06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

download 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

of 130

Transcript of 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    1/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    2/130

    2

    Δόξα... Καὶ νῦν ...Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω

    τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω

    τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς.Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖνσήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν,ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶμὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι

    ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ἱερεὺς: Ὅτι σοῦ ἐστιν ἡ βασιλεία... Ἀναγνώστης:  Ἀμήν..

    Τροπάρια

    Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον

    τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι,κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸνφυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

    Δόξα... Ὁ   ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ

    ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούςσου δώρησαι, Χριστὲ ὁ Θεός, εὔφρανον ἐν τῇδυνάμει σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκαςχορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴνσυμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης,

    ἀήττητον τρόπαιον.

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΕΣΠΕΡΑΣ

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    3/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    4/130

     4 

     Ἀναγνώστης:  Ἀμήν.Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη,

    ἐν ἀνθρώποις εὐδοκία. (τρὶς)

    Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμαμου ἀναγγελεῖ τὴν αἴνεσίν σου. (δὶς)

    ΨΑΛΜΟΣ Γ΄ (3)

    Κύριε τὶ ἐπληθύνθησαν οἱ θλίβοντές με;πολλοὶ ἐπανίστανται ἐπ' ἐμέ.

    Πολλοὶ λέγουσι τῇ ψυχῇ μου οὐκ ἔστισωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ.

    Σὺ δὲ Κύριε ἀντιλήπτωρ μου εἶ, δόξα μουκαὶ ὑψῶν τὴν κεφαλήν μου.

    Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα καὶἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ.

    Ἐγὼ δὲ ἐκοιμήθην καὶ ὕπνωσα, ἐξηγέρθηνὅτι Κύριος ἀντιλήψεταί μου.

    Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶνκύκλῳ συνεπιτιθεμένων μοι.

     Ἀνάστα, Κύριε, σῶσόν με ὁ Θεός μου. Ὅτισὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοιματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας.

    Τοῦ Κυρίου ἡ σωτηρία καὶ ἐπὶ τὸν λαόνσου ἡ εὐλογία σου.

    Καὶ πάλιν·

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΕΣΠΕΡΑΣ

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    5/130

    5

    Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην ὅτιΚύριος ἀντιλήψεταί μου.

    ΨΑΛΜΟΣ ΛΖ΄ (37).Κύριε μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ

    ὀργῇ σου παιδεύσῃς με.

    Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι καὶἐπεστήριξας ἐπ' ἐμὲ τὴν χεῖρά σου.

    Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸπροσώπου τῆς ὀργῆς σου.

    Οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸπροσώπου τῶν ἁμαρτιῶν μου.

    Ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν

    μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ.Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου

    ἀπὸ προσώπου τῆς ἀφροσύνης μου.

    Ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕωςτέλους, ὅλην τὴν ἡμέραν σκυθρωπάζων

    ἐπορευόμην.Ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων

    καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου.

    Ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα,ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου.

    Κύριε ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΕΣΠΕΡΑΣ

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    6/130

    6

    καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη.

    Ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπέ με ἡἰσχύς μου καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου καὶ

    αὐτὸ οὐκ ἔστι μετ' ἐμοῦ.Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ

    ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν καὶ οἱἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν.

    Καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου

    καὶ οἱ ζητοῦντες τὰ κακά μοι ἐλάλησανματαιότητας καὶ δολιότητας ὅλην τὴν ἡμέρανἐμελέτησαν.

    Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ.

    Καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούωνκαὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς.

    Ὅτι ἐπὶ σοὶ Κύριε ἤλπισα, σὺ εἰσακούσῃΚύριε ὁ Θεός μου.

    Ὅτι εἶπον· μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί

    μου καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπ' ἐμὲἐμεγαλορρημόνησαν.

    Ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος καὶ ἡἀλγηδών μου ἐνώπιόν μού ἐστί διὰ παντός.

    Ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ καὶ

    μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου.

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΕΣΠΕΡΑΣ

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    7/130

    7

    Οἱ δὲ ἐχθροί μου ζῶσι καὶ κεκραταίωνταιὑπὲρ ἐμὲ καὶ ἐπληθύνθησαν οἱ μισοῦντές μεἀδίκως.

    Οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶνἐνδιέβαλλόν με ἐπεὶ κατεδίωκον ἀγαθωσύνην.

    Μὴ ἐγκαταλίπῃς με Κύριε ὁ Θεός μου, μὴἀποστῇς ἀπ' ἐμοῦ.

    Πρόσχες εἰς τὴν βοήθειάν μου Κύριε τῆς

    σωτηρίας μου.Καὶ πάλιν·

    Μὴ ἐγκαταλίπῃς με ,Κύριε, ὁ Θεός μου, μὴἀποστῇς ἀπ' ἐμοῦ.

    Πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς

    σωτηρίας μου.

    ΨΑΛΜΟΣ ΞΒ΄ (62).

