ΑΝΝΑ ΚΟΜΝΗΝΗ

3
ΑΝΝΑ ΚΟΜΝΗΝΗ, ΑΛΕΞΙΑΣ, ΚΕΙΜΕΝΟ Β Ἤδη δὲ τοῦ ἵππου καμόντος καὶ μὴ δυναμένου φεύγειν ἢ καὶ διώκειν (ἐγγὺς γὰρ ἦν τοῦ ἀποπεπνευκέναι διὰ τοὺς ἐπαλλήλους δρόμους) ἀνασειράσας τοῦτον Βρυέννιος καθάπέρ τις ἀθλητὴς γενναῖος εἱστήκει πρὸς τὰς λαβὰς καὶ πρὸς ἑαυτὸν δύο τῶν Τούρκων γενναίους ἐξεκαλέσατο. ὧν ὁ μὲν εἷς παίει τῷ δόρατι, ἀλλ’ οὐκ ἔφθη δοῦναι βαρεῖαν πληγὴν καὶ λαμβάνει ἀπὸ τῆς δεξιᾶς τἀνδρὸς βαρυτέραν· φθάνει γὰρ ἀποκόψας τούτου τὴν χεῖρα ὁ Βρυέννιος τῷ ξίφει, ἣ μετὰ τοῦ δόρατος πρὸς τοὔδαφος ἐξεκυλίσθη. ἅτερος δὲ τούτων τοῦ ἰδίου ἵππου καταπηδήσας καθάπέρ τις πάρδαλις ἥλλατο ἐπὶ τοῦ ἵππου τοῦ Βρυεννίου ἐναρμόσας ἑαυτὸν ἐπὶ τῆς ὀσφύος. καὶ ὁ μὲν εἴχετο τούτου ἀπρὶξ καὶ ἐπιβαίνειν ἐπειρᾶτο τοῦ νώτου, δὲ καθάπερ θηρίον ἐπιστρέψας ἑαυτὸν ἐκκεντεῖν διὰ τοῦ ξίφους ἐβούλετο. οὐ μέντοι κατὰ νοῦν ἐχώρει αὐτῷ τὰ πράγματα, ἀεί τοι τοῦ κατὰ νῶτον Τούρκου λυγιζομένου καὶ τὰς τρώσεις ἐκφεύγοντος· ἐπεὶ δὲ καὶ δεξιὰ αὐτῷ ἀπειρήκει κενεμβατοῦσα καὶ ἀπεῖπεν ὁ ἀθλητής, ἐνταῦθα πρὸς ἅπασαν χεῖρα πολεμίων ἐνδέδωκεν ἑαυτόν. οἳ καὶ συλλαβόμενοι τοῦτον καὶ ὥσπερ μέγα κῦδος. ἀράμενοι κομίζουσιν Ἀλεξίῳ τῷ Κομνηνῷ οὐ πάνυ μέν τοι πορρωτέρω καθεστηκότι τῆς τοῦ Βρυεννίου ἁλώσεως, ἐκτάττοντι δὲ τάς τε τῶν βαρβάρων καὶ τὰς ἑαυτοῦ φάλαγγας καὶ πρὸς τὸν πόλεμον ἐρεθίζοντι. καὶ πρότερον μὲν διά τινων κηρύκων τὴν ἅλωσιν τοῦ ἀνδρὸς διεπέμψαντο, ἔπειτα δὲ καὶ αὐτὸν παριστῶσι τῷ στρατηγῷ θέαμα ὄντως φοβερὸν καὶ πολεμοῦντα καὶ ἁλισκόμενον. οὕτω

description

αννα κομνηνη

Transcript of ΑΝΝΑ ΚΟΜΝΗΝΗ

Page 1: ΑΝΝΑ ΚΟΜΝΗΝΗ

ΑΝΝΑ ΚΟΜΝΗΝΗ, ΑΛΕΞΙΑΣ, ΚΕΙΜΕΝΟ Β

Ἤδη δὲ τοῦ ἵππου καμόντος καὶ μὴ δυναμένου φεύγειν ἢ καὶ

διώκειν (ἐγγὺς γὰρ ἦν τοῦ ἀποπεπνευκέναι διὰ τοὺς ἐπαλλήλους

δρόμους) ἀνασειράσας τοῦτον ὁ Βρυέννιος καθάπέρ τις ἀθλητὴς

γενναῖος εἱστήκει πρὸς τὰς λαβὰς καὶ πρὸς ἑαυτὸν δύο τῶν

Τούρκων γενναίους ἐξεκαλέσατο. ὧν ὁ μὲν εἷς παίει τῷ δόρατι,

ἀλλ’ οὐκ ἔφθη δοῦναι βαρεῖαν πληγὴν καὶ λαμβάνει ἀπὸ τῆς δεξιᾶς

τἀνδρὸς βαρυτέραν· φθάνει γὰρ ἀποκόψας τούτου τὴν χεῖρα ὁ

Βρυέννιος τῷ ξίφει, ἣ μετὰ τοῦ δόρατος πρὸς τοὔδαφος

ἐξεκυλίσθη. ἅτερος δὲ τούτων τοῦ ἰδίου ἵππου καταπηδήσας

καθάπέρ τις πάρδαλις ἥλλατο ἐπὶ τοῦ ἵππου τοῦ Βρυεννίου

ἐναρμόσας ἑαυτὸν ἐπὶ τῆς ὀσφύος. καὶ ὁ μὲν εἴχετο τούτου ἀπρὶξ

καὶ ἐπιβαίνειν ἐπειρᾶτο τοῦ νώτου, ὁ δὲ καθάπερ θηρίον

ἐπιστρέψας ἑαυτὸν ἐκκεντεῖν διὰ τοῦ ξίφους ἐβούλετο. οὐ μέντοι

κατὰ νοῦν ἐχώρει αὐτῷ τὰ πράγματα, ἀεί τοι τοῦ κατὰ νῶτον

Τούρκου λυγιζομένου καὶ τὰς τρώσεις ἐκφεύγοντος· ἐπεὶ δὲ καὶ ἡ

δεξιὰ αὐτῷ ἀπειρήκει κενεμβατοῦσα καὶ ἀπεῖπεν ὁ ἀθλητής,

ἐνταῦθα πρὸς ἅπασαν χεῖρα πολεμίων ἐνδέδωκεν ἑαυτόν. οἳ καὶ

συλλαβόμενοι τοῦτον καὶ ὥσπερ μέγα κῦδος. ἀράμενοι κομίζουσιν

Ἀλεξίῳ τῷ Κομνηνῷ οὐ πάνυ μέν τοι πορρωτέρω καθεστηκότι τῆς

τοῦ Βρυεννίου ἁλώσεως, ἐκτάττοντι δὲ τάς τε τῶν βαρβάρων καὶ

τὰς ἑαυτοῦ φάλαγγας καὶ πρὸς τὸν πόλεμον ἐρεθίζοντι. καὶ

πρότερον μὲν διά τινων κηρύκων τὴν ἅλωσιν τοῦ ἀνδρὸς

διεπέμψαντο, ἔπειτα δὲ καὶ αὐτὸν παριστῶσι τῷ στρατηγῷ θέαμα

ὄντως φοβερὸν καὶ πολεμοῦντα καὶ ἁλισκόμενον. οὕτω μὲν οὖν τὸν

Βρυέννιον εἰς χεῖρας ἔχων ὁ Κομνηνὸς Ἀλέξιος δορύκτητον τῷ

βασιλεῖ ἐκπέμπει Βοτανειάτῃ μηδὲν μέντοι λυμηνάμενος αὐτοῦ τὰ

ὄμματα ὅλως ὁ ἀνήρ· οὐ γὰρ ἦν τοιοῦτος ὁ Κομνηνός, ὥστε μετὰ

τὴν ἅλωσιν ἐπεξέρχεσθαι τοῖς ἐπ’ αὐτὸν καταστᾶσιν, ἀλλ’ εἰς

τιμωρίαν αὐτάρκη ἐνόμιζε τὴν τοῦ πολεμίου ἅλωσιν, τὰ δ’

ἐντεῦθεν φιλανθρωπίαι τὲ καὶ φιλοφροσύναι καὶ φιλοτιμία πολλή·

ὅπερ κἀν τῷ Βρυεννίῳ ἐνεδείξατο. καὶ γὰρ ἱκανὸν αὐτῷ μετὰ τὴν

Page 2: ΑΝΝΑ ΚΟΜΝΗΝΗ

ἅλωσιν συμπορευθεὶς διάστημα, ἐπὰν τὸν οὕτω καλούμενον τόπον

κατέλαβεν, ἀνακτήσασθαι τῆς λύπης χρησταῖς ἐλπίσι τὸν ἄνδρα

βουληθεὶς πρὸς αὐτὸν ἔφη· «ἀποβάντες τῶν ἵππων καθεζώμεθα

μικρὸν ἑαυτοὺς διαναπαύσοντες». ὁ δὲ τὸν περὶ ψυχῆς δεδιὼς

κίνδυνον μεμηνόσιν ἐῴκει καὶ οὔτε ῥᾳστώνης ἐν χρείᾳ ἦν. πῶς γὰρ

ὁ καὶ αὐτὴν ἀπολεγόμενος τὴν ζωήν; ἀλλ’ ὅμως τῷ τοῦ στρατηγοῦ

εὐθὺς ὑπετάγη βουλήματι· τοιοῦτον γὰρ τὸ δοῦλον πρὸς ἅπαν τὸ

ἐπιταττόμενον ῥᾳδίως ὑπεῖκον, καὶ μᾶλλον εἰ δορυάλωτον

ἄγοιτο. ἀποβάντες τοίνυν οἱ δημαγωγοὶ τῶν ἵππων, ὁ μὲν ἔνθεν ὡς

ἐπὶ στιβάδος ἐπὶ πόας εὐθὺς ἀνέκειτο χλοερᾶς, ἐκεῖθι δ’ ὁ

Βρυέννιος ῥίζης ὕπερθεν ὑψικλώνου δρυὸς τὴν κεφαλὴν ἀνέχων.

κἀκεῖνος μὲν ἐκάθευδε, τόν δ’ οὐκ εἶχε νήδυμος ὕπνος, τοῦτο δὴ τὸ

τῆς γλυκείας ποιήσεως, ἀλλὰ τὸν ὀφθαλμὸν ἀνατείνας καὶ τὸ

ἀπῃωρημένον τοῖς πτόρθοις ξίφος θεασάμενος, ἐπεὶ μηδένα

μηδαμοῦ τότε παρόντα ἑώρα, ἀνακτησάμενος τῆς ἀθυμίας ἑαυτὸν

κρείττονος γίνεται λογισμοῦ καὶ ἀποκτεῖναι τὸν ἐμὸν πατέρα

βουλεύεται. καὶ τάχα ἂν εἰς ἔργον ἀπέβη τὸ βούλευμα, εἰ μή τις

ἄνωθεν θεία τοῦτον διεκώλυσε δύναμις τὸ ἄγριον τοῦ θυμοῦ

ἐξημερώσασα καὶ ἱλαρὸν τῷ στρατηγῷ ἐνατενίζειν

παρασκευάσασα. ταῦτα ἐγὼ ἐκείνου διηγουμένου πολλάκις

ἤκουον· ἔνεστι δὲ τῷ βουλομένῳ ἐντεῦθεν κατανοεῖν, ὅπως τὸν

Κομνηνὸν ἐς μείζονα ἀξίαν παρεφυλάττετο ὁ Θεὸς καθάπέρ τι

χρῆμα τίμιον τὰ Ῥωμαίων σκῆπτρα δι’ αὐτοῦ ἐπανακαλέσασθαι

θέλων. εἰ δέ τι μετὰ ταῦτα συμβέβηκε τῷ Βρυεννίῳ τῶν

ἀβουλήτων, αἰτία τῶν ἀμφὶ τὸν βασιλέα τινῶν, ὁ ἐμὸς πατὴρ

ἀναίτιος.