05-01-Μ.-Πέμπτη-πρωί2.pdf

download 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

of 71

Transcript of 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    1/71

    1

    ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝΜΕΤΑ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ

    ΤΟΥ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ(Τελεῖται συνήθως Μ.Πέμπτη πρωΐ)

    ΙΕΡΕΥΣ: Ε ὐλογημένη ἡ Βασιλεία τοῦΠατρὸς καί τοῦ Υἱοῦ καί τοῦ ἉγίουΠνεύματος, νῦν καὶ ἀεί τοὺς αἰῶνας τῶναἰώνων.

    Ἀ μήν.

    Δ εῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεντῷ βασιλεῖ ἡμῶν Θεῷ.Δ εῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν

    Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.Δ εῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν

    αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.Ψαλµὸς ργ’ (103)Ε ὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ

    Θεός μου ἐμεγαλύνθης σφόδρα.Ἐ ξομολόγησιν καὶ μεγαλοπρέπειαν

    ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.Ἐ κτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ

    στεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα αὐτοῦ. Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ

    περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.

    Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα,

    ΕΣΠΕΡΙΝΟΣ ΜΕΓΑΛΗΣ ΠΕΜΠΤΗΣ & ΛΕΙΤ. Μ. ΒΑΣΙΛΕΙΟΥ

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    2/71

    2

    καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν

    αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἄ βυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ,

    ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα. Ἀ πὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ

    φωνῆς βροντῆς σου δειλιάσουσιν. Ἀ ναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία

    εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.Ὅ ριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ

    ἐπιστρέψουσι καλύψαι τὴν γῆν. Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν,

    ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.Π οτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ,

    προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.Ἐ π' αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ

    κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσιφωνήν.

    Π οτίζων ὄρη ἐκ τῶν ὑπερώων αὐτοῦ ἀπὸκαρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.

    Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶχλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.

    Τ οῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνοςεὐφραίνει καρδίαν ἀνθρώπου.

    ΕΣΠΕΡΙΝΟΣ ΜΕΓΑΛΗΣ ΠΕΜΠΤΗΣ & ΛΕΙΤ. Μ. ΒΑΣΙΛΕΙΟΥ

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    3/71

    3

    Τ οῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶἄρτος καρδίαν ἀνθρώπου στηρίζει.

    Χ ορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱκέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.Ἐ κεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ

    ἡ κατοικία ἡγεῖται αὐτῶν.Ὄ ρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα

    καταφυγὴ τοῖς λαγῳοῖς.Ἐ ποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω

    τὴν δύσιν αὐτοῦ.Ἔ θου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ

    διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.Σ κύμνοι ὠρυόμενοι τοῦ ἁρπᾶσαι, καὶ

    ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς. Ἀ νέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς

    τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.Ἐ ξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ,

    καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας. Ὡ ς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα

    ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώςσου.

    Α ὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος,ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰμετὰ μεγάλων.

    ΕΣΠΕΡΙΝΟΣ ΜΕΓΑΛΗΣ ΠΕΜΠΤΗΣ & ΛΕΙΤ. Μ. ΒΑΣΙΛΕΙΟΥ

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    4/71

    4

    Ἐ κεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος,ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.

    Π άντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴντροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖςσυλλέξουσιν.

    Ἀ νοίξαντός σου τὴν χεῖρα, τὰ σύμπανταπλησθήσονται χρηστότητος ἀποστρέψαντος δέσου τὸ πρόσωπον, ταραχθήσονται.

    Ἀ ντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶνἐπιστρέψουσιν.Ἐ ξαποστελεῖς τὸ πνεῦμα σου, καὶ

    κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆςγῆς.Ἤ τω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας

    εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ. Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν

    τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶκαπνίζονται.

    ᾌ σω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷΘεῷ μου ἕως ὑπάρχω.

    Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ

    ΕΣΠΕΡΙΝΟΣ ΜΕΓΑΛΗΣ ΠΕΜΠΤΗΣ & ΛΕΙΤ. Μ. ΒΑΣΙΛΕΙΟΥ

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    5/71

    5

    εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.Ἐ κλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ

    ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡψυχή μου, τὸν Κύριον.

    Καὶ πάλιν Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος,

    καὶ ἐγένετο νύξ. Ὡ ς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα

    ἐν σοφίᾳ ἐποίησας.Δ όξα Πατρί... Καὶ νῦν ...

    Ἀ λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξασοι ὁ Θεός (ἐκ γ΄).Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.ΔΙΑΚΟΝΟΣ: Ἐ ν εἰρήνῃ τοῦ Κυρίου

    δεηθῶμεν.ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό

    κάθε αἴτηση]Ὑ πέρ τῆς ἄνωθεν εἰρήνης, καί τῆς σωτηρίας

    τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.Ὑ πέρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου,

    εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν,καί τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίουδεηθῶμεν.

    ΕΣΠΕΡΙΝΟΣ ΜΕΓΑΛΗΣ ΠΕΜΠΤΗΣ & ΛΕΙΤ. Μ. ΒΑΣΙΛΕΙΟΥ

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    6/71

    6

    Ὑ πέρ τοῦ ἁγίου οἴκου τούτου, καί τῶνμετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦεἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.Ὑ πέρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων

    χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.Ὑ πέρ τοῦ πατρός καὶ Ἀρχιεπισκόπου ἡμῶν

    (......), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷδιακονίας, παντός τοῦ Κλήρου καί τοῦ Λαοῦ,τοῦ Κυρίου δεηθῶμεν.

    Ὑ πέρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους, πάσηςἈρχῆς καὶ Ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ ξηρὰνθάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ,τοῦ Κυρίου δεηθῶμεν.Ὑ πέρ τῆς πόλεως (Μονής Κώμης) ταύτης,

    πάσης πόλεως καὶ χώρας καί τῶν πίστειοἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.

    Ὑ πὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶνκαρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦΚυρίου δεηθῶμεν.

    Ὑ πὲρ πλεόντων, ὁδοιπορούντων,νοσούντων, καμνόντων, αἰχμαλώτων καί τῆςσωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.

    ΕΣΠΕΡΙΝΟΣ ΜΕΓΑΛΗΣ ΠΕΜΠΤΗΣ & ΛΕΙΤ. Μ. ΒΑΣΙΛΕΙΟΥ

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    7/71

    7

    Ὑ πέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσηςθλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦΚυρίου δεηθῶμεν.

    Ἀ ντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξονἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

    Τ ῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης,ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίωνμνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶπᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷπαραθώμεθα.