     Ὁ   Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω·ἐδίψησέ σε ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ

    μου ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ.Οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι, τοῦ ἰδεῖν τὴν

    δύναμίν σου καὶ τὴν δόξαν σου.

    Ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωάς· τὰχείλη μου ἐπαινέσουσί σε.

    Οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου, καὶ ἐν

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΕΣΠΕΡΑΣ

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    8/130

    8

    τῷ ὀνόματί σου ἀρῶ τὰς χεῖράς μου.

     Ὡς ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη ἡψυχή μου, καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ

    στόμα μου.Εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου,

    ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ.

    Ὅτι ἐγενήθης βοηθός μου καὶ ἐν τῇ σκέπῃτῶν πτερύγων σου ἀγαλλιάσομαι.

    Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲἀντελάβετο ἡ δεξιά σου.

    Αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήνμου, εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς,παραδοθήσονται εἰς χεῖρας ῥομφαίας· μερίδες

    ἀλωπέκων ἔσονται. Ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ,

    ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ, ὅτιἐνεφράγη στόμα λαλούντων ἄδικα.

    Καὶ πάλιν·

    Ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σὲ ὅτιἐγενήθης βοηθός μου, καὶ ἐν τῇ σκέπῃ τῶνπτερύγων σου ἀγαλλιάσομαι.

    Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲἀντελάβετο ἡ δεξιά σου.

    Δόξα... Καὶ νῦν...

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΕΣΠΕΡΑΣ

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    9/130

    9

     Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξασοι ὁ Θεὸς. (γ΄)

    Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε,ἐλέησον.

    Δόξα... Καὶ νῦν...

    ΨΑΛΜΟΣ ΠΖ΄ (87).

    Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου ἡμέρας

    ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου.Εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου,

    κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου.

    Ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου καὶ ἡ ζωήμου τῷ ᾅδῃ ἤγγισε.

    Προσελογίσθην μετὰ τῶν καταβαινόντωνεἰς λάκκον, ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητοςἐν νεκροῖς ἐλεύθερος.

     Ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ ὧνοὐκ ἐμνήσθης ἔτι, καὶ αὐτοὶ ἐκ τῆς χειρός σου

    ἀπώσθησαν.Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν

    σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου.

    Ἐπ' ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου καὶπάντας τοὺς μετεωρισμούς σου ἐπήγαγες ἐπ'

    ἐμέ.

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΕΣΠΕΡΑΣ

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    10/130

    10

    Ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ' ἐμοῦ,ἔθεντό με βδέλυγμα ἑαυτοῖς· παρεδόθην καὶοὐκ ἐξεπορευόμην.

    Οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας·ἐκέκραξα πρὸς σὲ Κύριε ὅλην τὴν ἡμέρανδιεπέτασα πρὸς σὲ τὰς χεῖράς μου.

    Μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια ἢ ἰατροὶἀναστήσουσι καὶ ἐξομολογήσονταί σοι;

    Μὴ διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ ἔλεός σουκαὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλείᾳ;

    Μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιάσου καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ;

    Κἀγὼ πρὸς σὲ Κύριε ἐκέκραξα καὶ τὸ πρωῒ

    ἡ προσευχή μου προφθάσει σε. Ἵνα τὶ Κύριε ἀπωθῇ τὴν ψυχήν μου,

    ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ;

    Πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητόςμου, ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην.

    Ἐπ' ἐμὲ διῆλθον αἱ ὀργαί σου, οἱφοβερισμοί σου ἐξετάραξάν με.

    Ἐκύκλωσάν με ὡσεὶ ὕδωρ, ὅλην τὴν ἡμέρανπεριέσχον με ἅμα.

    Ἐμάκρυνας ἀπ' ἐμοῦ φίλον καὶ πλησίον καὶ

    τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας.

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΕΣΠΕΡΑΣ

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    11/130

    11 

    Καὶ πάλιν

    Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου ἡμέραςἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου.

    Εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μουκλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου.

    ΨΑΛΜΟΣ ΡΒ΄ (102)

    Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶπάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

    Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.

    Τὸν εὐϊλατεύοντα πάσας τὰς ἀνομίας σου,τὸν ἰώμενον πάσας τὰς νόσους σου.

    Τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου,

    τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς.Τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν

    σου, ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου.

    Ποιῶν ἐλεημοσύνας ὁ Κύριος, καὶ κρῖμαπᾶσι τοῖς ἀδικουμένοις.

    Ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωϋσῇ, τοῖςυἱοῖς Ἰσραὴλ τὰ θελήματα αὐτοῦ.

    Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος,μακρόθυμος καὶ πολυέλεος, οὐκ εἰς τέλοςὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ.

    Οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν,

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΕΣΠΕΡΑΣ

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    12/130

    12

    οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκενἡμῖν.

    Ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς

    γῆς, ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶτοὺς φοβουμένους αὐτόν.

    Καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν,ἐμάκρυνεν ἀφ’ ἡμῶν τὰς ἀνομίας ἡμῶν.

