27 Φεβρουαρίου 2011, Κυριακή της Απόκρεω. Όρθρος - Θεία...

16
27 ΦΕΒΡΟΥΑΡΙΟΥ 2011. ΚΥΡΙΑΚΗ ΤΗΣ ΑΠΟΚΡΕΩ. Μνεία τῆς δευτέρας καὶ ἀδεκάστου παρουσίας τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ. Προκοπίου τοῦ Δεκαπολίτου († η· αἰ.). Στεφάνου τοῦ γηροκόμου. Ἧχος βαρύς, Ἑωθινὸν Ζ´. Εἰδήσεις. Εἰς πάσας τὰς ἡμέρας τῆς παρούσης ἑβδομάδος, προοίμιον καὶ θυρανοίξια οὔσης τῆς ἁγίας καὶ μεγάλης τεσσαρακοστῆς νηστείας, μόνον διὰ τυροῦ, ὠῶν καὶ ἰχθύων καταλύομεν, ἀπέχομεν δὲ κρέατος . ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον...Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις “Ὅτι πρέπει σοι πᾶσα δόξα..” καὶ μετὰ... Ἦχος βαρύς', “Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...(Ἐγκ. Ἀναγν. Σελ. 41 – 42) ΑΠΟΛΥΤΙΚΙΑ Τό Ἀναστάσιμον Ἀπολυτίκιον, Ἦχος βαρὺς Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον, ἠνέῳξας τῷ Λῃστῇ τὸν Παράδεισον, τῶν Μυροφόρων τὸν θρῆνον μετέβαλες, καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας· ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος. Δόξα Πατρὶ... τὸ αὐτό Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον, ἠνέῳξας τῷ Λῃστῇ τὸν Παράδεισον, τῶν Μυροφόρων τὸν θρῆνον μετέβαλες, καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας· ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος. Καὶ νῦν... τὸ Θεοτοκίον αὐτοῦ ς τῆς ἡμῶν Ἀναστάσεως θησαύρισμα, τοὺς ἐπὶ σοὶ πεποιθότας Πανύμνητε, ἐκ λάκκου καὶ βυθοῦ πταισμάτων ἀνάγαγε· σὺ γὰρ τοὺς ὑπευθύνους τῇ ἁμαρτίᾳ, ἔσωσας τεκοῦσα τὴν σωτηρίαν, ἡ πρὸ τόκου Παρθένος, καὶ ἐν τόκῳ Παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα Παρθένο Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὸν τὸ κράτος... ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α´ Στιχολογίαν, Ἦχος βαρὺς Ζωὴ ἐν τῷ τάφῳ ἀνέκειτο, καὶ σφραγὶς ἐν τῷ λίθῳ ἐπέκειτο, ὡς Βασιλέα ὑπνοῦντα, στρατιῶται ἐφύλαττον Χριστόν, καὶ Ἄγγελοι ἐδόξαζον, ὡς Θεὸν ἀθάνατον. Γυναῖκες δὲ ἐκραύγαζον· Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος. Δόξα Πατρὶ... Τῇ τριημέρῳ ταφῇ σου σκυλεύσας τὸν θάνατον, καὶ φθαρέντα τὸν ἄνθρωπον, τῇ ζωηφόρῳ Ἐγέρσει σου, ἀναστήσας Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος δόξα σοι. Καὶ νῦν... Θεοτοκίον Σελ. 1

description

27 Φεβρουαρίου 2011, Κυριακή της, Απόκρεω. Μνεία τῆς δευτέρας καὶ ἀδεκάστου παρουσίας τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ. Προκοπίου τοῦ Δεκαπολίτου († η· αἰ.). Στεφάνου τοῦ γηροκόμου. Ἧχος βαρύς, Ἑωθινὸν Ζ´.

Transcript of 27 Φεβρουαρίου 2011, Κυριακή της Απόκρεω. Όρθρος - Θεία...

Invalid document format