    ΧΟΡΟΣ: Σ οὶ Κύριε.ΙΕΡΕΥΣ:Ὅ τι πρέπει σοι, πᾶσα δόξα, τιμὴ

    καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷἉγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶναςτῶν αἰώνων.

    ΧΟΡΟΣ: Ἀ μήν.

    ΕΣΠΕΡΙΝΟΣ ΜΕΓΑΛΗΣ ΠΕΜΠΤΗΣ & ΛΕΙΤ. Μ. ΒΑΣΙΛΕΙΟΥ

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    8/71

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    9/71

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    10/71

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    11/71

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    12/71

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    13/71

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    14/71

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    15/71

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    16/71

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    17/71

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    18/71

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    19/71

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    20/71

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    21/71

    21

    Εἴσοδος.Σοφία Ὀρθοί !

    Φ ῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτουΠατρός, οὐρανίου, ἁγίου, μάρκαρος, ἸησοῦΧριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντεςφῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς,ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁδιδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

    Ἑσπέρας !Προκείμενον Ἦχος α΄

    Ψαλμὸς ρλθ΄(139)Ἐ ξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ.

    Στίχ. Ο ἵτινες ἐλογίσαντο ἀδικίαν ἐν καρδίᾳ.Τ ῆς Ἐξόδου τὸ Ἀνάγνωσμα

    (Κεφ. ΙΘ΄, 10-19)Ε ἶπε Κύριος πρὸς Μωϋσῆν· καταβὰς

    διαμάρτυραι τῷ λαῷ τούτῳ, καὶ ἅγνισον αὐτοὺς

    σήμερον καὶ αὔριον, καὶ πλυνάτωσαν τὰ ἱμάτιααὐτῶν, καὶ ἔστωσαν ἕτοιμοι εἰς τὴν ἡμέραν τὴντρίτην, τῇ γὰρ ἡμέρᾳ τῇ τρίτῃ, καταβήσεταιΚύριος ἐπὶ τὸ ὄρος τὸ Σινᾶ, ἐναντίον παντὸςτοῦ λαοῦ. Καὶ ἀφοριεῖς τὸν λαὸν κύκλῳ λέγων.

    Προσέχετε ἑαυτοῖς τοῦ ἀναβῆναι εἰς τὸ ὄρος,

    ΕΣΠΕΡΙΝΟΣ ΜΕΓΑΛΗΣ ΠΕΜΠΤΗΣ & ΛΕΙΤ. Μ. ΒΑΣΙΛΕΙΟΥ

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    22/71

    22

    καὶ θίγειν τι αὐτοῦ, πᾶς ὁ ἁψάμενος τοῦ ὄρους,θανάτῳ τελευτήσει, οὐχ ἅψεται αὐτοῦ χείρ, ἐνγὰρ λίθοις λιθοβοληθήσεται, ἢ βολίδικατατοξευθήσεται, ἐάν τε κτῆνος, ἐάν τεἄνθρωπος, οὐ ζήσεται. Ὅταν δὲ αἱ φωναί, καὶαἱ σάλπιγγες, καὶ ἡ νεφέλη ἀπέλθῃ ἀπὸ τοῦὄρους, ἐκεῖνοι ἀναβήσονται ἐπὶ τὸ ὄρος. Κατέβηδὲ Μωϋσῆς ἐκ τοῦ ὄρους πρὸς τὸν λαόν, καὶ

    ἡγίασεν αὐτούς, καὶ ἔπλυναν τὰ ἱμάτια αὐτῶν.Καὶ εἶπε τῷ λαῷ. Γίνεσθε ἕτοιμοι, τρεῖς ἡμέραςμὴ προσέλθητε γυναικί. Ἐγένετο δὲ τῇ ἡμέρᾳ τῇτρίτῃ, γενηθέντος πρὸς ὄρθρον, ἐγένοντο φωναὶκαὶ ἀστραπαὶ καὶ νεφέλη γνοφώδης ἐπὶ ὄρους

    Σινᾶ΄ φωνὴ τῆς σάλπιγγος ἤχει μέγα, καὶἐπτοήθη πᾶς ὁ λαός, ὃς ἦν ἐν τῇ παρεμβολῇ.Καὶ ἐξήγαγε Μωϋσῆς τὸν λαὸν εἰς συνάντησιντοῦ Θεοῦ ἐκ τῆς παρεμβολῆς, καὶ παρέστησανὑπὸ τὸ ὄρος΄ Τὸ ὄρος τὸ Σινᾶ ἐκαπνίζετο ὅλον,

    διὰ τὸ καταβεβηκέναι τὸν Θεὸν ἐπ' αὐτὸ ἐνπυρί, ἀνέβαινε δὲ ὁ καπνός, ὡσεὶ ἀτμὶςκαμίνου, καὶ ἐξέστη πᾶς ὁ λαὸς σφόδρα.Ἐγένοντο δὲ αἱ φωναὶ τῆς σάλπιγγος,προβαίνουσαι ἰσχυρότεραι σφόδρα. Μωϋσῆςἐλάλει, ὁ δὲ Θεὸς ἀπεκρίνατο αὐτῷ φωνῇ.

    ΕΣΠΕΡΙΝΟΣ ΜΕΓΑΛΗΣ ΠΕΜΠΤΗΣ & ΛΕΙΤ. Μ. ΒΑΣΙΛΕΙΟΥ

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    23/71

    23

    Προκείμενον Ἦχος βαρὺς Ψαλμὸς νη΄ (58)Ἐ ξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεός.Στίχ. Ῥῦσαί με ἐκ τῶν ἐργαζομένων τὴν

    ἀνομίαν.Ἰὼβ τὸ Ἀνάγνωσμα

    (Κεφ. ΛΗ', 1-21 ΜΒ', 1-5)

    Ε ἶπε Κύριος τῷ Ἰώβ, διὰ λαίλαπος καὶνεφῶν. Τίς οὗτος ὁ κρύπτων με βουλήν,συνέχων δὲ ῥήματα ἐν καρδίᾳ, ἐμὲ δὲ οἴεταικρύπτειν; Ζῶσαι, ὥσπερ ἀνήρ, τήν ὀσφύν σου,ἐρωτήσω δέ σε, σὺ δὲ μοι ἀποκρίθητι. Ποῦ ἦςἐν τῷ θεμελιοῦν με τὴν γῆν; ἀπάγγειλον δὲ μοι,εἰ ἐπίστασαι σύνεσιν. Τίς ἔθετο τὰ μέτρα αὐτῆς,εἰ οἶδας; ἢ τὶς ὁ ἐπαγαγὼν σπαρτίον ἐπ' αὐτῆς;ἐπί, τίνος οἱ κρίκοι αὐτῆς πεπήγασι; τὶς δὲἐστιν ὁ βαλὼν λίθον γωνιαῖον ἐπ' αὐτῆς; ὅτε