    Καθὼς οἰκτείρει πατὴρ υἱούς, ᾠκτείρησε

    Κύριος τοὺς φοβουμένους αὐτόν, ὅτι αὐτὸςἔγνω τὸ πλάσμα ἡμῶν, ἐμνήσθη ὅτι χοῦς ἐσμεν.

     Ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ,ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει.

    Ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ 

    ὑπάρξει, καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόποναὐτοῦ.

    Τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος,καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένουςαὐτόν.

    Καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοῖς υἱῶν, τοῖςφυλάσσουσι τὴν διαθήκην αὐτοῦ, καὶμεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαιαὐτάς.

    Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον

    αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΕΣΠΕΡΑΣ

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    13/130

    13

    Εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ Ἄγγελοιαὐτοῦ, δυνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγοναὐτοῦ, τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων

    αὐτοῦ.Εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις

    αὐτοῦ, λειτουργοὶ αὐτοῦ, οἱ ποιοῦντες τὸθέλημα αὐτοῦ.

    Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα

    αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ,εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

    Καὶ πάλιν

    Ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦεὐλόγει ἡ ψυχή μου τὸν Κύριον.

    ΨΑΛΜΟΣ ΡΜΒ΄ (142)Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου,

    ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου,εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου.

    Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου

    σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου,

    ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.

    Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺςαἰῶνος καὶ ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνεῦμά μου ἐν

    ἐμοὶ ἐταράχθη ἡ καρδία μου.

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΕΣΠΕΡΑΣ

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    14/130

    14 

    Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐνπᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶνσου ἐμελέτων.

    Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχήμου ὡς γῆ ἄνυδρός σοι.

    Ταχὺ εἰσάκουσόν μου Κύριε ἐξέλιπε τὸπνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σουἀπ' ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν

    εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός

    σου, ὅτι ἐπὶ σοι ἤλπισα·

    Γνώρισόν μοι Κύριε ὁδὸν ἐν ᾗ πορεύσομαιὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου.

    Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε πρὸςσὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημάσου ὅτι σὺ εἶ ὁ Θεός μου·

    Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐνγῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός σου Κύριε

    ζήσεις με·Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως

    τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει σουἐξολοθρεύσεις τοὺς ἐχθρούς μου.

    Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν

    ψυχήν μου ὅτι ἐγὼ δοῦλός σού εἰμι.

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΕΣΠΕΡΑΣ

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    15/130

    15

    Καὶ πάλιν

    Εἰσάκουσόν μου Κύριε ἐν τῇ δικαιοσύνῃσου καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου

    σου. (Δὶς)Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν

    γῇ εὐθείᾳ.

    Δόξα... Καὶ νῦν... Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα

    σοι ὁ Θεός. (Τρὶς)ἩΠληρωθέντος τοῦ ἐξάψαλμου, λέγεται ἡ

    Μεγάλη Συναπτὴ ἢ Εἰρηνικά, τῶν χορῶνψαλλόντων τὸ Κύριε Ἐλέησον.

    Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας

    τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

    Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου,εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν,καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίουδεηθῶμεν.

    Ὑπὲρ τοῦ ἁγίου Οἴκου τούτου, καὶ τῶνμετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦεἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

    Ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΕΣΠΕΡΑΣ

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    16/130

    16

    χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.

    Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν,...................τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ

    διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ,τοῦ Κυρίου δεηθῶμεν.

    Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους, πάσηςἀρχῆς καὶ ἐξουσίας ἐν αὐτῷ καὶ τοῦφιλοχρίστου στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν.

    Ὑπὲρ τῆς πόλεως ταύτης, πάσης πόλεως,χώρας, καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦΚυρίου δεηθῶμεν.

    Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶνκαρπῶν τῆς γῆς, καὶ καιρῶν εἰρηνικῶν, τοῦ

    Κυρίου δεηθῶμεν.Ὑπὲρ πλεόντων, ὁδοιπορούντων,

    νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆςσωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.

    Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης

    θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης τοῦΚυρίου δεηθῶμεν.

     Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξονἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

    Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης,

    ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΕΣΠΕΡΑΣ

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    17/130

    17

    ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν ἁγίωνμνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶπᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ

    παραθώμεθα.Σοὶ, Κύριε.

    Ἱερεύς:  Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴκαὶ προσκύνησις, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷἉγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς

    αἰῶνας τῶν αἰώνων.

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΕΣΠΕΡΑΣ

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    18/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    19/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    20/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    21/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    22/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    23/130

    23

    κροι οις εν τω Α δη ως Κτι στην και Κυ ρι

    ον

    Εἶτα ἀναγινώσκεται ὁ Ν΄ ψαλµὸς

    Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός

    Σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σουἐξάλειψον τὸ ἀνόμημά μου.

    Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μουκαὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.

    Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός.

    Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόνΣου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοιςΣου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί Σε.

    Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐνἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.

    Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶτὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι.

     Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι·

    πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΕΣΠΕΡΑΣ

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    24/130

    24 

     Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην·ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.

     Ἀπόστρεψον τὸ πρόσωπόν Σου ἀπὸ τῶνἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μουἐξάλειψον.

    Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός,καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις

    μου.Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου,

    καὶ τὸ Πνεῦμά Σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ἐμοῦ.

     Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου

    Σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.Διδάξω ἀνόμους τὰς ὁδούς Σου, καὶ

    ἀσεβεῖς ἐπὶ Σὲ ἐπιστρέψουσι.

     Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆςσωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴνδικαιοσύνην Σου.

    Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμαμου ἀναγγελεῖ τὴν αἴνεσίν Σου.

    Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν·

    ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΕΣΠΕΡΑΣ

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    25/130

    25

    Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον,καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁΘεὸς οὐκ ἐξουδενώσει.

     Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τὴνΣιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.

    Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης,ἀναφορὰν καὶ ὁλοκαυτώματα.

    Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν Σουμόσχους.

    Καὶ εὐθύς τὸν ἑπόµενον Κανὸνα, ψάλλοντες τοὺς Εἱρµοὺςἀνὰ β΄, καὶ τὰ Τροπάρια εἰς δ΄, µέ στίχον . Καὶ πάλιν ἔσχατον ὡς Καταβασὶας

    τοὺς αὐτοὺς Εἱρµούς.

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΕΣΠΕΡΑΣ

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    26/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    27/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    28/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    29/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    30/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    31/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    32/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    33/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    34/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    35/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    36/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    37/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    38/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    39/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    40/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    41/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    42/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    43/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    44/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    45/130

     45

    Σοί, Κύριε.Σὺ γὰρ εἰ ὁ Βασιλεύς τῆς εἰρήνης

    καὶ Σωτήρ τῶν ψυχῶν ἡμῶν, καὶ Σοὶ τὴν δόξαν

    ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷἉγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶναςτῶν αἰώνων.

     Ἀμήν.

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΕΣΠΕΡΑΣ

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    46/130

     46

    Κοντάκιον Ἦχος β΄

    Τὴν ἄβυσσον ὁ κλείσας, νεκρὸς ὁρᾶται, καὶσμύρνη καὶ σινδόνι ἐνειλημμένος, ἐν μνημείῳκατατίθεται, ὡς θνητὸς ὁ ἀθάνατος. Γυναῖκεςδὲ αὐτὸν ἦλθον μυρίσαι, κλαίουσαι πικρῶς καὶἐκβοῶσαι. Τοῦτο Σάββατόν ἐστι τὸὑπερευλογημένον, ἐν ὧ, Χριστὸς ἀφυπνώσας,ἀναστήσεται τριήμερος.

    Ὁ Οἶκος

     Ὁ   συνέχων τὰ πάντα ἐπὶ σταυροῦἀνυψώθη, καὶ θρηνεῖ πᾶσα ἡ Κτίσις, τοῦτονβλέπουσα κρεμάμενον γυμνὸν ἐπὶ τοῦ ξύλου, ὁἥλιος τὰς ἀκτῖνας ἀπέκρυψε, καὶ τὸ φέγγος οἱἀστέρες ἀπεβάλλοντο, ἡ γῆ δὲ σὺν πολλῷ τῶφόβω συνεκλονεῖτο, ἡ θάλασσα ἔφυγε, καὶ αἱπέτραι διερρήγνυντο, μνημεῖα δὲ πολλὰἠνεώχθησαν, καὶ σώματα ἡγέρθησαν ἁγίωνἈνδρῶν. Ἅδης κάτω στενάζει, καὶ Ἰουδαῖοι

    σκέπτονται συκοφαντῆσαι Χριστοῦ τὴνἈνάστασιν, τὰ δὲ Γύναια κράζουσι. ΤοῦτοΣάββατόν ἐστι τὸ ὑπερευλογημένον, ἐν ὧΧριστὸς ἀφυπνώσας, ἀναστήσεται τριήμερος.

    Συναξάριον τοῦ Μηναίου

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΕΣΠΕΡΑΣ

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    47/130

    Σ υ ν α ξ ά ρ ι ο ν

    Τῇ Λ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίουἐνδόξου Ἀποστόλου Ἰακώβου, ἀδελφοῦ τοῦ

    Ἁγίου Ἰωάννου τοῦ Θεολόγου.

    ΣτίχοιὩς ἀμνὸς Ἰάκωβος ἀχθεὶς ἐσφάγη,Τῆς εὐσεβείας μηρυκίζων τοὺς λόγους.Κτεῖνε, μάχαιρα φόνου, Ἰάκωβον ἑνὶ

    τριακοστῇ.Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς

    ἡμῶν Κλήμεντος τοῦ Ποιητοῦ.Στίχοι

    Τέρψας ὁ Κλήμης γηγενεῖς ᾠδαῖς κάτω,

    Ἀπῆλθε τέρψων, ὥσπερ οἶμαι, καὶ νόας.

    Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἉγίουΜάρτυρος Μαξίμου.

    ΣτίχοιΜάξιμος εὑρὼν τὴν ξὶ συλλαβὴν μέσην,

    Τὸ γαστρὸς ἡμῖν μηνύει μέσον ξίφος.

    Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς εὑρέσεως τῶνλειψάνων τοῦ Ἁγίου Ἱερομάρτυρος Βασιλέως,Ἐπισκόπου Ἀμασείας.

    Στίχοι

    30-04-2016 ΣΥΝΑΞΑΡΙΟΝ

     47α 

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    48/130

    Χρὴ μηδὲ νεκρὸν λανθάνειν Βασιλέα,Βασιλέως θνήξαντα τοῦ ζῶντος χάριν.

    Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις

    Πατρὸς ἡμῶν Δονάτου, Ἐπισκόπου Εὐροίας.Στίχοι

    Τὶς μὴ Δονᾶτον δοξάσει ἐν τοῖς λόγοις,Ὃν περ τὰ ἔργα πανταχοῦ ἐδόξασαν.

    30-04-2016 ΣΥΝΑΞΑΡΙΟΝ

      47β

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    49/130

     48

    Ὑπόμνημα τοῦ Τριωδίου

    Τῶ ἁγίω καὶ μεγάλω Σαββάτω, τὴν

    θεόσωμον Ταφήν, καὶ τὴν εἰς Ἄδου Κάθοδοντοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦἑορτάζομεν δι' ὧν τῆς φθορᾶς τὸ ἡμέτερονγένος ἀνακληθέν, πρὸς αἰωνίαν ζωὴνμεταβέβηκε.

    ΣτίχοιΜάτην φυλάττεις τὸν τάφον, κουστωδία.Οὐ γὰρ καθέξει τύμβος αὐτοζωϊαν.

    Τῇ ἀνεκφράστῳ σου συγκαταβάσει, Χριστὲὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΕΣΠΕΡΑΣ

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    50/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    51/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    52/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    53/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    54/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    55/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    56/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    57/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    58/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    59/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    60/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    61/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    62/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    63/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    64/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    65/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    66/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    67/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    68/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    69/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    70/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    71/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    72/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    73/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    74/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    75/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    76/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    77/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    78/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    79/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    80/130

    79

    Σοί, Κύριε.Ὅτι ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, ὁ ἐπὶ

    θρόνου δόξης τῶν Χερουβὶμ ἐπαναπαυόμενος,

    καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῶ ἀνάρχωσου Πατρί, καὶ τῶ παναγίω, καὶ ἀγαθῶ, καὶζωοποιῶ σου Πνεύματι, νύν, καὶ ἀεί, καὶ εἰςτοὺς αἰῶνας τῶν αἰώνων.

    ΧΟΡΟΣ:  Ἀμήν.

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΕΣΠΕΡΑΣ

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    81/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    82/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    83/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    84/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    85/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    86/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    87/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    88/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    89/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    90/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    91/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    92/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    93/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    94/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    95/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    96/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    97/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    98/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    99/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    100/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    101/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    102/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    103/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    104/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    105/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    106/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    107/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    108/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    109/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    110/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    111/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    112/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    113/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    114/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    115/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    116/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    117/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    118/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    119/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    120/130

    119

    καταπτώσεως, λυτρώσῃς τὸ ἀνθρώπινον καὶἀθανατίσας, ζῳώσῃς ἡμᾶς, ὡς Θεὸς ἀθάνατος.

    Προκείμενον Ἦχος δ΄. Ψαλμὸς μγ΄ (43)

     Ἀνάστα, Κύριε, βοήθησον ἡμῖν. Ὁ Θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν.

    Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα(Κεφ. ΛΖ΄ 1-14)

    Ἐγένετο ἐπ' ἐμὲ χεὶρ Κυρίου, καὶ ἐξήγαγέμε ἐν πνεύματι Κυρίου, καὶ ἔθηκέ με ἐν μέσῳτοῦ πεδίου, καὶ τοῦτο ἦν μεστὸν ὀστέωνἀνθρωπίνων, καὶ περιήγαγέ με ἐπ' αὐτά,κύκλωθεν κύκλῳ, καὶ ἰδοὺ πολλὰ σφόδρα, ἐπὶπροσώπου τοῦ πεδίου, καὶ ἰδοὺ ξηρὰ σφόδρα.

