήρ, τὸ μέγα ἔλεος.

    ὁ β’ χορός

    Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ

    αἰνεσάτω τὸν Κύριον.

    Τίς οὐκ ἐξίσταται ὁρῶν, ἅγιοι Μάρτυρες, τὸν ἀγῶνα τὸν καλόν, ὃν ἠγωνίσασθε; πῶς ἐν σώματι

    ὄντες, τὸν ἀσώματον ἐχθρὸν ἐτροπώσασθε; Χριστὸν ὁμολογήσαντες, τῷ Σταυρῷ ὁπλισάμενοι·

    ὅθεν ἐπαξίως ἀνεδείχθητε, δαιμόνων φυγαδευταί, καὶ βαρβάρων πολέμιοι, ἀπαύστως

    πρεσβεύοντες, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

    ὁ α’ χορός

    Δόξα Πατρί...Καὶ νῦν... Θεοτοκίον - ἦχος ὁ αὐτὸς

    Ἡ μόνη ἁγνὴ καὶ ἄχραντος Παρθένος, ἡ Θεὸν ἀφράστως κυήσασα, πρέσβευε τοῦ σωθῆναι τὰς

    ψυχὰς ἡμῶν.

    Ὁ προεστὼς

    Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῶ, καὶ

    τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

    Ὁ Ἀναγνώστης χύμα τὸ

    Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμεν σε, εὐλογοῦμέν σε,

    προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε

    Βασιλεῦ, ἐπουράνιε Θεέ, πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον

    Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου,

    ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν

    δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός,

    εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν

    αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεά. Ἐγὼ εἶπα.

    Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με

    τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. ἐν τῷ φωτί σου ὀψόμεθα

    φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

  • 18

    Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ

    Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

    Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με

    τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε,

    φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ

    παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ

    Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

    Πληρώσωμεν τὴν ἑωθινήν... Σὸν γὰρ ἐστὶν...

    Εἰς τὰ Ἀπόστιχα Στιχηρὰ Νεκρώσιμα Προσόμοια

    Ἐκ τῶν τοῦ Θεοφάνους

    ὁ β’χορὸς

    Ἦχος δ'

    Ἔδωκας σημείωσιν

    Ὄντως φοβερώτατον, τὸ τοῦ θανάτου μυστήριον! πῶς ψυχὴ ἐκ τοῦ σώματος, βιαίως χωρίζεται, ἐκ

    τῆς ἁρμονίας, καὶ τῆς συμφυΐας, ὁ φυσικώτατος δεσμός, θείῳ βουλήματι ἀποτέμνεται; Διό σε

    ἱκετεύομεν, τοὺς μεταστάντας ἀνάπαυσον, ἐν σκηναῖς τῶν Ἁγίων σου, Ζωοδότα φιλάνθρωπε.

    ὁ α’χορὸς

    Στίχ. Μακάριοι, οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε.

    Ὕπνος ἀναδέδεικται, τῶν πιστευόντων ὁ θάνατος, σοῦ τεθέντος ἐν μνήματι, τοῦ πάντων

    δεσπόζοντος, καὶ τὸ τοῦ θανάτου, κράτος λελυκότος, καὶ καταργήσαντος αὐτοῦ, τὴν δυναστείαν

    τὴν πολυχρόνιον. Διό σε ἱκετεύομεν· Τοὺς μεταστάντας ἀνάπαυσον, ἐν σκηναῖς τῶν Ἁγίων σου,

    Ζωοδότα φιλάνθρωπε.

    ὁ β’χορὸς

    Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

    Σὺ δικαιοσύνη τε, ἁγιασμὸς ἡμῖν γέγονας, καὶ ψυχῶν ἀπολύτρωσις· Πατρὶ γὰρ προσήγαγες,

    δεδικαιωμένους, καὶ λελυτρωμένους, ἀναδεξάμενος ἡμῶν, τὸ ὀφειλόμενον ἐπιτίμιον, καὶ νῦν

    ἐκδυσωποῦμέν σε, τοὺς μεταστάντας ἀνάπαυσον, ἐν χαρᾷ καὶ φαιδρότητι, εὐεργέτα Σωτὴρ ἡμῶν.

    ὁ α’χορὸς

    Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.

    Γένος τὸ ἀνθρώπινον, πρὸς ἀφθαρσίαν ἀνώλεθρον, ἐκ φθορᾶς ἀνακέκληται, λουσάμενον αἵματι,

    τῷ ἐκ τῆς πλευρᾶς σου, Σῶτερ κενωθέντι, ἐν ᾧ ἀπέπλυνας ἡμᾶς, τῆς παραβάσεως τοῦ Προπάτορος.

    Διό σε ἱκετεύομεν, τοὺς μεταστάντας ἀνάπαυσον, ἐν σκηναῖς αἰωνίοις σου, ἐν χοροῖς τῶν

    Μαρτύρων σου.

    ὁ β’χορὸς

    Δόξα Πατρί...Καὶ νῦν... Θεοτοκίον

    Ῥήσεσιν ἑπόμενοι, τῶν θεηγόρων πανάμωμε Θεοτόκον φρονοῦμέν σε· Θεὸν γὰρ ἐγέννησας,

    σεσωματωμένον, ἀπερινοήτως, τὸν λυτρωσάμενον ἡμᾶς, τοὺς αἰχμαλώτους τοῖς παραπτώμασιν,

    ὃν καὶ νῦν ἐκδυσώπησον, τοὺς μεταστάντας οἰκέτας σου, ταῖς οἰκείαις ἐκλάμψεσι, καταυγάσαι

    Πανάχραντε.

    ὁ Προεστώς: Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι …

    Μεθ’ ὅ, Τρισάγιον. Παναγία Τριάς, Πάτερ ἡμῶν, Ὅτι σοῦ ἐστιν.

    Ἀπολυτίκιον

    ἦχος β'

  • 19

    Ἀπόστολοι Μάρτυρες, καὶ Προφῆται Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες,

    καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν

    ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.

    ὁ β’ χορὸς

    Δόξα Πατρί... ἦχος πλ. δ'

    Μνήσθητι Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου, καὶ ὅσα ἐν βίῳ ἥμαρτον συγχώρησον, οὐδεὶς γὰρ

    ἀναμάρτητος, εἰ μὴ σὺ ὁ δυνάμενος, καὶ τοῖς μεταστᾶσι δοῦναι τήν ἀνάπαυσιν.

    ὁ α’ χορὸς

    Καὶ νῦν... Θεοτοκίον

    Μήτηρ ἁγία ἡ τοῦ ἀφράστου φωτός, Ἀγγελικοῖς σε ὕμνοις τιμῶντες μεγαλύνομεν.

    ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ ΑΝΤΙΦΩΝΑ

    Ἀντίφωνον Α'

    ὁ α’ χορός

    Ἦχος β´.

    Στίχ. α'. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.

    Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

    ὁ β’ χορός

    Στίχ. β'. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

    Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

    ὁ α’ χορός

    Στίχ γ΄Ὃτι εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί Σου καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν Σου ἀγαλλιάσομαι.

    Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

    ὁ β’ χορός

    Στίχ. δ'. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.

    Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

    ὁ α’ χορός

    Δόξα...

    ὁ β’ χορός

    Καὶ νῦν...

    Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

    Ἀντίφωνον Β'

    ὁ β’ χορός

    Ἦχος πλ. α'

    Στίχ. α', Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο.

    Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

    ὁ α’ χορός

    Στίχ. β', Kαὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθησεται.

    Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

    ὁ β’ χορός

    Στίχ. γ', Θαυμαστοί οἱ μετεωρισμοί τῆς θαλάσσης, θαυμαστός ἐν ὑψηλοῖς ὁ Κύριος.

    Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

    ὁ α’ χορός

    Στίχ. δ΄. Τά μαρτύριά σου επιστώθησαν σφόδρα τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.

    Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

  • 20

    ὁ β’ χορός

    Δόξα Πατρί...

    ὁ α’ χορός

    Καὶ νῦν...

    ὁ β’ χορός

    Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν

    σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως

    ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας

    Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς

    Ἀντίφωνον γ'

    ὁ α’ χορὸς

    Στίχ. α' Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

    Ἦχος β'

    Ἀπόστολοι Μάρτυρες, καὶ Προφῆται Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες,

    καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν

    ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.

    ὁ β’χορὸς

    Στίχ. β’ Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

    Ἀπόστολοι Μάρτυρες, καὶ Προφῆται Ἱεράρχαι,...

    ΕΙΣΟΔΟΣ ὁ α’ χορὸς

    Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,...

    ὁ β’χορὸς

    ...ψάλλοντάς σοι΄ Ἀλληλούϊα.

    ὁ α’ χορὸς

    Ἀπολυτίκιον

    ἦχος β'

    Ἀπόστολοι Μάρτυρες, καὶ Προφῆται Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες,

    καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν

    ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.

    Ἐκ τοῦ Βήματος

    Ἦχος πλ. δ'

    Μνήσθητι, Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου καὶ ὅσα ἐν βίῳ ἥμαρτον συγχώρησον, οὐδεὶς γὰρ

    ἀναμάρτητος, εἰ μὴ σὺ ὁ δυνάμενος καὶ τοῖς μεταστᾶσι δοῦναι τήν ἀνάπαυσιν.

    ὁ β’ χορὸς

    Τοῦ Ναοῦ

    ὁ α’ χορὸς

    Κοντάκιον Ἦχος πλ. δ'

    Μετὰ τῶν Ἁγίων ἀνάπαυσον, Χριστε, τάς ψυχάς τῶν δούλων σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη,

    οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος.

    ὁ β’ χορὸς

    Κοντάκιον Ἦχος πλ. δ'

    Ὡς ἀπαρχὰς τῆς φύσεως, τῷ φυτουργῷ τῆς κτίσεως, ἡ οἰκουμένη προσφέρει σοι, Κύριε, τοὺς

    θεοφόρους Μάρτυρες. Ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ βαθείᾳ τὴν Ἐκκλησίαν σου, διὰ τῆς

    Θεοτόκου συντήρησον, Πολυέλεε.

  • 21

    Τρισάγιον

    Απόστολος Προκείμενον Ἦχος πλ. β'

    Εὐφράνθητι ἐπὶ Κύριον , καὶ ἀγαλλιᾶσθε δίκαιοι.

    Στίχ. Μακάριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι.

    Πρὸς Τιμόθεον Β΄ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα (2:11-19)

    Τέκνον Τιμόθεε, πιστὸς ὁ λόγος· εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν· εἰ

    ὑπομένομεν, καὶ συμβασιλεύσομεν· εἰ ἀρνούμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς· εἰ

    ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει· ἀρνήσασθαι ἑαυτὸν οὐ δύναται. Ταῦτα

    ὑπομίμνησκε, διαμαρτυρόμενος ἐνώπιον τοῦ Κυρίου μὴ λογομαχεῖν εἰς οὐδὲν

    χρήσιμον, ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. Σπούδασον σεαυτὸν δόκιμον

    παραστῆσαι τῷ Θεῷ, ἐργάτην ἀνεπαίσχυντον, ὀρθοτομοῦντα τὸν λόγον τῆς

    ἀληθείας. Τὰς δὲ βεβήλους κενοφωνίας περιΐστασο· ἐπὶ πλεῖον γὰρ προκόψουσιν

    ἀσεβείας, καὶ ὁ λόγος αὐτῶν ὡς γάγγραινα νομὴν ἕξει· ὧν ἐστιν ῾Υμέναιος καὶ

    Φιλητός, οἵτινες περὶ τὴν ἀλήθείαν ἠστόχησαν, λέγοντες τὴν ἀνάστασιν ἤδη

    γεγονέναι, καὶ ἀνατρέπουσι τήν τινῶν πίστιν. Ὁ μέντοι στερεὸς θεμέλιος τοῦ

    Θεοῦ ἕστηκεν, ἔχων τὴν σφραγῖδα ταύτην· ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ· καὶ

    ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα Κυρίου.

    Ἀλληλούϊα (γ΄)

    Εὐαγγέλιον

    Ἐκ τοῦ κατὰ Λουκᾶν (ιη΄ 2 – 8)

    Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Κριτής τις ἦν ἔν τινι πόλει τὸν Θεὸν μὴ φοβούμενος καὶ ἄνθρωπον μὴ

    ἐντρεπόμενος. χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ, καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα· ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου

    μου. καὶ οὐκ ἠθέλησεν ἐπὶ χρόνον· μετὰ δὲ ταῦτα εἶπεν ἐν ἑαυτῷ· εἰ καὶ τὸν Θεὸν οὐ φοβοῦμαι οὐδὲ ἄνθρωπον

    ἐντρέπομαι, διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην ἐκδικήσω αὐτήν, ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑποπιάζῃ

    με. εἶπε δὲ ὁ Κύριος· Ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει· ὁ δὲ Θεὸς οὐ μὴ ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν

    αὐτοῦ τῶν βοώντων πρὸς αὐτὸν ἡμέρας καὶ νυκτός, καὶ μακροθυμῶν ἐπ' αὐτοῖς; λέγω ὑμῖν ὅτι ποιήσει τὴν

    ἐκδίκησιν αὐτῶν ἐν τάχει.

    ὁ α΄ χορὸς

    Δόξα σοι Κύριε, δόξα σοι.

    Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

    Εἰς τό᾽Εξαιρέτως ὁ α’ χορός

    Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ

    μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ,

    τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

    Κοινωνικόν ὁ β’ χορός

    Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε, καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.

    Ἀλληλούϊα.

    ὁ α’ χορός

  • 22