    ἐγενήθησαν ἄστρα, ᾔνεσάν με φωνῇ μεγάλῃπάντες Ἀγγελοί μου, ἔφραξα δὲ θάλασσανπύλαις, ὅτε ἐμαιοῦτο ἐκ κοιλίας μητρὸς αὐτῆςἐκπορευομένη, ἐθέμην δὲ αὐτῇ νέφος ἀμφίασιν,ὁμίχλῃ δὲ αὐτὴν ἐσπαργάνωσα, ἐθέμην δὲ αὐτῇ

    ὅρια, περιθεὶς κλεῖθρα καὶ πύλας. Εἶπον δὲ

    ΕΣΠΕΡΙΝΟΣ ΜΕΓΑΛΗΣ ΠΕΜΠΤΗΣ & ΛΕΙΤ. Μ. ΒΑΣΙΛΕΙΟΥ

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    24/71

    24

    αὐτῇ, μέχρι τούτου ἐλεύσῃ, καὶ οὐχ ὑπερβήσῃ,ἀλλ' ἐν σεαυτῇ συντριβήσονταί σου τὰ κύματα.Ἡ ἐπὶ σοῦ συντέταχα φέγγος πρωϊνόν,ἑωσφόρος δὲ εἶδε τὴν ἑαυτοῦ τάξιν,ἐπιλαβέσθαι πτερύγων γῆς, ἐκτινάξαι ἀσεβεῖςἐξ αὐτῆς; Ἢ σύ, λαβών πηλόν, ἔπλασας ζῷον,καὶ λαλητὸν αὐτὸν ἔθου ἐπὶ τῆς γῆς; ἀφεῖλες δὲἀπὸ ἀσεβῶν τὸ φῶς, βραχίονα δὲ ὑπερηφάνων

    συνέτριψας; ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐνδὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας; ἀνοίγονταιδέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδουἰδόντές σε, ἔπτηξαν; νενουθέτησαι δὲ τὸ εὖροςτῆς ὑπ' οὐρανόν. Ἀνάγγειλον δὲ μοι, πόση τίς

    ἐστι; ποίᾳ δὲ γῇ αὐλίζεται τὸ φῶς; σκότους δὲποῖος τόπος; Εἰ ἀγάγοις μὲ εἰς ὅρια αὐτῶν, εἰκαὶ ἐπίστασαι τρίβους αὐτῶν, οἶδας ἄρα ὅτιτότε γεγένησαι, ἀριθμὸς δὲ ἐτῶν σου πολύς;Ὑπολαβὼν δὲ Ἰὼβ τῷ Κυρίῳ λέγει. Οἶδα ὅτι

    πάντα δύνασαι, ἀδυνατεῖ δὲ σοι οὐδέν. Τίς γὰρἐστιν ὁ κρύπτων σε βουλήν; φειδόμενος δὲῥημάτων, καὶ σὲ οἴεται κρύπτειν; τίς δὲἀναγγελεῖ μοι, ἃ οὐκ ᾔδειν, μεγάλα καὶθαυμαστά, ἃ οὐκ ἐπιστάμην. Ἄκουσον δέ μου,Κύριε, ἵνα κἀγὼ λαλήσω, ἐρωτήσω δὲ σε, σὺ δὲ

    ΕΣΠΕΡΙΝΟΣ ΜΕΓΑΛΗΣ ΠΕΜΠΤΗΣ & ΛΕΙΤ. Μ. ΒΑΣΙΛΕΙΟΥ

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    25/71

    25

    με δίδαξον, ἀκοὴν μὲν ὠτός, ἤκουόν σου τὸπρότερον, νυνὶ δέ, ὁ ὀφθαλμός μου, ἑώρακέ σε.

    Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα(Κεφ. Ν' 4-11)

    Κύριος δίδωσί μοι γλῶσσαν παιδείας, τοῦγνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον, ἔθηκέ με πρωΐπρωΐ, προσέθηκέ μοι ὠτίον τοῦ ἀκούειν, καὶπαιδεία Κυρίου Κυρίου ἀνοίγει μου τὰ ὦτα,ἐγὼ δὲ οὐκ ἀπειθῶ, οὐδὲ ἀντιλέγω. Τὸν νῶτόνμου ἔδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μουεἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων, καὶΚύριος, Κύριος βοηθὸς μοι ἐγενήθη. Διὰ τοῦτο

    οὐκ ἐνετράπην, ἀλλὰ ἔθηκα τὸ πρόσωπόν μουὡς στερεὰν πέτραν, καὶ ἔγνων, ὅτι οὐ μὴαἰσχυνθῶ ὅτι ἐγγίζει ὁ δικαιώσας με. Τὶς ὁκρινόμενός μοι; ἀντιστήτω μοι ἅμα, καὶ τὶς ὁκρινόμενός μοι; ἐγγισάτω μοι. Ἰδοὺ Κύριος,

    Κύριος βοηθήσει μοι, τὶς κακώσει με; ἰδοὺπάντες ὑμεῖς, ὡς ἱμάτιον, παλαιωθήσεσθε, καὶὡς σὴς καταφάγεται ὑμᾶς. Τὶς ἐν ὑμῖν ὁφοβούμενος τὸν Κύριον; ὑπακουσάτω τῆςφωνῆς τοῦ παιδὸς αὐτοῦ. Οἱ πορευόμενοι ἐν

    σκότει, καὶ οὐκ ἔστιν αὐτοῖς φῶς, πεποίθατε

    ΕΣΠΕΡΙΝΟΣ ΜΕΓΑΛΗΣ ΠΕΜΠΤΗΣ & ΛΕΙΤ. Μ. ΒΑΣΙΛΕΙΟΥ

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    26/71

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    27/71

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    28/71

    28

    Εἶτα τὸν ἈπόστολονΠροκείμενον Ἦχος βαρὺς

    Οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτό.Στίχ. Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοί.

    Πρὸς Κορινθίους Α΄ Ἐπιστολῆς Παύλου τὸἈνάγνωσμα

    (Κέφ. ΙΑ', 23-32) Ἀ δελφοί, ἐγὼ παρέλαβον ἀπὸ τοῦ Κυρίου,

    ὃ καὶ παρέδωκα ὑμῖν, ὅτι ὁ Κύριος Ἰησοῦς ἐντῇ νυκτί, ἧ παρεδίδοτο, ἔλαβεν ἄρτον, καὶεὐχαριστήσας ἔκλασε, καὶ εἶπε, Λάβετε, φάγετε,τούτο μου ἐστι τὸ σῶμα, τὸ ὑπὲρ ὑμῶνκλώμενον, τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.

    Ὡσαύτως καὶ τὸ ποτήριον, μετὰ τὸ δειπνῆσαι,λέγων. Τοῦτο τὸ ποτήριον, ἡ καινὴ διαθήκηἐστὶν ἐν τῷ ἐμῷ αἵματι. τοῦτο ποιεῖτε, Ὁσάκιςἂν πίνητε, εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὁσάκις γὰρἂν ἐσθίητε τὸν ἄρτον τοῦτον, καί τὸ ποτήριον

    τοῦτο πίνητε, τὸν θάνατον τοῦ Κυρίουκαταγγέλλετε, ἄχρις οὗ ἂν ἔλθῃ. Ὥστε, ὃς ἂνἐσθίῃ τὸν ἄρτον τοῦτον, ἢ πίνῃ τὸ ποτήριον τοῦΚυρίου ἀναξίως, ἔνοχος ἔσται τοῦ σώματος καὶαἵματος τοῦ Κυρίου. Δοκιμαζέτω δὲ ἄνθρωπος

    ἑαυτόν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω, καὶ ἐκ

    ΕΣΠΕΡΙΝΟΣ ΜΕΓΑΛΗΣ ΠΕΜΠΤΗΣ & ΛΕΙΤ. Μ. ΒΑΣΙΛΕΙΟΥ

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    29/71

    29

    τοῦ ποτηρίου πινέτω. Ὁ γάρ ἐσθίων καὶ πίνωνἀναξίως, κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει, μὴδιακρίνων τὸ σῶμα τοῦ Κυρίου. Διὰ τοῦτο ἐνὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶκοιμῶνται ἱκανοί. Εἰ γὰρ ἑαυτοὺς διεκρίνομεν,οὐκ ἂν ἐκρινόμεθα. Κρινόμενοι δέ, ὑπὸ Κυρίουπαιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳκατακριθῶμεν.

    Ἀλληλούϊα Ἦχος πλ. β΄Στίχ. Μακάριος ὁ συνιὼν ἐπὶ πτωχὸν καὶπένητα.Στίχ. Ο ἱ ἐχθροί μου εἶπον κακὰ μοι. Πότεἀποθανεῖται, καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ.

    Στίχ. Ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ' ἐμὲπτερνισμόν.

    ΕὐαγγέλιονΚατὰ Ματθαῖον

    Ε ἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς·

    Οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται,καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸσταυρωθῆναι. Τότε συνήχθησαν οἱ ἀρχιερεῖς καὶοἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰςτὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου

    Καϊάφα, καὶ συνεβουλεύσαντο ἵνα τὸν Ἰησοῦν

    ΕΣΠΕΡΙΝΟΣ ΜΕΓΑΛΗΣ ΠΕΜΠΤΗΣ & ΛΕΙΤ. Μ. ΒΑΣΙΛΕΙΟΥ

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    30/71

    30

    δόλῳ κρατήσωσι καὶ ἀποκτείνωσιν. ἔλεγον δέ·Μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷλαῷ. Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ ἐνοἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, προσῆλθεν αὐτῷγυνὴ ἀλάβαστρον μύρου ἔχουσα βαρυτίμου, καὶκατέχεεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ἀνακειμένου.ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ ἠγανάκτησανλέγοντες· Εἰς τί ἡ ἀπώλεια αὕτη; ἠδύνατο γὰρ

    τοῦτο τὸ μύρον πραθῆναι πολλοῦ καὶ δοθῆναιτοῖς πτωχοῖς. γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς·Τί κόπους παρέχετε τῇ γυναικί; ἔργον γὰρκαλὸν εἰργάσατο εἰς ἐμέ. τοὺς πτωχοὺς γὰρπάντοτε ἔχετε μεθ' ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε

    ἔχετε. βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶτοῦ σώματός μου, πρὸς τὸ ἐνταφιάσαι μεἐποίησεν. ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸεὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ,λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς

    μνημόσυνον αὐτῆς. Τότε πορευθεὶς εἷς τῶνδώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸςτοὺς ἀρχιερεῖς εἶπε· Τί θέλετέ μοι δοῦναι, καὶἐγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν αὐτῷτριάκοντα ἀργύρια. καὶ ἀπὸ τότε ἐζήτειεὐκαιρίαν ἵνα αὐτὸν παραδῷ. Τῇ δὲ πρώτῃ τῶν

    ΕΣΠΕΡΙΝΟΣ ΜΕΓΑΛΗΣ ΠΕΜΠΤΗΣ & ΛΕΙΤ. Μ. ΒΑΣΙΛΕΙΟΥ

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    31/71

    31

    ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦλέγοντες αὐτῷ· Ποῦ θέλεις ἑτοιμάσωμέν σοιφαγεῖν τὸ πάσχα; ὁ δὲ εἶπεν· Ὑπάγετε εἰς τὴνπόλιν πρὸς τὸν δεῖνα καὶ εἴπατε αὐτῷ· ὁδιδάσκαλος λέγει, ὁ καιρός μου ἐγγύς ἐστι·πρὸς σε ποιῶ τὸ πάσχα μετὰ τῶν μαθητῶν μου.καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ὁἸησοῦς, καὶ ἡτοίμασαν τὸ πάσχα. Ὀψίας δὲ

    γενομένης ἀνέκειτο μετὰ τῶν δώδεκα. εἰδὼς ὁδὲ ὁ Ἰησοῦς ὅτι πάντα δέδωκεν αὐτῷ ὁ πατὴρεἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ Θεοῦ ἐξῆλθε καὶπρὸς τὸν Θεὸν ὑπάγει, ἐγείρεται ἐκ τοῦ δείπνουκαὶ τίθησι τὰ ἱμάτια, καὶ λαβὼν λέντιον

    διέζωσεν ἑαυτόν. εἶτα βάλλει ὕδωρ εἰς τὸννιπτῆρα, καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶνμαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦνδιεζωσμένος. ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον,καὶ λέγει αὐτῷ ἐκεῖνος· Κύριε, σύ μου νίπτεις

    τοὺς πόδας; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ·Ὃ ἐγὼ ποιῶ, σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰταῦτα. λέγει αὐτῷ Πέτρος· Οὐ μὴ νίψῃς τοὺςπόδας μου εἰς τὸν αἰῶνα. ἀπεκρίθη αὐτῷ ὁἸησοῦς· Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ'ἐμοῦ. λέγει αὐτῷ Σίμων Πέτρος· Κύριε, μὴ τοὺς

    ΕΣΠΕΡΙΝΟΣ ΜΕΓΑΛΗΣ ΠΕΜΠΤΗΣ & ΛΕΙΤ. Μ. ΒΑΣΙΛΕΙΟΥ

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    32/71

    32

    πόδας μου μόνον, ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴνκεφαλήν. λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὁ λελουμένοςοὐ χρείαν ἔχει ἢ τοὺς πόδας νίψασθαι, ἀλλ' ἔστικαθαρὸς ὅλος· καὶ ὑμεῖς καθαροί ἐστε, ἀλλ'οὐχὶ πάντες. ᾔδει γὰρ τὸν παραδιδόντα αὐτόν·διὰ τοῦτο εἶπεν· οὐχὶ πάντες καθαροί ἐστε. Ὅτεοὖν ἔνιψε τοὺς πόδας αὐτῶν καὶ ἔλαβε τὰἱμάτια αὐτοῦ, ἀναπεσὼν πάλιν, εἶπεν αὐτοῖς·

    Γινώσκετε τί πεποίηκα ὑμῖν; ὑμεῖς φωνεῖτέ με,ὁ Διδάσκαλος καὶ ὁ Κύριος, καὶ καλῶς λέγετε·εἰμὶ γάρ. εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας, ὁΚύριος καὶ ὁ Διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετεἀλλήλων νίπτειν τοὺς πόδας. ὑπόδειγμα γὰρ

    δέδωκα ὑμῖν, ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν, καὶὑμεῖς ποιῆτε. ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐκ ἔστιδοῦλος μείζων τοῦ κυρίου αὐτοῦ, οὐδὲἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν. εἰταῦτα οἴδατε, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά. .

    καὶ ἐσθιόντων αὐτῶν εἶπεν· Ἀμὴν λέγω ὑμῖν ὅτιεἷς ἐξ ὑμῶν παραδώσει με. καὶ λυπούμενοισφόδρα ἤρξαντο λέγειν αὐτῷ ἕκαστος αὐτῶν·Μήτι ἐγώ εἰμι, Κύριε; ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ὁἐμβάψας μετ' ἐμοῦ ἐν τῷ τρυβλίῳ τὴν χεῖραοὗτός με παραδώσει. ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου

    ΕΣΠΕΡΙΝΟΣ ΜΕΓΑΛΗΣ ΠΕΜΠΤΗΣ & ΛΕΙΤ. Μ. ΒΑΣΙΛΕΙΟΥ

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    33/71

    33

    ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ· οὐαὶ δὲτῷ ἀνθρώπῳ ἐκείνῳ δι' οὗ ὁ υἱὸς τοῦ ἀνθρώπουπαραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁἄνθρωπος ἐκεῖνος. ἀποκριθεὶς δὲ Ἰούδας ὁπαραδιδοὺς αὐτὸν εἶπε· Μήτι ἐγώ εἰμι, ῥαββί;λέγει αὐτῷ· Σὺ εἶπας. Ἐσθιόντων δὲ αὐτῶνλαβὼν ὁ Ἰησοῦς τὸν ἄρτον καὶ εὐλογήσαςἔκλασε καὶ ἐδίδου τοῖς μαθηταῖς καὶ εἶπε·

    Λάβετε φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου· καὶλαβὼν τὸ ποτήριον καὶ εὐχαριστήσας ἔδωκεναὐτοῖς λέγων· Πίετε ἐξ αὐτοῦ πάντες· τοῦτογάρ ἐστι τὸ αἷμά μου τὸ τῆς καινῆς διαθήκης τὸπερὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν.

    λέγω δὲ ὑμῖν ὅτι οὐ μὴ πίω ἀπ' ἄρτι ἐκ τούτουτοῦ γεννήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέραςἐκείνης, ὅταν αὐτὸ πίνω μεθ' ὑμῶν καινὸν ἐν τῇβασιλείᾳ τοῦ πατρός μου. Καὶ ὑμνήσαντεςἐξῆλθον εἰς τὸ ὄρος τῶν ἐλαιῶν. Τότε λέγει

    αὐτοῖς ὁ Ἰησοῦς· Πάντες ὑμεῖςσκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ·γέγραπται γάρ, πατάξω τὸν ποιμένα, καὶδιασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης·μετὰ δὲ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴνΓαλιλαίαν. ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ·

    ΕΣΠΕΡΙΝΟΣ ΜΕΓΑΛΗΣ ΠΕΜΠΤΗΣ & ΛΕΙΤ. Μ. ΒΑΣΙΛΕΙΟΥ

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    34/71

    34

    Εἰ πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ δὲοὐδέποτε σκανδαλισθήσομαι. ἔφη αὐτῷ ὁἸησοῦς· Ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτὶπρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με.λέγει αὐτῷ ὁ Πέτρος· Κἂν δέῃ με σὺν σοὶἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι. ὁμοίως δὲκαὶ πάντες οἱ μαθηταὶ εἶπον. Τότε ἔρχεται μετ'αὐτῶν ὁ Ἰησοῦς εἰς χωρίον λεγόμενον

    Γεθσημανῆ, καὶ λέγει τοῖς μαθηταῖς· Καθίσατεαὐτοῦ ἕως οὗ ἀπελθὼν προσεύξωμαι ἐκεῖ. καὶπαραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺςΖεβεδαίου ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν.τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς· Περίλυπός ἐστιν ἡ

    ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶγρηγορεῖτε μετ' ἐμοῦ. καὶ προελθὼν μικρὸνἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶλέγων· Πάτερ μου, εἰ δυνατόν ἐστι, παρελθέτωἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ

    θέλω, ἀλλ' ὡς σύ. ὤφθη δὲ αὐτῷ ἄγγελος ἀπ'οὐρανοῦ ἐνισχύων αὐτὸν. καὶ γενόμενος ἐνἀγωνίᾳ ἐκτενέστερον προσηύχετο. ἐγένετο δὲ ὁἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματοςκαταβαίνοντες ἐπὶ τὴν γῆν. καὶ ἀναστὰς ἀπὸτῆς προσευχῆς ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ

    ΕΣΠΕΡΙΝΟΣ ΜΕΓΑΛΗΣ ΠΕΜΠΤΗΣ & ΛΕΙΤ. Μ. ΒΑΣΙΛΕΙΟΥ

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    35/71

    35

    εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷΠέτρῳ· Οὕτως οὐκ ἰσχύσατε μίαν ὥρανγρηγορῆσαι μετ' ἐμοῦ! γρηγορεῖτε καὶπροσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν·τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο λέγων·Πάτερ μου, εἰ οὐ δύναται τοῦτο τὸ ποτήριονπαρελθεῖν ἀπ' ἐμοῦ ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω

    τὸ θέλημά σου. καὶ ἐλθὼν εὑρίσκει αὐτοὺςπάλιν καθεύδοντας· ἦσαν γὰρ αὐτῶν οἱὀφθαλμοὶ βεβαρημένοι. καὶ ἀφεὶς αὐτοὺςἀπελθὼν πάλιν προσηύξατο ἐκ τρίτου τὸναὐτὸν λόγον εἰπὼν. τότε ἔρχεται πρὸς τοὺς

    μαθητὰς αὐτοῦ καὶ λέγει αὐτοῖς· Καθεύδετε τὸλοιπὸν καὶ ἀναπαύεσθε! ἰδοὺ ἤγγικεν ἡ ὥρα καὶὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖραςἁμαρτωλῶν. ἐγείρεσθε, ἄγωμεν· ἰδοὺ ἤγγικεν ὁπαραδιδούς με. Καὶ ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ

    Ἰούδας εἷς τῶν δώδεκα ἦλθε, καὶ μετ' αὐτοῦὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων ἀπὸ τῶνἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ. ὁ δὲπαραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖονλέγων· Ὃν ἂν φιλήσω αὐτός ἐστι· κρατήσατεαὐτόν. καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ εἶπε·

    ΕΣΠΕΡΙΝΟΣ ΜΕΓΑΛΗΣ ΠΕΜΠΤΗΣ & ΛΕΙΤ. Μ. ΒΑΣΙΛΕΙΟΥ

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    36/71

    36

    Χαῖρε, ῥαββί, καὶ κατεφίλησεν αὐτόν. ὁ δὲἸησοῦς εἶπεν αὐτῷ· Ἑταῖρε, ἐφ' ὃ πάρει; τότεπροσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸνἸησοῦν καὶ ἐκράτησαν αὐτόν. καὶ ἰδοὺ εἷς τῶνμετὰ Ἰησοῦ ἐκτείνας τὴν χεῖρα ἀπέσπασε τὴνμάχαιραν αὐτοῦ, καὶ πατάξας τὸν δοῦλον τοῦἀρχιερέως ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον. τότε λέγειαὐτῷ ὁ Ἰησοῦς· Ἀπόστρεψον σου τὴν μάχαιραν

    εἰς τὸν τόπον αὐτῆς· πάντες γὰρ οἱ λαβόντεςμάχαιραν ἐν μαχαίρῃ ἀποθανοῦνται. ἢ δοκεῖςὅτι οὐ δύναμαι ἄρτι παρακαλέσαι τὸν πατέραμου, καὶ παραστήσει μοι πλείους ἢ δώδεκαλεγεῶνας ἀγγέλων; πῶς οὖν πληρωθῶσιν αἱ

    γραφαὶ ὅτι οὕτω δεῖ γενέσθαι; Ἐν ἐκείνῃ τῇὥρᾳ εἶπεν ὁ Ἰησοῦς τοῖς ὄχλοις· Ὡς ἐπὶ λῃστὴνἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖνμε· καθ' ἡμέραν πρὸς ὑμᾶς ἐκαθεζόμηνδιδάσκων ἐν τῷ ἱερῷ, καὶ οὐκ ἐκρατήσατέ με.

    τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῶσιν αἱγραφαὶ τῶν προφητῶν. Τότε οἱ μαθηταὶ πάντεςἀφέντες αὐτὸν ἔφυγον. Οἱ δὲ κρατήσαντες τὸνἸησοῦν ἀπήγαγον πρὸς Καϊάφαν τὸν ἀρχιερέα,ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροισυνήχθησαν. ὁ δὲ Πέτρος ἠκολούθει αὐτῷ ἀπὸ

    ΕΣΠΕΡΙΝΟΣ ΜΕΓΑΛΗΣ ΠΕΜΠΤΗΣ & ΛΕΙΤ. Μ. ΒΑΣΙΛΕΙΟΥ

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    37/71

    37

    μακρόθεν ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως, καὶεἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν ἰδεῖντὸ τέλος. οἱ δὲ ἀρχιερεῖς οἱ πρεσβύτεροι καὶ τὸσυνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰτοῦ Ἰησοῦ ὅπως θανατώσωσιν αὐτὸν, καὶ οὐχ εὗρον· καὶ πολλῶν ψευδομαρτύρωνπροσελθόντων, οὐχ εὗρον. ὕστερον δὲπροσελθόντες δύο ψευδομάρτυρες εἶπον· Οὗτος

    ἔφη, δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ Θεοῦ καὶδιὰ τριῶν ἡμερῶν οἰκοδομῆσαι αὐτὸν. καὶἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· Οὐδὲνἀποκρίνῃ; τί οὗτοί σου καταμαρτυροῦσιν; ὁ δὲἸησοῦς ἐσιώπα. καὶ ἀποκριθεὶς ὁ ἀρχιερεὺς

    εἶπεν αὐτῷ· Ἐξορκίζω σε κατὰ τοῦ Θεοῦ τοῦζῶντος ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸςτοῦ Θεοῦ. λέγει αὐτῷ ὁ Ἰησοῦς· Σὺ εἶπας· πλὴνλέγω ὑμῖν, ἀπ' ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως

    καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ.65 τότε ὁ ἀρχιερεὺς διέρρηξε τὰ ἱμάτια αὐτοῦλέγων ὅτι Ἐβλασφήμησε· τί ἔτι χρείαν ἔχομενμαρτύρων; ἴδε νῦν ἠκούσατε τὴν βλασφημίαναὐτοῦ· τί ὑμῖν δοκεῖ; οἱ δὲ ἀποκριθέντες εἶπον·Ἔνοχος θανάτου ἐστί. Τότε ἐνέπτυσαν εἰς τὸ

    ΕΣΠΕΡΙΝΟΣ ΜΕΓΑΛΗΣ ΠΕΜΠΤΗΣ & ΛΕΙΤ. Μ. ΒΑΣΙΛΕΙΟΥ

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    38/71

    38

    πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν, οἱ δὲἐρράπισαν 68 λέγοντες· Προφήτευσον ἡμῖν,Χριστέ, τίς ἐστιν ὁ παίσας σε; Ὁ δὲ Πέτρος ἔξωἐκάθητο ἐν τῇ αὐλῇ· καὶ προσῆλθεν αὐτῷ μίαπαιδίσκη λέγουσα· Καὶ σὺ ἦσθα μετὰ Ἰησοῦτοῦ Γαλιλαίου. ὁ δὲ ἠρνήσατο ἔμπροσθεν αὐτῶνπάντων λέγων· Οὐκ οἶδα τί λέγεις. ἐξελθόντα δὲαὐτὸν εἰς τὸν πυλῶνα εἶδεν αὐτὸν ἄλλη καὶ

    λέγει αὐτοῖς· Ἐκεῖ καὶ οὗτος ἦν μετὰ Ἰησοῦ τοῦΝαζωραίου. καὶ πάλιν ἠρνήσατο μεθ' ὅρκου ὅτιΟὐκ οἶδα τὸν ἄνθρωπον. μετὰ μικρὸν δὲπροσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ·Ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ· καὶ γὰρ ἡ λαλιά

    σου δῆλόν σε ποιεῖ. τότε ἤρξατο καταθεματίζεινκαὶ ὀμνύειν ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον· καὶεὐθέως ἀλέκτωρ ἐφώνησε. καὶ ἐμνήσθη ὁΠέτρος τοῦ ῥήματος Ἰησοῦ εἰρηκότος ὅτι πρὶνἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με· καὶ

    ἐξελθὼν ἔξω ἔκλαυσε πικρῶς. Πρωΐας δὲγενομένης συμβούλιον ἔλαβον πάντες οἱἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰτοῦ Ἰησοῦ ὥστε θανατῶσαι αὐτόν· καὶδήσαντες αὐτὸν ἀπήγαγον καὶ παρέδωκαναὐτὸν Ποντίῳ Πιλάτῳ τῷ ἡγεμόνι.

    ΕΣΠΕΡΙΝΟΣ ΜΕΓΑΛΗΣ ΠΕΜΠΤΗΣ & ΛΕΙΤ. Μ. ΒΑΣΙΛΕΙΟΥ

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    39/71

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    40/71

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    41/71

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    42/71

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    43/71

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    44/71

    44

    σι ι ον και αι α α χω ω ρι ι στο ο ο

    ον

    Το Σύµβολον τῆς πίστεωςΠ ιστεύω εἰς ἕνα Θεόν, Πατέρα,

    παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς,ὁρατῶν τε πάντων καὶ ἀοράτων.

    Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸνΥἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸςγεννηθέντα πρὸ πάντων τῶν αἰώνων·

    Φ ῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιοντῷ Πατρί, δι᾿ οὗ τὰ πάντα ἐγένετο.

    Τ ὸν δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴνἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν

    καὶ σαρκωθέντα ἐκ Πνεύματος ἁγίου καὶΜαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα.Σ ταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου

    Πιλάτου καὶ παθόντα, καὶ ταφέντα.Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς

    Γραφάς.

    ΕΣΠΕΡΙΝΟΣ ΜΕΓΑΛΗΣ ΠΕΜΠΤΗΣ & ΛΕΙΤ. Μ. ΒΑΣΙΛΕΙΟΥ

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    45/71

    45

    Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶκαθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός.

    Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναιζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσταιτέλος.

    Καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ κύριον, τὸζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸσὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶσυνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν.

    Ε ἰς μίαν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴνἘκκλησίαν.

    Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσινἁμαρτιῶν.

    Π ροσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωὴντοῦ μέλλοντος αἰῶνος. Ἀμήν.

    Ε

    Π

    λε ον ει ρη η η η νης θυ σι

    αν αι αι νε ε σε ε ω ω ω ω ως

    Και µε τα του πνευ µα το ο ο ος σου

    Ε ε χο µεν προς το ον Κυ υ

    ΕΣΠΕΡΙΝΟΣ ΜΕΓΑΛΗΣ ΠΕΜΠΤΗΣ & ΛΕΙΤ. Μ. ΒΑΣΙΛΕΙΟΥ

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    46/71

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    47/71

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    48/71

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    49/71

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    50/71

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    51/71

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    52/71

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    53/71

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    54/71

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    55/71

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    56/71

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    57/71

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    58/71

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    59/71

    59

    Π άτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς,ἁγιασθήτω τὸ ὄνομά σου,ἐλθέτω ἡ βασιλεία σου,

    γενηθήτω τὸ θέλημά σου,ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς.Τ ὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον

    δὸς ἡμῖν σήμερον,κ αὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν,

    ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν,κ αὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν,ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

    ΕΙΣ ΑΓΙΟΣ

    Ἦχος Πα Ἐναρµόνιος

    Ε ι

    Π

    ει εις Α γι ος ει ει εις Κυ υ

    ρι ι ι ος Ι η σους Χρι στος εις δο ξαν Θε

    ου Πατρος α µην

    ΕΣΠΕΡΙΝΟΣ ΜΕΓΑΛΗΣ ΠΕΜΠΤΗΣ & ΛΕΙΤ. Μ. ΒΑΣΙΛΕΙΟΥ

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    60/71

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    61/71

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    62/71

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    63/71

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    64/71

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    65/71

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    66/71

    66

    µε ραν µε λε ταν την δι και ο συ νην σου

    Αλ λη λου ι α Αλ λη λου ι α Αλ λη

    λου ου ι α α α

    ΙΕΡΕΥΣ: Ὀ ρθοί, μεταλαβόντες τῶν θείων,ἁγίων, ἀχράντων, ἀθανάτων, ἐπουρανίων καὶζωοποιῶν, φρικτῶν τοῦ Χριστοῦ μυστηρίων,ἀξίως εὐχαριστήσωμεν τῷ Κυρίῳ.

    ΧΟΡΟΣ: Κύριε, ἐλέησον.ΙΕΡΕΥΣ: Ἐ ν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.ΧΟΡΟΣ: Κύριε, ἐλέησον.ΙΕΡΕΥΣ: Ἀ ντιλαβοῦ, σῶσον, ἐλέησον καὶ

    διαφύλαξον ἡμᾶς ὁ Θεός, τῇ σῇ χάριτι.ΧΟΡΟΣ: Κύριε, ἐλέησον.ΙΕΡΕΥΣ: Τ ὴν ἡμέραν πᾶσαν, τελείαν,

    ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον αἰτησάμενοι,ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴνἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.

    ΧΟΡΟΣ: Σ οί Κύριε.ΙΕΡΕΥΣ: Ὅ τι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν, καὶ

    σοὶ τὴν δόξαν ἀναπέμπομεν τῷ Πατρὶ καὶ τῷ

    ΕΣΠΕΡΙΝΟΣ ΜΕΓΑΛΗΣ ΠΕΜΠΤΗΣ & ΛΕΙΤ. Μ. ΒΑΣΙΛΕΙΟΥ

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    67/71

    67

    Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰςτοὺς αἰῶνας τῶν αἰώνων.

    ΧΟΡΟΣ: Ἀ μήν.ΙΕΡΕΥΣ: Ἐ ν εἰρήνῃ προέλθωμεν. Τοῦ

    Κυρίου δεηθῶμεν.ΧΟΡΟΣ: Κύριε, ἐλέησον (γ΄) Πάτερ Ἅγιε

    εὐλόγησον.ΙΕΡΕΥΣ: Τ οῦ Κυρίου δεηθῶμεν.ΧΟΡΟΣ: Κύριε, ἐλέησον.ΙΕΡΕΥΣ: Ὁ θυσίαν αἰνέσεως καὶ λατρείαν

    εὐάρεστον, τὴν λογικὴν ταύτὴν καὶ ἀναίμακτονθυσίαν προσδεχόμενος παρὰ τῶνἐπικαλουμένων σε ἐν ὅλῃ καρδίᾳ Χριστὲ ὁ Θεὸςἡμῶν, ὁ, Ἀμνὸς καὶ Υἱὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴνἁμαρτίαν τοῦ κόσμου, ὁ μόσχος ὁ ἄμωμος, ὁ μὴδεχόμενος ἁμαρτίας ζυγὸν καὶ τυθεὶς δι' ἡμᾶςἑκών, ὁ μελιζόμενος καὶ μὴ διαιρούμενος, ὁἐσθιόμενος καὶ μηδέποτε δαπανώμενος, τοὺς δὲἐσθίοντας ἁγιάζων, ὁ εἰς ἀνάμνησιν τοῦἑκουσίου Πάθους σου, καὶ τῆς ζωοποιοῦτριημέρου Ἐγέρσεώς σου, κοινωνοὺς ἡμᾶςἀναδείξας τῶν ἀρρήτων καὶ ἀναδείξας τῶνἀρρήτων καὶ ἐπουρανίων καὶ φρικτῶν σου

    Μυστηρίων, τοῦ ἁγίου σου Σώματος καὶ τοῦ

    ΕΣΠΕΡΙΝΟΣ ΜΕΓΑΛΗΣ ΠΕΜΠΤΗΣ & ΛΕΙΤ. Μ. ΒΑΣΙΛΕΙΟΥ

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    68/71

    68

    τιμίου σου Αἵματος, τήρησον ἡμᾶς τοὺς δούλουςσου, τοὺς διακόνους, τοὺς ἄρχοντας ἡμῶν, τὸνστρατόν, καὶ τὸν περιεστῶτα λαόν, ἐν τῷ σῷἁγιασμῷ. Καὶ δὸς ἡμῖν ἐν παντὶ χρόνῳ καὶκαιρῷ μελετᾶν τὴν σὴν δικαιοσύνην, ὅπως, πρὸςτὸ σὸν θέλημα ὁδηγηθέντες καὶ τὰ εὐάρεστάσοι ποιήσαντες, ἄξιοι γενώμεθα καὶ τῆς ἐκδεξιῶν σου παραστάσεως, ὅταν ἐλεύσῃ κρῖναι

    ζῶντας καὶ νεκρούς, Τοὺς ἐν αἰχμαλωσίᾳἀδελφοὺς ἡμῶν ἀνάρρυσαι, τοὺς ἐν ἀσθενείᾳἐπίσκεψαι, τοὺς ἐν κινδύνοις θαλάσσηςκυβέρνησον, καὶ τὰς προαναπαυσαμένας ψυχὰςἐπ' ἐλπίδι ζωῆς αἰωνίου ἀνάπαυσον, ὅπου

    ἐπισκοπεῖ τὸ φῶς τοῦ προσώπου σου, καὶπάντων τῶν δεομένων τῆς σῆς βοηθείαςἐπάκουσον, ὅτι σὺ εἶ ὁ δοτὴρ τῶν ἀγαθῶν, καὶσοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳσου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ

    ζωοποιῷ σου Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰςτοὺς αἰῶνας τῶν αἰώνων. Ἀ μήν.

    ΕΣΠΕΡΙΝΟΣ ΜΕΓΑΛΗΣ ΠΕΜΠΤΗΣ & ΛΕΙΤ. Μ. ΒΑΣΙΛΕΙΟΥ

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    69/71

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    70/71

    70

    Ὁ Ἱερεύς: Τ οῦ Κυρίου δεηθῶμεν.Ὁ χορός. Κύριε ἐλέησον.

    Ὁ Ἱερεύς:Εὐλογία Κυρίου καὶ ἔλεος ἔλθοιἐφ᾿ ὑμᾶς, τῇ Αὐτοῦθείᾳ χάριτι καὶ φιλανθρωπίᾳ,

    πάντοτε· νῦν, καὶ ἀεί, καὶεἰς τοὺς αἰῶνας τῶναἰώνων.

    Ἀ μήν.Δ όξα Σοι, Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν,

    δόξα σοι.Ὁ χορός. Δό ξα Πατρὶ... Καὶ νῦν... Κύριε

    ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον, ΠάτερἍγιε εὐλόγησον.

    Ὁ δι᾿ ὑπερβάλλουσαν ἀγαθότητα ὁδόνἀρίστην τήν ταπείνωσιν ὑποδείξας, ἐν τῷ νῖψαιτούς πόδας τῶν Μαθητῶν, καὶ μέχρι Σταυροῦκαὶ Ταφῆς συγκαταβάς ἡμῖν, Χριστός ὁἀληθινός Θεός ἡμῶν, ταῖς πρεσβείαις τῆςπαναχράντου καὶ παναμώμου ἁγίας αὐτούΜητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦΣταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίωνΔυνάμεων Ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου,ἐνδόξου, προφήτου Προδρόμου καὶ ΒαπτιστοῦἸωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμωνΑποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων

    ΕΣΠΕΡΙΝΟΣ ΜΕΓΑΛΗΣ ΠΕΜΠΤΗΣ & ΛΕΙΤ. Μ. ΒΑΣΙΛΕΙΟΥ

  • 8/17/2019 05-01-Μ.-Πέμπτη-πρωί2.pdf

    71/71

    Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρωνἡμῶν, (τοῦ Ἁγίου τοῦ Ναοῦ) τῶν ἁγίων καὶδικαίων θεοπατόρων Ἰωακείμ καὶ Ἄννης, καὶπάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ῆμᾶς,ὡς ἀγαθός καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

    Δ ι' Εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, ΚύριεἸησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς.

    ΧΟΡΟΣ: Ἀ μήν.

    Ἡ καταγραφὴ & ἡ Καλλιτεχνικὴ ἐπιµέλεια ἔγινε ἀπὸ τὸν Βασίλειο Κιαµηλίδη

    Ἱεροψάλτη στὸν Ι.Ν. Ἁγίου Γεωργίου Κουλούρας µὲ τὸ πρόγραµµα «Μελωδός»τοῦ κ. Σάββα Παπαδόπουλου.

    www.melodos.com

    ΕΣΠΕΡΙΝΟΣ ΜΕΓΑΛΗΣ ΠΕΜΠΤΗΣ & ΛΕΙΤ. Μ. ΒΑΣΙΛΕΙΟΥ