    Καὶ εἶπε πρὸς με. Υἱὲ ἀνθρώπου, εἰ ζήσεται τὰὀστέα ταῦτα; καὶ εἶπα. Κύριε, Κύριε, σὺἐπίστασαι ταῦτα. Καὶ εἶπε πρὸς με.Προφήτευσον ἐπὶ τὰ ὀστᾶ ταῦτα, καὶ ἐρεῖςαὐτοῖς. Τὰ ὀστᾶ τὰ ξηρά, ἀκούσατε λόγον

    Κυρίου, τάδε λέγει Κύριος τοῖς ὀστέοις τούτοις.Ἰδοὺ ἐγὼ φέρω εἰς ὑμᾶς πνεῦμα ζωῆς, καὶδώσω εἰς ὑμᾶς νεῦρα, καὶ ἀνάξω εἰς ὑμᾶςσάρκας, καὶ ἐκτενῶ ἐφ' ὑμᾶς δέρμα, καὶ δώσωπνεῦμά μου εἰς ὑμᾶς, καὶ ζήσεσθε, καὶ

    γνώσεσθε, ὅτι ἐγὼ εἰμι Κύριος. Καὶ

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΕΣΠΕΡΑΣ

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    121/130

    120

    προεφήτευσα, καθὼς ἐνετείλατό μοι Κύριος.Καὶ ἐγένετο φωνὴ ἐν τῷ ἐμὲ προφητεῦσαι, καὶἰδοὺ σεισμός, καὶ προσήγαγε τὰ ὀστᾶ, ἑκάτερον

    πρὸς τὴν ἁρμονίαν αὐτοῦ. Καὶ εἶδον, καὶ ἰδοὺἐπ' αὐτὰ νεῦρα καὶ σάρκες ἐφύοντο, καὶἀνέβαινεν ἐπ' αὐτὰ δέρμα ἐπάνω, καὶ πνεῦμαοὐκ ἦν ἐν αὐτοῖς. Καὶ εἶπε πρὸς με.Προφήτευσον, ἐπὶ τὸ πνεῦμα, υἱὲ ἀνθρώπου,

    προφήτευσον, καὶ εἰπὲ τῷ πνεύματι. Τάδε λέγειΚύριος Κύριος. Ἐκ τῶν τεσσάρων πνευμάτωνἐλθέ, καὶ ἐμφύσησον εἰς τοὺς νεκροὺς τούτους,καὶ ζησάτωσαν. Καὶ προεφήτευσα, καθ’ ὅ,τιἐνετείλατό μοι, καὶ εἰσῆλθεν εἰς αὐτοὺς τὸ

    πνεῦμα, καὶ ἔζησαν, καὶ ἔστησαν ἐπὶ τῶν ποδῶναὐτῶν, συναγωγὴ πολλὴ σφόδρα. Καὶ ἐλάλησεΚύριος πρὸς με, λέγων. Υἱὲ ἀνθρώπου, τὰ ὀστᾶταῦτα, πᾶς οἶκος Ἰσραὴλ ἐστιν, αὐτοὶ λέγουσι.Ξηρὰ γέγονε τὰ ὀστᾶ ἡμῶν, ἀπώλωλεν ἡ ἐλπὶς

    ἡμῶν, διαπεφωνήκαμεν. Διὰ τοῦτοπροφήτευσον, καὶ εἰπὲ πρὸς αὐτούς. Τάδε λέγειΚύριος Κύριος. Ἰδοὺ ἐγὼ ἀνοίγω τὰ μνήματαὑμῶν, καὶ ἀνάξω ὑμᾶς ἐκ τῶν μνημάτων ὑμῶν,καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν τοῦ Ἰσραήλ, καὶγνώσεσθε, ὅτι ἐγὼ εἰμι Κύριος, ἐν τῷ ἀνοῖξαί με

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΕΣΠΕΡΑΣ

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    122/130

    121 

    τοὺς τάφους ὑμῶν, τοῦ ἀναγαγεῖν με ἐκ τῶντάφων τὸν λαόν μου. Καὶ δώσω πνεῦμά μου εἰςὑμᾶς, καὶ ζήσεσθε, καὶ θήσομαι ὑμᾶς ἐπὶ τὴν

    γῆν ὑμῶν, καὶ γνώσεσθε, ὅτι ἐγὼ Κύριος,ἐλάλησα, καὶ ποιήσω, λέγει Κύριος Κύριος.

    ΑΠΟΣΤΟΛΟΣΠροκείμενον Ἦχος βαρὺς. Ψαλμὸς θ΄ (9)

     Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ

    χείρ σου.Στίχ.   Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ

    καρδίᾳ μου.

    Πρὸς Κορινθίους Α΄ Ἐπιστολῆς Παύλου τὸἈνάγνωσμα

    (Κεφ. Ε΄ 6-8, Γαλ. Γ΄ 13-14) Ἀδελφοί, μικρὰ ζύμη ὅλον τὸ φύραμα

    ζυμοῖ. Ἐκκαθάρατε οὖν τὴν παλαιὰν ζύμην, ἵναἦτε νέον φύραμα, καθὼς ἐστε ἄζυμοι, καὶ γὰρτὸ Πάσχα ἡμῶν, ὑπὲρ ἡμῶν ἐτύθη Χριστός.

    Ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐνζύμῃ κακίας καὶ πονηρίας, ἀλλ' ἐν ἀζύμοιςεἰλικρινείας καὶ ἀληθείας. Χριστὸς γὰρ ἡμᾶςἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου,γενόμενος ὑπὲρ ἡμῶν κατάρα. Γέγραπται γάρ.

    Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου, ἵνα

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΕΣΠΕΡΑΣ

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    123/130

    122

    εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ Ἀβραὰμ γένηται ἐνΧριστῷ Ἰησοῦ, ἵνα τὴν ἐπαγγελίαν τοῦΠνεύματος λάβωμεν διὰ τῆς πίστεως.

     Ἀλληλούϊα. Ἦχος πλ. α΄.Ψαλμὸς ξζ΄ (67) Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθή-

    τωσαν οἱ ἐχθροὶ αὐτοῦ.

     Ὡς ἐκλείπει καπνός, ἐκλειπέτωσαν,

    ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοί, ἀπὸ

    προσώπου τοῦ Θεοῦ.ΕΥΑΓΓΕΛΙΟΝ

    'Εκ τοῦ κατὰ Ματθαῖον...(κζ΄ 62-66)

    Τῇ ἐπαύριον, ἥτις ἐστὶ μετὰ τὴνΠαρασκευήν συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱΦαρισαῖοι πρὸς Πιλᾶτον λέγοντες, Κύριε,ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν,Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι. Κέλευσον οὖν

    ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας,μήποτε ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ κλέψωσιναὐτὸν καὶ εἴπωσιν τῷ λαῷ, ᾽Ηγέρθη ἀπὸ τῶννεκρῶν, καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆςπρώτης. Ἔφη αὐτοῖς ὁ Πιλᾶτος, ῎Εχετε

    κουστωδίαν· ὑπάγετε ἀσφαλίσασθε ὡς οἴδατε.

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΕΣΠΕΡΑΣ

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    124/130

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    125/130

    124 

    ΙΕΡΕΥΣ:  Ἔτι δεόμεθα ὑπέρ τῶν μακαρίωνκαὶ ἀοιδίμων κτητόρων τῆς ἁγίας Ἐκκλησίαςταύτης, καὶ ὑπὲρ πάντων τῶν

    προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶνἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς, κειμένων, καὶἁπανταχοῦ ὀρθοδόξων.

    ΧΟΡΟΣ: Κύριε ἐλέησον (ἐκ τρίτου)ΙΕΡΕΥΣ:   Ἔτι δεόμεθα ὑπέρ τῶν

    καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων,ψαλλόντων καὶ ὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τοῦἀπεκδεχομένου τὸ παρὰ Σοῦ μέγα καὶπλούσιον ἔλεος.

    ΧΟΡΟΣ: Κύριε ἐλέησον (ἃπαξ)ΙΕΡΕΥΣ:   Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος

    Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι,νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων.

     Ἀμήν.ΙΕΡΕΥΣ:   Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν

    ἡμῶν τῷ Κυρίῳ.ΧΟΡΟΣ: Κύριε ἐλέησον.ΙΕΡΕΥΣ:   Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ

    διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΕΣΠΕΡΑΣ

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    126/130

    125

    ΧΟΡΟΣ: Κύριε ἐλέησον.ΙΕΡΕΥΣ:   Τὴν ἡμέραν πᾶσαν, τελείαν,

    ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρὰ τοῦ

    Κυρίου, αἰτησώμεθα.ΧΟΡΟΣ: Παράσχου Κύριε.ΙΕΡΕΥΣ:  Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν,

    φύλακα των ψυχῶν καί τῶν σωμάτων ἡμῶν,παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

    ΧΟΡΟΣ: Παράσχου Κύριε.ΙΕΡΕΥΣ:   Συγγνώμην καὶ ἄφεσιν τῶν

    ἁμαρτιῶν καί τῶν πλημμελημάτων ἡμῶν, παρὰτοῦ Κυρίου αἰτησώμεθα.

    ΧΟΡΟΣ: Παράσχου Κύριε.

    ΙΕΡΕΥΣ:   Τὰ καλὰ καὶ συμφέροντα ταῖςψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ, παρὰ τοῦΚυρίου αἰτησώμεθα.

    ΧΟΡΟΣ: Παράσχου Κύριε.ΙΕΡΕΥΣ:  Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς

    ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρὰτοῦ Κυρίου αἰτησώμεθα.

    ΧΟΡΟΣ: Παράσχου Κύριε.ΙΕΡΕΥΣ: Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν,

    ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν

    ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΕΣΠΕΡΑΣ

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    127/130

    126

    Χριστοῦ αἰτησώμεθα.ΧΟΡΟΣ: Παράσχου Κύριε.ΙΕΡΕΥΣ:Τῆς Παναγίας, ἀχράντου, ὑπερ-

    ευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶνΘεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰπάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺςκαὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷτῷ Θεῷ παραθώμεθα.

    ΧΟΡΟΣ: Σοὶ Κύριε.ΙΕΡΕΥΣ:  Ὅτι Θεὸς ἐλέους, οἰκτιρμῶν, καὶ

    φιλανθρωπίας ὑπάρχεις, καὶ Σοὶ τὴν δόξανἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷἉγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας

    τῶν αἰώνων.Χορός:  Ἀμήν.ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι.ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου.ΙΕΡΕΥΣ:   Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ

    κλίνωμεν.ΧΟΡΟΣ: Σοί, Κύριε.ΙΕΡΕΥΣ:   Κύριε, Ἅγιε, ὁ ἐν ὑψηλοῖς

    κατοικὼν καὶ τὰ ταπεινὰ ἐφορών καὶ τῷπαντεφόρῳ σου ὄκκατι ἐπιβλέπων ἐπὶ πάσαν

    τὴν κτίσιν, σοι ἐκλίναμεν τὸν αὐχένα τῆς ψυχῆς

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΕΣΠΕΡΑΣ

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    128/130

    127

    καὶ τοῦ σώματος καὶ δεόμεθά σου, ἅγιε ἁγίων·ἔκτεινον τὴν χείρά σου τὴν ἀόρατον ἐξ ἁγίουκατοικητηρίου σου καὶ εὐλόγησον πάντας ἡμᾶς·

    καὶ εἰ τι ἡμάρτομεν ἑκουσίως ή ἀκουσίως, ὡςἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς συγχώρησον,δωρούμενος ἡμῖν τὰ ἐγκόσμια καὶ ὑπερκόσμιαἀγαθά σου.

    ΙΕΡΕΥΣ:  Σὸν γάρ ἐστι τὸ ἐλεεῖν καὶ σῴζειν

    ἡμᾶς, ὁ Θεὸς ἡμῶν, καὶ Σοὶ τὴν δόξανἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷἉγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶναςτῶν αἰώνων.

    ΧΟΡΟΣ:  Ἀμήν.

    ΙΕΡΕΥΣ: Σοφία.ΑΝΑΓΝΩΣΤΗΣ:ΕὐλόγησονΙΕΡΕΥΣ:  Ὁ ὤν εὐλογητός Χριστὸς ὁ Θεὸς

    ἡμῶν, πάντοτε νῦν, καὶ αεί, καὶ εἰς τοὺς αἰώναςτῶν αἰώνων. Ἀμήν.

    ΑΝΑΓΝΩΣΤΗΣ:  Ἀμήν.Στερεώσαι Κύριος ὁ Θεός την ἁγίαν και

    ἀμώμητον πίστιν τῶν εὐσεβῶν και ὀρθοδόξωνΧριστιανῶν, συν τῇ ἁγίᾳ Ἐκκλησίᾳ, πόλει καίἐνορίᾳ (κώμῃ) ταύτῃ εἰς αἰώνας αἰώνων. Ἀμήν.

    ΙΕΡΕΥΣ:Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΕΣΠΕΡΑΣ

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    129/130

    128

    ΑΝΑΓΝΩΣΤΗΣ:Τὴν τιμιωτέραν τῶν Χερουβὶμκαὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ· τὴνἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως

    Θεοτόκον, σὲ μεγαλύνομεν.ΙΕΡΕΥΣ: Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.ΑΝΑΓΝΩΣΤΗΣ:  Δόξα Πατρὶ καὶ Υἱῷ καὶ

    Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺςαἰῶνας τῶν αἰώνων, Ἀμήν.

    Κύριε ἐλέησον (γ'), Πάτερ ἅγιε, εὐλόγησον.ΙΕΡΕΥΣ: Ὁ   δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους καὶ

    διὰ τὴν ἡμετέραν σωτηρίαν, τὰ φρικτὰ πάθη καὶτὸν Ζωοποιὸν Σταυρὸν καὶ τὴν ἑκούσιον ταφὴνσαρκὶ καταδεξάμενος, Χριστὸς ὁ ἀληθινὸς Θεὸς

    ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶπαναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦτιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶντιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων,ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου

    Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων,ἐνδόξων καὶ πανευφήμων Αποστόλων, τῶνἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶνὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦἉγίου τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων

    θεοπατόρων Ἰωακείμ καὶ Ἄννης, καὶ πάντων

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΕΣΠΕΡΑΣ

  • 8/17/2019 06-02-Μ.-Παρασκευή-Εσπέρας2.pdf

    130/130

    τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθόςκαὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

    Δι' εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε

    Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσονἡμᾶς.

    ΧΟΡΟΣ:  Ἀμήν.

    Ἡ καταγραφὴ τῶν Κειµένων - Καλλιτεχνικὴ ἐπιµέλεια 

    ἔγινε µὲ τὸ πρόγραµµα «Μελωδὸς»τοῦ κ. Σάββα Παπαδόπουλου

    www.melodos.comἀπὸ τὸν Βασίλειο Κιαµηλίδη

    Ἱεροψάλτη στὸν Ι.Ν. Ἁγίου Γεωργίου Κουλούρας Βέροιας.

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΕΣΠΕΡΑΣ