Download - ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ ΑΚΟΛΟΥΘΙΑ ......6 αὐτῶν,ὡςλέωνἁρπάζων,καὶὠρυόμενος.Ὡσεὶ ὕδωρἐξεχύθη,καὶδιεσκορπίσθηπάντατὰὀστᾶ

Transcript
  • 1

    ΑΚΟΛΟΥΘΙΑΤΩΝ ΜΕΓΑΛΩΝ ΒΑΣΙΛΙΚΩΝ ΩΡΩΝ

    ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΜΕΓΑΛΗΣ ΠΑΡΑΣΚΕΥΗΣ

    ΩΡΑ ΠΡΩΤΗἹερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε,

    νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Ἀναγνώστης: Ἀμήν.Ἱερεύς: Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.Βασιλεῦ Οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα

    τῆς Ἀληθείας, ὁ Πανταχοῦ Παρὼν καὶ τὰ ΠάνταΠληρῶν, ὁ Θησαυρὸς τῶν Ἀγαθῶν καὶ ΖωῆςΧορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶκαθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον,Ἀγαθέ, τὰς ψυχὰς ἡμῶν.

    Ἀναγνώστης: Ἀμήν. Ἅγιος ὁ Θεός, ἍγιοςἸσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ΄)

    Δόξα... Καὶ νῦν ...Παναγία Τριάς, ἐλέησον ἡμᾶς.Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν.Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας

    ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε,

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ

  • 2

    ἐλέησον.Δόξα... Καὶ νῦν ...Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω

    τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτωτὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς.Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖνσήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν,ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶμὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαιἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

    Ἱερεύς: Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...Ὁ Ἀναγνώστης: Ἀμήν. Κύριε ἐλέησον ( ιβ΄)Δόξα... Καὶ νῦν ...Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν

    τῷ βασιλεῖ ἡμῶν Θεῷ.Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν

    Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν

    αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.ΨΑΛΜΟΣ Ε΄.(5)

    Τὰ ῥήματά μου ἐνώτισαι, Κύριε, σύνες τῆςκραυγῆς μου. Πρόσχες τῇ φωνῇ τῆς δεήσεώςμου, ὁ Βασιλεύς μου καὶ ὁ Θεός μου. Ὅτι πρὸςσὲ προσεύξομαι, Κύριε, τὸ πρωΐ εἰσακούσῃ τῆς

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ

  • 3

    φωνῆς μου. Τὸ πρωΐ παραστήσομαί σοι, καὶἐπόψει με, ὅτι οὐχὶ Θεὸς θέλων ἀνομίαν σὺ εἶ,οὐ παροικήσει σοι πονηρευόμενος, οὐδὲδιαμενοῦσι παράνομοι κατέναντι τῶν ὀφθαλμῶνσου. Ἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴνἀνομίαν, ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸψεῦδος. Ἄνδρα αἱμάτων καὶ δόλιονβδελύσσεται Κύριος. Ἐγὼ δὲ ἐν τῷ πλήθει τοῦἐλέους σου εἰσελεύσομαι εἰς τὸν οἶκόν σου,προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου.Κύριε, ὁδήγησόν με ἐν τῇ δικαιοσύνη σου ἕνεκατῶν ἐχθρῶν μου, κατεύθυνον ἐνώπιόν σου τὴνὁδόν μου. Ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶνἀλήθεια, ἡ καρδία αὐτῶν ματαία. Τάφοςἀνεωγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαιςαὐτῶν ἐδολιοῦσαν, κρῖνον αὐτούς, ὁ Θεός.Ἀποπεσάτωσαν ἀπὸ τῶν διαβουλιῶν αὐτῶν,κατὰ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῶν ἔξωσοναὐτούς, ὅτι παρεπίκρανάν σε, Κύριε. Καὶεὐφρανθείησαν πάντες οἱ ἐλπίζοντες ἐπὶ σέ, εἰςαἰῶνα ἀγαλλιάσονται, καὶ κατασκηνώσεις ἐναὐτοῖς, καὶ καυχήσονται ἐν σοὶ πάντες οἱἀγαπῶντες τὸ ὄνομά σου. Ὅτι σὺ εὐλογήσειςδίκαιον. Κύριε, ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ

  • 4

    ἡμᾶς.Ψαλμὸς β΄ (2)

    Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησανκενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτό, κατὰ τοῦΚυρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ.Διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν, καὶἀπορῥίψωμεν ἀφ' ἡμῶν τὸν ζυγὸν αὐτῶν, ὁκατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτούς, καὶὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς. Τότε λαλήσειπρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ, καὶ ἐν τῷ θυμῶαὐτοῦ ταράξει αὐτούς. Ἐγὼ δὲ κατεστάθηνβασιλεὺς ὑπ' αὐτοῦ, ἐπὶ Σιὼν ὄρος τὸ ἅγιοναὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα Κυρίου.Κύριος εἶπε πρός με. Υἱός μου εἶ σύ, ἐγὼσήμερον γεγέννηκά σε. Αἴτησαι παρ' ἐμοῦ, καὶδώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴνκατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Ποιμανεῖςαὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, ὡς σκεύη κεραμέωςσυντρίψεις αὐτούς. Καὶ νύν, βασιλεῖς, σύνετε,παιδεύθητε πάντες οἱ κρίνοντες τὴν γῆν.Δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιᾶσθεαὐτῷ ἐν τρόμῳ. Δράξασθε παιδείας, μήποτεὀργισθῇ Κύριος, καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας.

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ

  • 5

    Ὅταν ἐκκαυθῇ ἐν τάχει ὁ θυμὸς αὐτοῦ,μακάριοι πάντες οἱ πεποιθότες ἐπ' αὐτῷ.

    Ψαλμὸς κα΄ (21)Ὁ Θεὸς ὁ Θεός μου, πρόσχες μοι, ἵνα τί

    ἐγκατέλιπές με; μακρὰν ἀπὸ τῆς σωτηρίας μουοἱ λόγοι τῶν παραπτωμάτων μου, ὁ Θεός μου,κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ, καὶνυκτός, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί. Σὺ δὲ ἐν Ἁγίῳκατοικεῖς, ὁ ἔπαινος τοῦ Ἰσραήλ. Ἐπὶ σοὶἤλπισαν οἱ πατέρες ἡμῶν, ἤλπισαν, καὶ ἐῤῥύσωαὐτούς. Πρὸς σὲ ἐκέκραξαν, καὶ ἐσώθησαν, ἐπὶσοὶ ἤλπισαν, καὶ οὐ κατῃσχύνθησαν. Ἐγὼ δὲεἰμι σκώληξ, καὶ οὐκ ἄνθρωπος, ὄνειδοςἀνθρώπων, καὶ ἐξουθένημα λαοῦ. Πάντες οἱθεωροῦντές με ἐξεμυκτήρισάν με, ἐλάλησαν ἐνχείλεσιν, ἐκίνησαν κεφαλήν. Ἤλπισεν ἐπὶΚύριον, ῥυσάσθω αὐτόν, σωσάτω αὐτόν, ὅτιθέλει αὐτόν, ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκγαστρός, ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρόςμου, ἐπὶ σὲ ἐπεῤῥίφην ἐκ μήτρας. Ἀπὸ γαστρὸςμητρός μου Θεός μου εἶ σύ, μὴ ἀποστῇς ἀπ'ἐμοῦ, ὅτι θλῖψις ἐγγύς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶνμοι. Περιεκύκλωσάν με μόσχοι πολλοί, ταῦροιπίονες περιέσχον με. Ἤνοιξαν ἐπ' ἐμὲ τὸ στόμα

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ

  • 6

    αὐτῶν, ὡς λέων ἁρπάζων, καὶ ὠρυόμενος. Ὡσεὶὕδωρ ἐξεχύθη, καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶμου. Ἐγενήθη ἡ καρδία μου ὡσεί κηρός,τηκόμενος ἐν μέσῳ τῆς κοιλίας μου. Ἐξηράνθηὡς ὄστρακον ἡ ἰσχύς μου, καὶ ἡ γλῶσσά μουκεκόλληται τῷ λάρυγγί μου, καὶ εἰς χοῦνθανάτου κατήγαγές με, ὅτι ἐκύκλωσάν με κύνεςπολλοί, συναγωγὴ πονηρευομένων περιέσχον με.Ὤρυξαν χεῖράς μου, καὶ πόδας μου,ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου, αὐτοὶ δὲκατενόησαν, καὶ ἐπεῖδόν με. Διεμερίσαντο τὰἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τόν ἱματισμόν μουἔβαλον κλῆρον. Σὺ δέ, Κύριε, μὴ μακρύνῃς τὴνβοήθειάν σου ἀπ' ἐμοῦ, εἰς τὴν ἀντίληψίν μουπρόσχες. Ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου,καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου. Σῷσόνμε ἐκ στόματος λέοντος, καὶ ἀπὸ κεράτωνμονοκερώτων τὴν ταπείνωσίν μου. Διηγήσομαιτὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳἐκκλησίας ὑμνήσω σε, οἱ φοβούμενοι τὸνΚύριον, αἰνέσατε αὐτόν, ἃπαν τὸ σπέρμαἸακὼβ δοξάσατε αὐτόν. Φοβηθήτω δὴ ἀπ'αὐτοῦ ἃπαν τὸ σπέρμα Ἰσραήλ, ὅτι οὐκἐξουδένωσεν, οὐδὲ προσώχθισε τῇ δεήσει τοῦ

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ

  • 7

    πτωχοῦ, οὐδὲ ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦἀπ' ἐμοῦ, καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν,εἰσήκουσέ μου. Παρὰ σοῦ ὁ ἔπαινός μου, ἐνἐκκλησίᾳ μεγάλη ἐξομολογήσομαί σοι, τὰςεὐχάς μου ἀποδώσω ἐνώπιον τῶν φοβουμένωνσε. Φάγονται πένητες, καὶ ἐμπλησθήσονται, καὶαἰνέσουσι Κύριον οἱ ἐκζητοῦντες αὐτόν,ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος.Μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸςΚύριον πάντα τὰ πέρατα τῆς γῆς, καὶπροσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱπατριαὶ τῶν ἐθνῶν. Ὅτι τοῦ Κυρίου ἡ βασιλεία,καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν. Ἒφαγον, καὶπροσεκύνησαν πάντες οἱ πίονες τῆς γῆς,ἐνώπιον αὐτοῦ προπεσοῦνται πάντες οἱκαταβαίνοντες εἰς γῆν. Καὶ ἡ ψυχή μου αὐτῷζῇ, καὶ τὸ σπέρμα μου δουλεύσει αὐτῷ.Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη, καὶἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷτεχθησομένῳ, ὃν ἐποίησεν ὁ Κύριος.

    Δόξα Πατρὶ... Καὶ νῦν... Ἀλληλούϊα,ἀλληλούϊα, ἀλληλούϊα· δόξα σοι ὁ Θεὸς (γ΄).Κύριε ἐλέησον (γ΄)

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ

  • 8

    Δόξα...Τροπάριον Ἦχος α΄Σταυρωθέντος σου Χριστέ, ἀνῃρέθη ἡ

    τυραννίς, ἐπατήθη ἡ δύναμις τοῦ ἐχθροῦ, οὔτεγὰρ Ἄγγελος, οὐκ ἄνθρωπος, ἀλλ' αὐτὸς ὁΚύριος, ἔσωσας ἡμᾶς, δόξα σοι.

    Καὶ νῦν... ΘεοτοκίονΤί σὲ καλέσωμεν, ὦ Κεχαριτωμένη;

    οὐρανόν; ὅτι ἀνέτειλας τὸν Ἥλιον τῆςδικαιοσύνης. Παράδεισον; ὅτι ἐβλάστησας τὸἄνθος τῆς ἀφθαρσίας. Παρθένον, ὅτι ἔμειναςἄφθορος. Ἁγνήν, Μητέρα; ὅτι ἔσχες σαῖς ἁγίαιςἀγκάλαις Υἱόν, τὸν πάντων Θεόν, αὐτὸν ἱκέτευεσωθῆναι τὰς ψυχὰς ἡμῶν.

    Εἶτα τὰ ἑπόµενα τρία Στιχηρὰ ἸδιόµελαἮχος Νη

    ΣηΜ

    µε ρον του να

    Ν

    ου το κα τα πε τα α

    σµα εις ε λεγ χον ρυ γνυ υ ται αι των

    Π

    πα

    α ρα νο

    Ν

    ο ο ο µων και τας ι δι

    Δ

    ας

    α α κτι ι ι να ας ο η η λι ο

    Ν

    ο ος

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ

  • 9

    κρυ υ υ πτει ει Δε

    Π

    σπο ο την ο ρω ων σταυ

    ρου ου

    Ν

    ου µε ε ε ε νονΣτίχος:

    Ι να τι ε φρυ α ξαν ε

    θνη και λα οι ε µε λε ε τη σα α αν

    κε ε ε ε να

    ΩςΝ

    προ βα τον ε ε πι σφα α γην η χθης

    Χρι

    Π

    στε ε ε

    Ν

    Βα σι ι ι ευ και αι ως

    α α µνος

    Δ

    α κα α κος προ ση λω

    Π

    θης τω

    Ν

    Σταυ ρω υ πο των πα ρα

    Μ

    α νο ο

    Δ

    ο

    µων α α αν δρων δι

    Μ

    α τας

    Δ

    α µαρ τι ι

    ας η

    Π

    µω ων Φι λα α

    Ν

    αν θρω ω ω ω πε

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ

  • 10

    ΔοΜ

    ξα Πα

    Ν

    τρι ι ι και Υι ω και Α γι

    ω Πνε

    Π

    ε ευ µα

    Ν

    α α α τι

    ΚαιΝ

    νυν και α α ει και εις τους αι αι ω

    ω ω νας των αι ω

    Π

    ω ω νων

    Ν

    Α α α

    µην

    ΤοιςΝ

    συλ λα βου σι σε πα ρα α α νο ο

    ο µοις α νε χο µε νος ου τως ε βο ας Κυ

    Π

    υ υ ρι

    Ν

    ι ι ι ε ει

    Β

    και ε πα τα ξα

    τε τον ποι οι µε ε να και δι ε σκορ πι σα α τε

    τα δω δε κα προ

    Ν

    βα α τα α τους

    Π

    µα α

    θη τα

    Ν

    α α ας µου η δυ να µη ην

    Δ

    πλει

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ

  • 11

    ει ει ους η δω

    Β

    δε κα λε γε ε ω ω νας πα

    Ν

    ρα

    α στη η η

    Π

    σαι Αγ γε

    Ν

    ε ε ε λων αλ λα µα

    α κρο θυ µω ι ι να πλη ρω θη α ε

    δη λω σα υ µιν δι ι α α των

    Π

    Προ ο φη

    τω

    Ν

    ω ω ω µου α δη λα και κρυ φι ι α α

    Κυ ρι

    Μ

    ι ε δο ο

    Ν

    ο ξα α α α σοι

    Μ

    οι

    οι οιΠροκείμενον Ἦχος δ΄. Ψαλμὸς μ΄ (40ός)Ἐξεπορεύετο ἔξω, καὶ ἐλάλει ἐπὶ τὸ αὐτό.Στίχ. Μακάριος ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ

    πένητα.Προφητείας Ζαχαρίου τὸ Ἀνάγνωσμα

    (Κεφ. ΙΑ΄, 10-13)Τάδε λέγει Κύριος. Λήψομαι τὴν ῥάβδον

    μου τὴν καλήν, καὶ ἀποῤῥίψω αὐτήν, τοῦ

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ

  • 12

    διασκεδάσαι τὴν διαθήκην μου, ἣν διεθέμηνπρὸς πάντας τοὺς λαούς, καὶ διασκεδασθήσεταιἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ γνώσονται οἱ Χαναναῖοιτὰ πρόβατα τὰ φυλασσόμενά μοί, διότι λόγοςΚυρίου ἐστί. Καὶ ἐρῶ πρὸς αὐτούς. Εἰ καλὸνἐνώπιον ὑμῶν ἐστι, δότε τὸν μισθόν μου, ἢἀπείπασθε, καὶ ἔστησαν τὸν μισθόν μου,τριάκοντα ἀργυροῦς. Καὶ εἶπε Κύριος πρός με.Κάθες αὐτοὺς εἰς τὸ χωνευτήριον, καὶ σκέψομαιεἰ δόκιμόν ἐστιν, ὃν τρόπον ἐδοκιμάσθην ὑπὲραὐτῶν. Καὶ ἔλαβον τοὺς τριάκοντα ἀργυροῦς,καὶ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἶκον Κυρίου εἰςτὸ χωνευτήριον, καθὰ συνέταξέ μοι Κύριος.

    ΑΠΟΣΤΟΛΟΣΠρὸς Γαλάτας ἐπιστολῆς Παύλου τὸ

    Ἀνάγνωσμα. (Κεφ. ς΄ 14-18)Ἀδελφοί, ἐμοὶ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ

    ἐν τῷ Σταυρῶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,δι' οὗ ἐμοὶ Κόσμος ἐσταύρωται, κἀγὼ τῷΚόσμῳ. Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τιἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις. Καὶὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ'αὐτούς, καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦΘεοῦ. Τοῦ λοιποῦ, κόπους μοὶ μηδεὶς παρεχέτω,

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ

  • 13

    ἐγὼ γὰρ τὰ στίγματα τοῦ Κυρίου Ἰησοῦ ἐν τῷσώματί μου βαστάζω. Ἡ χάρις τοῦ Κυρίουἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν,ἀδελφοί. Ἀμήν.

    ΕΥΑΓΓΕΛΙΟΝ ΤΗΣ Α΄ ΩΡΑΣἘκ τοῦ κατὰ Ματθαῖον..(κζ΄ 1 - 56)

    Τῷ καιρῷ ἐκείνῳ, πρωΐας γενομένηςσυμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱπρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ ὥστεθανατῶσαι αὐτόν· 2 καὶ δήσαντες αὐτὸνἀπήγαγον καὶ παρέδωκαν αὐτὸν ΠοντίῳΠιλάτῳ τῷ ἡγεμόνι. 3 Τότε ἰδὼν Ἰούδας ὁπαραδιδοὺς αὐτὸν ὅτι κατεκρίθη, μεταμεληθεὶςἀπέστρεψε τὰ τριάκοντα ἀργύρια τοῖςἀρχιερεῦσι καὶ πρεσβυτέροις 4 λέγων· Ἥμαρτονπαραδοὺς αἷμα ἀθῷον. οἱ δὲ εἶπον· Τί πρὸςἡμᾶς; σὺ ὄψει. 5 καὶ ῥίψας τὰ ἀργύρια ἐν τῷναῷ ἀνεχώρησε, καὶ ἀπελθὼν ἀπήγξατο. 6 οἱ δὲἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπον· Οὐκἔξεστι βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴαἵματός ἐστι. 7 συμβούλιον δὲ λαβόντεςἠγόρασαν ἐξ αὐτῶν τὸν ἀγρὸν τοῦ κεραμέως εἰςταφὴν τοῖς ξένοις· 8 διὸ ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνοςἀγρὸς αἵματος ἕως τῆς σήμερον. 9 τότε

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ

  • 14

    ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἰερεμίου τοῦ προφήτουλέγοντος· καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴντιμὴν τοῦ τετιμημένου ὃν ἐτιμήσαντο ἀπὸ υἱῶνἸσραήλ, 10 καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦκεραμέως, καθὰ συνέταξέ μοι Κύριος. 11 Ὁ δὲἸησοῦς ἔστη ἔμπροσθεν τοῦ ἡγεμόνος· καὶἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν λέγων· Σὺ εἶ ὁβασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἔφη αὐτῷ· Σὺλέγεις. 12 καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸτῶν ἀρχιερέων καὶ τῶν πρεσβυτέρων οὐδὲνἀπεκρίνατο. 13 τότε λέγει αὐτῷ ὁ Πιλᾶτος· Οὐκἀκούεις πόσα σου καταμαρτυροῦσι; 14 καὶ οὐκἀπεκρίθη αὐτῷ πρὸς οὐδὲ ἓν ῥῆμα, ὥστεθαυμάζειν τὸν ἡγεμόνα λίαν. 15 Κατὰ δὲ τὴνἑορτὴν εἰώθει ὁ ἡγεμὼν ἀπολύειν ἕνα τῷ ὄχλῳδέσμιον ὃν ἤθελον. 16 εἶχον δὲ τότε δέσμιονἐπίσημον λεγόμενον Βαραββᾶν. 17 συνηγμένωνοὖν αὐτῶν εἶπεν αὐτοῖς ὁ Πιλᾶτος· Τίνα θέλετεἀπολύσω ὑμῖν, Βαραββᾶν ἢ Ἰησοῦν τὸνλεγόμενον Χριστόν; 18 ᾔδει γὰρ ὅτι διὰ φθόνονπαρέδωκαν αὐτόν. 19 Καθημένου δὲ αὐτοῦ ἐπὶτοῦ βήματος ἀπέστειλε πρὸς αὐτὸν ἡ γυνὴαὐτοῦ λέγουσα· Μηδὲν σοὶ καὶ τῷ δικαίῳἐκείνῳ· πολλὰ γὰρ ἔπαθον σήμερον κατ' ὄναρ

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ

  • 15

    δι' αὐτόν. 20 Οἱ δὲ ἀρχιερεῖς καὶ οἱπρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνααἰτήσωνται τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦνἀπολέσωσιν. 21 ἀποκριθεὶς δὲ ὁ ἡγεμὼν εἶπεναὐτοῖς· Τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσωὑμῖν; οἱ δὲ εἶπον· Βαραββᾶν. 22 λέγει αὐτοῖς ὁΠιλᾶτος· Τί οὖν ποιήσω Ἰησοῦν τὸν λεγόμενονΧριστόν; λέγουσιν αὐτῷ πάντες· Σταυρωθήτω.23 ὁ δὲ ἡγεμὼν ἔφη· Τί γὰρ κακὸν ἐποίησεν; οἱδὲ περισσῶς ἔκραζον λέγοντες· Σταυρωθήτω.24 ἰδὼν δὲ ὁ Πιλᾶτος ὅτι οὐδὲν ὠφελεῖ, ἀλλὰμᾶλλον θόρυβος γίνεται, λαβὼν ὕδωρἀπενίψατο τὰς χεῖρας ἀπέναντι τοῦ ὄχλου,λέγων· Ἀθῷός εἰμι ἀπὸ τοῦ αἵματος τοῦ δικαίουτούτου· ὑμεῖς ὄψεσθε. 25 καὶ ἀποκριθεὶς πᾶς ὁλαὸς εἶπε· Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰτέκνα ἡμῶν. 26 τότε ἀπέλυσεν αὐτοῖς τὸνΒαραββᾶν, τὸν δὲ Ἰησοῦν φραγελλώσαςπαρέδωκεν ἵνα σταυρωθῇ. 27 Τότε οἱστρατιῶται τοῦ ἡγεμόνος παραλαβόντες τὸνἸησοῦν εἰς τὸ πραιτώριον συνήγαγον ἐπ' αὐτὸνὅλην τὴν σπεῖραν· 28 καὶ ἐκδύσαντες αὐτὸνπεριέθηκαν αὐτῷ χλαμύδα κοκκίνην, 29 καὶπλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν ἐπὶ

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ

  • 16

    τὴν κεφαλὴν αὐτοῦ καὶ κάλαμον ἐπὶ τὴν δεξιὰναὐτοῦ, καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦἐνέπαιζον αὐτῷ λέγοντες· Χαῖρε, ὁ βασιλεῦςτῶν Ἰουδαίων· 30 καὶ ἐμπτύσαντες εἰς αὐτὸνἔλαβον τὸν κάλαμον καὶ ἔτυπτον εἰς τὴνκεφαλὴν αὐτοῦ. 31 καὶ ὅτε ἐνέπαιξαν αὐτῷ,ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαναὐτὸν τὰ ἱμάτια αὐτοῦ, καὶ ἀπήγαγον αὐτὸν εἰςτὸ σταυρῶσαι. 32 Ἐξερχόμενοι δὲ εὗρονἄνθρωπον Κυρηναῖον ὀνόματι Σίμωνα· τοῦτονἠγγάρευσαν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ. 33 Καὶἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ, ὅ ἐστιλεγόμενος κρανίου τόπος, 34 ἔδωκαν αὐτῷπιεῖν ὄξος μετὰ χολῆς μεμιγμένον· καὶγευσάμενος οὐκ ἤθελε πιεῖν. 35 σταυρώσαντεςδὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦβάλοντες κλῆρον, 36 καὶ καθήμενοι ἐτήρουναὐτὸν ἐκεῖ. 37 καὶ ἐπέθηκαν ἐπάνω τῆςκεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην·Οὗτός ἐστιν Ἰησοῦς ὁ βασιλεῦς τῶν Ἰουδαίων.38 Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί, εἷςἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων. 39 Οἱ δὲπαραπορευόμενοι ἐβλασφήμουν αὐτὸνκινοῦντες τὰς κεφαλὰς αὐτῶν 40 καὶ λέγοντες·

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ

  • 17

    Ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραιςοἰκοδομῶν! σῶσον σεαυτόν· εἰ υἱὸς εἶ τοῦ Θεοῦ,κατάβηθι ἀπὸ τοῦ σταυροῦ. 41 ὁμοίως δὲ καὶ οἱἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέωνκαὶ πρεσβυτέρων καὶ Φαρισαίων ἔλεγον· 42Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· εἰβασιλεὺς Ἰσραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦσταυροῦ καὶ πιστεύσομεν ἐπ' αὐτῷ· 43πέποιθεν ἐπὶ τὸν Θεόν, ῥυσάσθω νῦν αὐτόν, εἰθέλει αὐτόν· εἶπε γὰρ ὅτι Θεοῦ εἰμι υἱός. 44 τὸδ' αὐτὸ καὶ οἱ λῃσταὶ οἱ συσταυρωθέντες αὐτῷὠνείδιζον αὐτόν. 45 Ἀπὸ δὲ ἕκτης ὥρας σκότοςἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης. 46περὶ δὲ τὴν ἐνάτην ὥραν ἀνεβόησεν ὁ Ἰησοῦςφωνῇ μεγάλῃ λέγων· Ἠλὶ ἠλὶ, λιμᾶ σαβαχθανί;τοῦτ' ἔστι Θεέ μου, Θεέ μου, ἱνατί μεἐγκατέλιπες; 47 τινὲς δὲ τῶν ἐκεῖ ἑστηκότωνἀκούσαντες ἔλεγον ὅτι Ἠλίαν φωνεῖ οὗτος. 48καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼνσπόγγον πλήσας τε ὄξους καὶ περιθεὶς καλάμῳἐπότιζεν αὐτόν. 49 οἱ δὲ λοιποὶ ἔλεγον· Ἄφεςἴδωμεν εἰ ἔρχεται Ἠλίας σώσων αὐτόν. 50 ὁ δὲἸησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ ἀφῆκε τὸπνεῦμα. 51 Καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ

  • 18

    ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω, καὶ ἡ γῆἐσείσθη καὶ αἱ πέτραι ἐσχίσθησαν, 52 καὶ τὰμνημεῖα ἀνεῴχθησαν καὶ πολλὰ σώματα τῶνκεκοιμημένων ἁγίων ἠγέρθη, 53 καὶ ἐξελθόντεςἐκ τῶν μνημείων, μετὰ τὴν ἔγερσιν αὐτοῦεἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησανπολλοῖς. 54 Ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετ'αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν, ἰδόντες τὸνσεισμὸν καὶ τὰ γενόμενα ἐφοβήθησαν σφόδραλέγοντες· Ἀληθῶς Θεοῦ υἱὸς ἦν οὗτος. 55 Ἦσανδὲ ἐκεῖ καὶ γυναῖκες πολλαὶ ἀπὸ μακρόθενθεωροῦσαι, αἵτινες ἠκολούθησαν τῷ Ἰησοῦ ἀπὸτῆς Γαλιλαίας διακονοῦσαι αὐτῷ· 56 ἐν αἷς ἦνΜαρία ἡ Μαγδαληνὴ, καὶ Μαρία ἡ τοῦἸακώβου καὶ Ἰωσῆ μήτηρ, καὶ ἡ μήτηρ τῶν υἱῶνΖεβεδαίου.

    Ο ΧΟΡΟΣ: Δόξα τῇ μακροθυμίᾳ σου, Κύριε,δόξα σοι.

     Εὐθὺς ὁ ἈναγνώστηςΤὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ

    λόγιόν σου, καὶ μὴ κατακυριευσὰτω μου πᾶσαἀνομία. Λύτρωσαί με ἀπὸ συκοφαντίαςἀνθρώπων, καὶ φυλάξω τὰς ἐντολάς σου. Τὸπρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου,

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ

  • 19

    καὶ δίδαξόν με τὰ δικαιώματά σου. Πληρωθήτωτὸ στόμα μου αἰνέσεώς σου, Κύριε, ὅπωςὑμνήσω τὴν δόξαν σου, ὅλην τὴν ἡμέραν τὴνμεγαλοπρέπειάν σου.

    Ἀναγνώστης: Ἀμήν. Ἅγιος ὁ Θεός, ἍγιοςἸσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ΄)

    Δόξα... Καὶ νῦν ...Παναγία Τριάς, ἐλέησον ἡμᾶς.Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν,Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας

    ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε,

    ἐλέησον.Δόξα... Καὶ νῦν ...Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω

    τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτωτὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς.Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖνσήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν,ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶμὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαιἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

    Ἱερεύς: Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ

  • 20

    Κοντάκιον Ἦχος πλ. δ΄Τὸν δι' ἡμᾶς σταυρωθέντα, δεῦτε πάντες

    ὑμνήσωμεν, αὐτὸν γὰρ κατεῖδε Μαρία ἐπὶ τοῦξύλου, καὶ ἔλεγεν. Εἰ καὶ σταυρὸν ὑπομένεις,σὺ ὑπάρχεις ὁ Υἱὸς καὶ Θεός μου.

    Κύριε ἐλέησον μ΄ (4Ο)καὶ τὴν παροῦσαν εὐχήν.

    Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷκαὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενοςΧριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁπολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καὶτοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸςσωτηρίαν διὰ τῆς ἐπαγγελίας τῶν μελλόντωνἀγαθῶν, αὐτός, Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐντῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴνἡμῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς ἡμῶνἁγίασον, τὰ σώματα ἃγνισον , τοὺς λογισμοὺςδιόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶςἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης.Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα τῇπαρεμβολῇ αὐτῶν φρουρούμενοι καὶὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα τῆςπίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτουσου δόξης, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ

  • 21

    αἰώνων. Ἀμήν.Κύριε ἐλέησον (γ΄)

    Δόξα Πατρί... Καὶ νῦν...Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ

    ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴνἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντωςΘεοτόκον, σὲ μεγαλύνομεν.

    Ἐν ὀνόματι Κυρίου, εὐλόγησον Πάτερ.Ὁ Ἱερεύς: Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ

    εὐλογήσαι ἡμᾶς... καὶ τὴν παροῦσαν Εὐχὴν

    Χριστέ, τὸ φῶς τὸ ἀληθινόν, τὸ φωτίζον καὶἁγιάζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸνκόσμον, σημειωθήτω ἐφ' ἡμᾶς τὸ φῶς τοῦπροσώπου σου, ἵνα ἐν αὐτῷ ὀψώμεθᾳ φῶς τὸἀπρόσιτον, καὶ κατεύθυνον τὰ διαβήματα ἡμῶνπρὸς ἐργασίαν τῶν ἐντολῶν σου, πρεσβείαις τῆςπαναχράντου σου Μητρός, καὶ πάντων σου τῶνἉγίων.

    Ἀμὴν.ΩΡΑ ΤΡΙΤΗ

    Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεντῷ βασιλεῖ ἡμῶν Θεῷ.

    Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ

  • 22

    Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν

    αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.Εἶτα τοὺς ἑπομένους Ψαλμούς.

    Ψαλμὸς λδ΄ (34)Δίκασον, Κύριε, τοὺς ἀδικοῦντάς με

    πολέμησον τοὺς πολεμοῦντάς με. Ἐπιλαβοῦ,ὅπλου καὶ θυρεοῦ, καὶ ἀνάστηθι εἰς τὴνβοήθειάν μου. Ἒκχεον ῥομφαίαν, καὶσύγκλεισον ἐξ ἐναντίας τῶν καταδιωκόντων με.Εἶπον τῇ ψυχῇ μου. Σωτηρία σου εἰμὶ ἐγώ.Αἰσχυνθήτωσαν, καὶ ἐντραπήτωσαν οἱ ζητοῦντεςτὴν ψυχήν μου, ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω,καὶ καταισχυνθήτωσαν οἱ λογιζόμενοί μοι κακά.Γενηθήτωσαν ὡσεὶ χνοὺς κατὰ πρόσωπονἀνέμου, καὶ Ἂγγελος Κυρίου ἐκθλίβων αὐτούς.Γενηθήτω ἡ ὁδὸς αὐτῶν σκότος καὶ ὀλίσθημα,καὶ Ἄγγελος Κυρίου καταδιώκων αὐτούς. Ὅτιδωρεὰν ἔκρυψάν μοι, διαφθορὰν παγίδοςαὐτῶν, μάτην ὠνείδισαν τὴν ψυχήν μου. Ἐλθέτωαὐτῷ παγίς, ἣν οὐ γινώσκει, καὶ ἡ θήρα, ἣνἔκρυψε, συλλαβέτω αὐτόν, καὶ ἐν τῇ παγίδιπεσεῖται ἐν αὐτῇ, ἡ δὲ ψυχή μου ἀγαλλιάσεταιἐπὶ τῷ Κυρίῳ, τερφθήσεται ἐπὶ τῷ σωτηρίῳ

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ

  • 23

    αὐτοῦ. Πάντα τὰ ὀστᾶ μου ἐροῦσι. Κύριε,Κύριε, τὶς ὅμοιός σοι; Ῥυόμενος πτωχὸν ἐκχειρὸς στερεωτέρων αὐτοῦ, καὶ πτωχὸν καὶπένητα ἀπὸ τῶν διαρπαζόντων αὐτόν.Ἀναστάντες μοι μάρτυρες ἄδικοι, ἃ οὐκἐγίνωσκον ἠρώτων με. Ἀνταπεδίδοσάν μοιπονηρὰ ἀντὶ ἀγαθῶν, καὶ ἀτεκνίαν τῇ ψυχῇ μου.Ἐγὼ δέ, ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι,ἐνεδυόμην σάκκον, καὶ ἐταπείνουν ἐν νηστείᾳτὴν ψυχήν μου, καὶ ἡ προσευχή μου εἰς κόλπονμου ἀποστραφήσεται. Ὡς πλησίον, ὡς ἀδελφῷἡμετέρῳ, οὕτως εὐηρέστουν, ὡς πενθῶν καὶσκυθρωπάζων, οὕτως ἐταπεινούμην. Καὶ κατ'ἐμοῦ εὐφράνθησαν, καὶ συνήχθησαν·συνήχθησαν ἐπ' ἐμὲ μάστιγες, καὶ οὐκ ἔγνων.Διεσχίσθησαν, καὶ οὐ κατενύγησαν, ἐπείρασάνμε, ἐξεμυκτήρισάν με μυκτηρισμῷ, ἔβρυξαν ἐπ'ἐμὲ τοὺς ὀδόντας αὐτῶν. Κύριε, πότε ἐπόψει;ἀποκατάστησον τὴν ψυχήν μου ἀπὸ τῆςκακουργίας αὐτῶν, ἀπὸ λεόντων τὴν μονογενῆμου. Ἐξομολογήσομαί σοι ἐν ἐκκλησίᾳ πολλῇ,ἐν λαῷ βαρεῖ αἰνέσω σε. Μὴ ἐπιχαρείησάν μοιοἱ ἐχθραίνοντές μοι ἀδίκως, οἱ μισοῦντές μεδωρεάν, καὶ διανεύοντες ὀφθαλμοῖς. Ὅτι ἐμοὶ

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ

  • 24

    μὲν εἰρηνικὰ ἐλάλουν, καὶ ἐπ' ὀργὴν δόλουςδιελογίζοντο. Ἐπλάτυναν ἐπ' ἐμὲ τὸ στόμααὐτῶν, εἶπον. Εὖγε, εὖγε, εἶδον οἱ ὀφθαλμοὶἡμῶν. Εἶδες, Κύριε, μὴ παρασιωπήσῃς. Κύριε,μὴ ἀποστῇς ἀπ' ἐμοῦ. Ἐξεγέρθητι, Κύριε, καὶπρόσχες τῇ κρίσει μου, ὁ Θεός μου, καὶ ὁΚύριός μου, εἰς τὴν δίκην μου. Κρῖνόν με,Κύριε, κατὰ τὴν δικαιοσύνην σου, Κύριε ὁ Θεόςμου, καὶ μὴ ἐπιχαρείησάν μοι. Μὴ εἴποισαν ἐνκαρδίαις αὐτῶν. Εὖγε, εὖγε τῇ ψυχῇ ἡμῶν, μηδὲεἴποιεν, Κατεπίομεν αὐτόν. Αἰσχυνθείησαν, καὶἐντραπείησαν ἅμα οἱ ἐπιχαίροντες τοῖς κακοῖςμου. Ἐνδυσάσθωσαν αἰσχύνην, καὶ ἐντροπὴν οἱμεγαλοῤῥημονοῦντες ἐπ' ἐμέ. Ἀγαλλιάσθωσαν,καὶ εὐφρανθήτωσαν οἱ θέλοντες τὴν δικαιοσύνηνμου, καὶ εἰπάτωσαν διαπαντός. Μεγαλυνθήτω ὁΚύριος, οἱ θέλοντες τὴν εἰρήνην τοῦ δούλουαὐτοῦ. Καὶ ἡ γλῶσσά μου μελετήσει τὴνδικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὸν ἔπαινόνσου.

    Ψαλμὸς ρη΄ (108)Ὁ Θεός, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς,

    ὅτι στόμα ἁμαρτωλοῦ, καὶ στόμα δολίου ἐπ'ἐμὲ ἠνοίχθη. Ἐλάλησαν κατ' ἐμοῦ γλώσσῃ

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ

  • 25

    δολίᾳ, καὶ λόγοις μίσους ἐκύκλωσάν με, καὶἐπολέμησάν με δωρεάν. Ἀντὶ τοῦ ἀγαπᾶν με,ἐνδιέβαλλόν με, ἐγὼ δὲ προσηυχόμην. Καὶἔθεντο κατ' ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσοςἀντὶ τῆς ἀγαπήσεώς μου. Κατάστησον ἐπ'αὐτὸν ἁμαρτωλόν, καὶ διάβολος στήτω ἐκδεξιῶν αὐτοῦ. Ἐν τῷ κρίνεσθαι αὐτὸν ἐξέλθοικαταδεδικασμένος, καὶ ἡ προσευχὴ αὐτοῦγενέσθω εἰς ἁμαρτίαν. Γενηθήτωσαν αἱ ἡμέραιαὐτοῦ ὀλίγαι, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοιἕτερος. Γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοί, καὶἡ γυνὴ αὐτοῦ χήρα. Σαλευόμενοιμεταναστήτωσαν οἱ υἱοὶ αὐτοῦ, καὶἐπαιτησάτωσαν, ἐκβληθήτωσαν ἐκ τῶνοἰκοπέδων αὐτῶν. Ἐξερευνησάτω δανειστὴςπάντα ὅσα ὑπάρχει αὐτῷ, καὶ διαρπασάτωσανἀλλότριοι τοὺς πόνους αὐτοῦ. Μὴ ὑπαρξάτωαὐτῷ ἀντιλήπτωρ, μηδὲ γενηθήτω οἰκτίρμωντοῖς ὀρφανοῖς αὐτοῦ. Γενηθήτω τὰ τέκνα αὐτοῦεἰς ἐξολόθρευσιν, ἐν γενεᾷ μιᾷ ἐξαλειφθείη τὸὄνομα αὐτοῦ. Ἀναμνησθείη ἡ ἀνομία τῶνπατέρων αὐτοῦ ἔναντι Κυρίου, καὶ ἡ ἁμαρτίατῆς μητρὸς αὐτοῦ μὴ ἐξαλειφθείη. Γενηθήτωσανἐναντίον Κυρίου διαπαντός, καὶ ἐξολοθρευθείη

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ

  • 26

    ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν, ἀνθ' ὧν οὐκἐμνήσθη ποιῆσαι ἔλεος, καὶ κατεδίωξενἄνθρωπον πένητα, καὶ πτωχόν, καὶκατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι. Καὶἠγάπησε κατάραν, καὶ ἤξει αὐτῷ, καὶ οὐκἠθέλησεν εὐλογίαν, καὶ μακρυνθήσεται ἀπ'αὐτοῦ. Καὶ ἐνεδύσατο κατάραν, ὡς ἱμάτιον, καὶεἰσῆλθεν, ὡσεὶ ὕδωρ, εἰς τὰ ἔγκατα αὐτοῦ, καὶὡσεὶ ἔλαιον, ἐν τοῖς ὀστέοις αὐτοῦ. Γενηθήτωαὐτῷ ὡς ἱμάτιον, ὃ περιβάλλεται, καὶ ὡσεὶζώνη, ἣν διαπαντὸς περιζώννυται. Τοῦτο τὸἔργον τῶν ἐνδιαβαλλόντων με παρὰ Κυρίου, καὶτῶν λαλούντων πονηρὰ κατὰ τῆς ψυχῆς μου.Καὶ σύ, Κύριε, Κύριε, ποίησον μετ' ἐμοῦ, ἕνεκεντοῦ ὀνόματός σου, ὅτι χρηστὸν τὸ ἔλεός σου,ῥῦσαί με, ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ, καὶ ἡκαρδία μου τετάρακται ἐντός μου. Ὡσεὶ σκιὰ ἐντῷ ἐκκλῖναι αὐτήν, ἀντανῃρέθην, ἐξετινάχθηνὡσεὶ ἀκρίδες. Τὰ γόνατά μου ἠσθένησαν ἀπὸνηστείας, καὶ ἡ σάρξ μου ἠλλοιώθη δι' ἔλαιον,κἀγὼ ἐγενήθην ὄνειδος αὐτοῖς, εἴδοσάν με,ἐσάλευσαν κεφαλὰς αὐτῶν. Βοήθησόν μοι,Κύριε ὁ Θεός μου, καὶ σῷσόν με κατὰ τὸ ἔλεόςσου. Καὶ γνώτωσαν, ὅτι ἡ χείρ σου αὕτη, καὶ

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ

  • 27

    σύ, Κύριε, ἐποίησας αὐτήν. Καταράσονταιαὐτοί, καὶ σὺ εὐλογήσεις, οἱ ἐπανιστάμενοί μοιαἰσχυνθήτωσαν, ὁ δὲ δοῦλός σουεὐφρανθήσεται. Ἐνδυσάσθωσαν οἱἐνδιαβάλλοντές με ἐντροπήν, καὶπεριβαλέσθωσαν, ὡς διπλοΐδα, αἰσχύνην αὐτῶν.Ἐξομολογήσομαι τῷ Κυρίῳ σφόδρα ἐν τῷστόματί μου, καὶ ἐν μέσῳ πολλῶν αἰνέσωαὐτόν. Ὅτι παρέστη ἐκ δεξιῶν πένητος, τοῦσῷσαι ἐκ τῶν καταδιωκόντων τὴν ψυχήν μου.

    Εἶτα ἀναγινώσκεται ὁ Ν΄ ψαλµὸς

    Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεόςΣου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σουἐξάλειψον τὸ ἀνόμημά μου.

    Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μουκαὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.

    Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός.

    Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόνΣου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοιςΣου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί Σε.

    Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ

  • 28

    ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ

    τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι.Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι·

    πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην·

    ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.Ἀπόστρεψον τὸ πρόσωπόν Σου ἀπὸ τῶν

    ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μουἐξάλειψον.

    Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός,καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοιςμου.

    Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου,καὶ τὸ Πνεῦμά Σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ἐμοῦ.

    Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίουΣου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.

    Διδάξω ἀνόμους τὰς ὁδούς Σου, καὶἀσεβεῖς ἐπὶ Σὲ ἐπιστρέψουσι.

    Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆςσωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ

  • 29

    δικαιοσύνην Σου.Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα

    μου ἀναγγελεῖ τὴν αἴνεσίν Σου.Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν·

    ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον,

    καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁΘεὸς οὐκ ἐξουδενώσει.

    Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τὴνΣιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.

    Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης,ἀναφορὰν καὶ ὁλοκαυτώματα.

    Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν Σουμόσχους.

    Δόξα Πατρὶ... Καὶ νῦν... Ἀλληλούϊα,ἀλληλούϊα, ἀλληλούϊα· Δόξα σοι ὁ Θεὸς (γ΄).Κύριε ἐλέησον (γ΄)

    Δόξα Πατρὶ...Τροπάριον Ἦχος πλ. β΄Κύριε, κατέκρινάν σε οἱ Ἰουδαῖοι θανάτῳ,

    τὴν ζωὴν τῶν ἁπάντων, οἱ τὴν ἐρυθρὰν ῥάβδῳπεζεύσαντες, σταυρῷ σε προσήλωσαν, καὶ οἱ ἐκπέτρας μέλι θηλάσαντες, χολὴν σοι

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ

  • 30

    προσήνεγκαν, ἀλλ' ἑκὼν ὑπέμεινας, ἵνα ἡμᾶςἐλευθερώσῃς τῆς δουλείας τοῦ ἐχθροῦ. Χριστὲ ὁΘεὸς δόξα σοι.

    Καὶ νῦν... ΘεοτοκίονΘεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ

    βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲἱκετεύομεν, πρέσβευε Δέσποινα μετὰ τῶνἈποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναιτὰς ψυχὰς ἡμῶν.

    Εἶτα τὰ ἑπόµενα τρία Στιχηρὰ Ἰδιόµελα

    Ἦχος Νη

    ΔιΝ

    α τον φο βον των Ι

    Δ

    ου ου δαι αι αι

    ω ων ο φι ι ι λο ο ο ος σου και

    Ν

    ο

    πλη σι ι ο ον Πε ε τρος ηρ νη η σα το σε

    Π

    Κυ υ υ ρι

    Ν

    ι ι ι ε και ο δυ ρο

    µε

    Μ

    ε νο ος ου

    Δ

    τω ως ε βο ο ο α α των

    Ν

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ

  • 31

    δα κρυ ων µου µη η η πα α ρα

    Π

    σι ι ω

    πη

    Ν

    η η η σης ει πα γαρ φυ λα ξαι την

    Δ

    πι

    στι ιν οι οι κτι ι ιρ µο ον και αι ου

    Γ

    ουκ ε

    ε

    Μ

    φυ υ

    Δ

    υ λα α α α ξα και η µω ων

    την µε

    Ν

    ε ε τα νοι οι οι αν ου τω ω δε ε ε

    ξαι και

    Π

    αι ε λε ε η σο ο

    Ν

    ον η η η η

    µαςΣτίχος:

    Τα ρη µα τα µου ε νω τι

    σαι Κυ ρι ε συ συ νες της κρα α αυ γη

    η η ης µου

    ΠροΝ

    του τι µι ι ου

    Μ

    ου σου Σταυ ρου

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ

  • 32

    στρα

    Ν

    τι ω των εµ παι

    Β

    ζο ον των σε

    Μ

    ε ε Κυ

    Β

    ρι ι ε

    Μ

    ε αι

    Ν

    νο ε ραι στρα τι αι κα

    τε

    Π

    πλη η

    Ν

    ητ το ο ο ον το α νε δη

    σω ω γαρ στε

    Δ

    ε φα α νο

    Μ

    ον υ υ υ

    Δ

    υ βρε ε

    ε ως ο

    Ν

    την γη ην ζω γρα φη η σας τοις

    Π

    α α

    Ν

    αν θε ε ε σι και την χλαι ναν

    χλευ

    Δ

    α ζο µε ε νος ε

    Μ

    ε ε φο

    Β

    ρε ε σας ο

    Ν

    νε φε ε λαις πε ρι βα αλ λων το στε

    Π

    ρε

    ε

    Ν

    ε ω ω ω ω µα τοι αυ τη η γαρ οι

    Δ

    οι

    κο νο ο µι ι ι α α ε γνω σθη η σου

    η ευ σπλαγ χνι

    Π

    ι α

    Ν

    Χρι στε ε ε το µε

    Π

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ

  • 33

    γα ε ε ε λε ε ος δο

    Ν

    ο ο ξα α α α

    σοι Δόξα... Καὶ νῦν Ἦχος Πα

    ΔοΠ

    ο ξα Πα τρι ι ι ι και αι Υι ω

    και Α γι ι ω Πνευ µα α α τι

    ΚαιΠ

    νυν και α ει και εις τους αι ω ω

    νας των αι ω ω ω νων Α α α µην

    ΕΠ

    ελ κο ο ο µε ε ε ε νος ε ε πι

    Μ

    Στα αυ ρου ου

    Δ

    τως ε

    Μ

    βο ο α ας Κυ υ

    Κ

    υ

    ρι ι ι ι ε δι

    Δ

    α ποι ο ον ε ε ερ γον θε

    Π

    λε τε µε στα αυ ρω ω σαι Ι ι ου δαι αι αι

    Μ

    αι οι ο ο

    Π

    ο τι ι τους πα ρα λυ τους η

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ

  • 34

    µω ων συ

    Μ

    υ νε ε

    Κ

    ε σφι ι ι ιγ ξα ο

    Δ

    τι

    τους νε κρους ως

    Π

    εξ υ υ πνου ου α

    Ν

    νε

    ε

    Π

    ε στη η η η σα αι

    Κ

    µορ ρουν ι α

    Μ

    α

    σα α

    Κ

    α α α µην Χα

    Π

    να ναι αι α αν η

    λε ε ε η η η η σα δι α ποι οι ο ον

    ερ γον θε λε τε ε ε ε ε ε ε ε ε

    ε µε ε ε ε

    Μ

    ε φο

    Π

    ο ο νε ε ευ σαι

    Ι ι ου δαι αι αι αι οι αλλ

    Κ

    ο ψε σθε εις

    ον νυν εκ κε

    Μ

    εν

    Κ

    τα α α τε Χρι στον

    Δ

    πα ρα α νο

    µοι οι

    Π

    οι οι οι οι

    Μ

    οι οι

    Προκείμενον·Ἦχος δ΄. Ψαλμὸς λζ΄ (37ος)

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ

  • 35

    Ὅ τι ἐγὼ εἰς μάστιγας ἕτοιμος, καὶ ἡ αλγηδώνμου ἐνώπιόν μού ἐστι διαπαντός.

    Στίχ.Κ ύριε, μὴ τῷ θυμῷ μου ἐλέγξῃς με, μηδὲτῇ ὀργῇ σου παιδεύσῃς με.

    Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα(Κεφ. Ν΄, 4-11 )

    Κύριος δίδωσί μοι γλῶσσαν παιδείας, τοῦγνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον, ἔθηκέ με πρωΐ,πρωΐ, προσέθηκέ μοι ὠτίον τοῦ ἀκούειν, καὶπαιδεία Κυρίου Κυρίου ἀνοίγει μου τὰ ὦτα,ἐγὼ δὲ οὐκ ἀπειθῶ, οὐδὲ ἀντιλέγω. Τὸν νῶτόνμου ἔδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μουεἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων, καὶΚύριος, Κύριος βοηθός μοι ἐγενήθη. Διὰ τοῦτοοὐκ ἐνετράπην, ἀλλὰ ἔθηκα τὸ πρόσωπόν μουὡς στερεὰν πέτραν, καὶ ἔγνων, ὅτι οὐ μὴαἰσχυνθῶ ὅτι ἐγγίζει ὁ δικαιώσας με. Τὶς ὁκρινόμενός μοι; ἀντιστήτω μοι ἅμα, καὶ τὶς ὁκρινόμενός μοι; ἐγγισάτω μοι. Ἰδοὺ Κύριος,Κύριος βοηθήσει μοι, τὶς κακώσει με; ἰδοὺπάντες ὑμεῖς, ὡς ἱμάτιον, παλαιωθήσεσθε, καὶὡς σὴς καταφάγεται ὑμᾶς. Τὶς ἐν ὑμῖν ὁ

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ

  • 36

    φοβούμενος τὸν Κύριον; ὑπακουσάτω τῆςφωνῆς τοῦ παιδὸς αὐτοῦ. Οἱ πορευόμενοι ἐνσκότει, καὶ οὐκ ἔστιν αὐτοῖς φῶς, πεποίθατεἐπὶ τῷ ὀνόματι Κυρίου, καὶ ἀντιστηρίσασθε ἐπὶτῷ Θεῷ. Ἰδοὺ πάντες ὑμεῖς ὡς πῦρ καίετε, καὶκατισχύετε φλόγα, πορεύεσθε τῷ φωτὶ τοῦπυρὸς ὑμῶν, καὶ τῇ φλογὶ ἧ ἐξεκαύσατε, δι' ἐμὲἐγένετο ταῦτα ὑμῖν, ἐν λύπῃ κοιμηθήσεσθε.

    ΑΠΟΣΤΟΛΟΣΠρὸς Ῥωμαίους Ἐπιστολῆς Παύλου τὸ

    Ἀνάγνωσμα (Κεφ. Ε΄, 6-10)Ἀδελφοί, ἔτι Χριστός, ὄντων ἡμῶν ἀσθενῶν,

    κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανε. Μόλις γὰρὑπὲρ δικαίου τὶς ἀποθανεῖται, ὑπὲρ γὰρ τοῦἀγαθοῦ τάχα τὶς καὶ τολμᾷ ἀποθανεῖν.Συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁΘεός, ὅτι ἔτι, ἁμαρτωλῶν ὄντων ἡμῶν, Χριστὸςὑπὲρ ἡμῶν ἀπέθανε. Πολλῷ οὖν μᾶλλον,δικαιωθέντες νῦν ἐν τῷ Αἵματι αὐτοῦ,σωθησόμεθα δι' αὐτοῦ ἀπὸ τῆς ὀργῆς, Εἰ γὰρἐχθροὶ ὄντες, κατηλλάγη μὲν τῷ Θεῷ, διὰ τοῦθανάτου τοῦ Υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλονκαταλλαγέντες, σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ.

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ

  • 37

    ΕΥΑΓΓΕΛΙΟΝ ΤΗΣ Γ΄ ΩΡΑΣἘκ τοῦ κατὰ Μᾶρκον.. (ιε΄ 16 - 41)

    Τῷ καιρῷ ἐκείνῳ, οἱ στρατιῶται ἀπήγαγοντὸν Ἰησοῦν ἔσω τῆς αὐλῆς, ὅ ἐστι πραιτώριον,καὶ συγκαλοῦσιν ὅλην τὴν σπεῖραν· 17 καὶἐνδύουσιν αὐτὸν πορφύραν καὶ περιτιθέασιναὐτῷ πλέξαντες ἀκάνθινον στέφανον, 18 καὶἤρξαντο ἀσπάζεσθαι αὐτόν· Χαῖρε ὁ βασιλεὺςτῶν Ἰουδαίων· 19 καὶ ἔτυπτον αὐτοῦ τὴνκεφαλὴν καλάμῳ καὶ ἐνέπτυον αὐτῷ, καὶτιθέντες τὰ γόνατα προσεκύνουν αὐτῷ. 20 καὶὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴνπορφύραν καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια τὰἴδια, καὶ ἐξάγουσιν αὐτὸν ἵνα σταυρώσωσιναὐτόν. 21 Καὶ ἀγγαρεύουσι παράγοντά τιναΣίμωνα Κυρηναῖον, ἐρχόμενον ἀπ' ἀγροῦ, τὸνπατέρα Ἀλεξάνδρου καὶ Ρούφου, ἵνα ἄρῃ τὸνσταυρὸν αὐτοῦ. 22 Καὶ φέρουσιν αὐτὸν ἐπὶΓολγοθᾶν τόπον, ὅ ἐστι μεθερμηνευόμενονκρανίου τόπος. 23 καὶ ἐδίδουν αὐτῷ πιεῖνἐσμυρνισμένον οἶνον· ὁ δὲ οὐκ ἔλαβε. 24 καὶσταυρώσαντες αὐτὸν διαμερίζονται τὰ ἱμάτιααὐτοῦ, βάλλοντες κλῆρον ἐπ' αὐτὰ τίς τί ἄρῃ.25 ἦν δὲ ὥρα τρίτη καὶ ἐσταύρωσαν αὐτόν. 26

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ

  • 38

    καὶ ἦν ἡ ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦἐπιγεγραμμένη· Ὁ βασιλεὺς τῶν Ἰουδαίων. 27Καὶ σὺν αὐτῷ σταυροῦσι δύο λῃστάς, ἕνα ἐκδεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων αὐτοῦ. 28 καὶἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα· καὶ μετὰ ἀνόμωνἐλογίσθη. 29 Καὶ οἱ παραπορευόμενοιἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰςαὐτῶν καὶ λέγοντες· Οὐὰ, ὁ καταλύων τὸν ναὸνκαὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν! 30 σῶσονσεαυτὸν καὶ κατάβα ἀπὸ τοῦ σταυροῦ. 31ὁμοίως δὲ καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες πρὸςἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον·Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. 32 ὁΧριστὸς ὁ βασιλεὺς Ἰσραὴλ καταβάτω νῦν ἀπὸτοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ πιστεύσωμεναὐτῷ. καὶ οἱ συνεσταυρωμένοι αὐτῷ ὠνείδιζοναὐτόν. 33 Γενομένης δὲ ὥρας ἕκτης σκότοςἐγένετο ἐφ' ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης· 34καὶ τῇ ὥρᾳ τῇ ἐνάτῃ ἐβόησεν ὁ Ἰησοῦς φωνῇμεγάλῃ λέγων· Ἐλωῒ Ἐλωῒ, λιμᾶ σαβαχθανί; ὅἐστι μεθερμηνευόμενον, ὁ Θεός μου ὁ Θεός μου,εἰς τί με ἐγκατέλιπες; 35 καί τινες τῶνπαρεστηκότων ἀκούσαντες ἔλεγον· Ἴδε Ἡλίανφωνεῖ. 36 δραμὼν δέ εἷς καὶ γεμίσας σπόγγον

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ

  • 39

    ὄξους περιθεὶς τε καλάμῳ ἐπότιζεν αὐτόνλέγων· Ἄφετε ἴδωμεν εἰ ἔρχεται Ἠλίαςκαθελεῖν αὐτόν. 37 ὁ δὲ Ἰησοῦς ἀφεὶς φωνὴνμεγάλην ἐξέπνευσε. 38 Καὶ τὸ καταπέτασματοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕωςκάτω. 39 Ἰδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξἐναντίας αὐτοῦ ὅτι οὕτω κράξας ἐξέπνευσεν,εἶπεν· Ἀληθῶς ὁ ἄνθρωπος οὗτος υἱὸς ἦν Θεοῦ.40 Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθενθεωροῦσαι, ἐν αἷς ἦν καὶ Μαρία ἡ Μαγδαληνὴκαὶ Μαρία ἡ τοῦ Ἰακώβου τοῦ μικροῦ καὶ Ἰωσῆμήτηρ καὶ Σαλώμη, 41 αἳ καὶ ὅτε ἦν ἐν τῇΓαλιλαίᾳ ἠκολούθουν αὐτῷ καὶ διηκόνουναὐτῷ, καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι

    Ο ΧΟΡΟΣ: Δόξα τῇ μακροθυμίᾳ σου, Κύριε,δόξα σοι.

    Καὶ εὐθὺς Ὁ 'ΑναγνώστηςΚύριος ὁ Θεὸς εὐλογητός, εὐλογητὸς Κύριος

    ἡμέραν καθ' ἡμέραν, κατευοδῶσαι ἡμῖν ὁ Θεὸςτῶν σωτηρίων ἡμῶν, ὁ Θεὸς τοῦ σῴζειν.

    Ἀναγνώστης: Ἀμήν. Ἅγιος ὁ Θεός, ἍγιοςἸσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ΄)

    Δόξα... Καὶ νῦν ...

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ

  • 40

    Παναγία Τριάς, ἐλέησον ἡμᾶς.Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν,Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας

    ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε,

    ἐλέησον.Δόξα... Καὶ νῦν ...Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω

    τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτωτὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς.Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖνσήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν,ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶμὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαιἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

    Ἱερεύς: Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...Κοντάκιον.

    Τὸν δι' ἡμᾶς σταυρωθέντα, δεῦτε πάντεςὑμνήσωμεν, αὐτὸν γὰρ κατεῖδε Μαρία ἐπὶ τοῦξύλου, καὶ ἔλεγεν. Εἰ καὶ σταυρὸν ὑπομένεις,σὺ ὑπάρχεις ὁ Υἱὸς καὶ Θεός μου.

    Κύριε ἐλέησον (μ΄)Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ

  • 41

    καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενοςΧριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁπολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καίτοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸςσωτηρίαν διά τῆς ἐπαγγελίας τῶν μελλόντωνἀγαθῶν, αὐτός, Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐντῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴνἡμῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς ἡμῶνἁγίασον, τὰ σώματα ἃγνισον , τοὺς λογισμοὺςδιόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶςἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης.Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα τῇπαρεμβολῇ αὐτῶν φρουρούμενοι καὶὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα τῆςπίστεως καὶ εἰς τὴν ἐπίγνωσιν της ἀπροσίτουσου δόξης, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶναἰώνων. Ἀμήν.

    Κύριε ἐλέησον ( γ΄)Δόξα Πατρί... Καὶ νῦν...

    Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴνἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντωςΘεοτόκον, σὲ μεγαλύνομεν.

    Ἐν ὀνόματι Κυρίου, εὐλόγησον Πάτερ.

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ

  • 42

    Ἱερεύς: Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαιἡμᾶς...

    καὶ τὴν παροῦσαν ΕὐχὴνΔέσποτα Θεέ, Πάτερ παντοκράτορ, Κύριε

    Υἱὲ μονογενές, Ἰησοῦ Χριστὲ καὶ ἅγιον Πνεῦμα,μία θεότης, μία Δύναμις, ἐλέησόν με τὸνἁμαρτωλόν, καί, οἷς ἐπίστασαι κρίμασι, σῶσόνμε τὸν ἀνάξιον δοῦλόν σου, ὅτι εὐλογητὸς εἶ εἰςτοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

    ΩΡΑ ΕΚΤΗὉ Ἀναγνώστης: Ἀμήν. Κύριε ἐλέησον ( ιβ΄)Δόξα... Καὶ νῦν ...Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν

    τῷ βασιλεῖ ἡμῶν Θεῷ.Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν

    Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν

    αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.καὶ τοὺς παρόντας Ψαλμούς.

    Ψαλμὸς νγ΄ (53)Ὁ Θεός, ἐν τῷ ὀνόματί σου σῶσόν με, καὶ

    ἐν τῇ δυνάμει σου κρινεῖς με, ὁ Θεός,εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὰῥήματα τοῦ στόματός μου, ὅτι ἀλλότριοι

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ

  • 43

    ἐπανέστησαν ἐπ' ἐμέ, καὶ κραταιοὶ ἐζήτησαντὴν ψυχὴν μου, καὶ οὐ προέθεντο τὸν Θεὸνἐνώπιον αὐτῶν, Ἰδοὺ γὰρ ὁ Θεὸς βοηθεῖ μοι,καὶ ὁ Κύριος ἀντιλήπτωρ τῆς ψυχῆς μου.Ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου, ἐν τῇἀληθεία σου ἐξολόθρευσον αὐτούς. Ἑκουσίωςθύσω σοι, ἐξομολογήσομαι τῷ ὀνόματί σου,Κύριε, ὅτι ἀγαθόν, ὅτι ἐκ πάσης θλίψεωςἐῤῥύσω με, καὶ ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁὀφθαλμός μου.

    Ψαλμὸς ρλθ΄ (139)Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ,

    ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με. Οἵτινεςἐλογίσαντο ἀδικίαν ἐν καρδίᾳ, ὅλην τὴν ἡμέρανπαρετάσσοντο πολέμους. Ἠκόνησαν γλῶσσαναὐτῶν, ὡσεὶ ὄφεως, ἰὸς ἀσπίδων ὑπὸ τὰ χείληαὐτῶν, Φύλαξόν με, Κύριε, ἐκ χειρὸςἁμαρτωλοῦ, ἀπὸ ἀνθρώπων ἀδίκων ἐξελοῦ με,οἵτινες διελογίσαντο τοῦ ὑποσκελίσαι τὰδιαβήματά μου. Ἔκρυψαν ὑπερήφανοι παγίδαμοι, καὶ σχοινίοις διέτειναν παγίδα τοῖς ποσίμου, ἐχόμενα τρίβους σκάνδαλα ἔθεντό μοι.Εἶπα τῷ Κυρίῳ, Θεός μου εἶ σύ, ἐνώτισαι,Κύριε, τὴν φωνὴν τῆς δεήσεώς μου. Κύριε,

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ

  • 44

    Κύριε, δύναμις τῆς σωτηρίας μου, ἐπεσκίασαςἐπὶ τὴν κεφαλήν μου, ἐν ἡμέρᾳ πολέμου. Μὴπαραδῷς με, Κύριε, ἀπὸ τῆς ἐπιθυμίας μουἁμαρτωλῷ, διελογίσαντο κατ' ἐμοῦ, μὴἐγκαταλίπῃς με, μὴποτε ὑψωθῶσιν. Ἡ κεφαλὴτοῦ κυκλώματος αὐτῶν, κόπος τῶν χειλέωναὐτῶν καλύψει αὐτούς. Πεσοῦνται ἐπ' αὐτοὺςἄνθρακες, ἐν πυρὶ καταβαλεῖς αὐτούς, ἐνταλαιπωρίαις οὐ μὴ ὑποστῶσιν. Ἀνὴργλωσσώδης οὐ κατευθυνθήσεται ἐπὶ τῆς γῆς,ἄνδρα ἄδικον κακὰ θηρεύσει εἰς διαφθοράν.Ἔγνων ὅτι ποιήσει Κύριος τὴν κρίσιν τῶνπτωχῶν, καὶ τὴν δίκην τῶν πενήτων. Πλὴνδίκαιοι ἐξομολογήσονται τῷ ὀνόματί σου, καὶκατοικήσουσιν εὐθεῖς σὺν τῷ προσώπῳ σου.

    Ψαλμὸς ϟ’ (90)Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ἐν

    σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται.Ἐρεῖ τῷ Κυρίῳ. Ἀντιλήπτωρ μου εἶ, καὶκαταφυγή μου, ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ'αὐτόν, ὅτι αὐτὸς ῥύσεταί σε ἐκ παγίδοςθηρευτῶν, καὶ ἀπὸ λόγου ταραχώδους. Ἐν τοῖςμεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰςπτέρυγας αὐτοῦ ἐλπιεῖς, ὅπλῳ κυκλώσει σε ἡ

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ

  • 45

    ἀλήθεια αὐτοῦ, οὐ φοβηθήσῃ ἀπὸ φόβουνυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας, ἀπὸπράγματος ἐν σκότει διαπορευομένου, ἀπὸσυμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ.Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιάς, καὶ μυριὰςἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ. Πλὴν τοῖςὀφθαλμοῖς σου κατανοήσεις, καὶ ἀνταπόδοσινἁμαρτωλῶν ὄψει ὅτι σύ, Κύριε, ἡ ἐλπίς μου, τὸνὙψιστον ἔθου καταφυγήν σου. Οὐπροσελεύσεται πρὸς σὲ κακά, καὶ μάστιξ οὐκἐγγιεῖ ἐν τῷ σκηνώματί σου, ὅτι τοῖς Ἀγγέλοιςαὐτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σεἐν πάσαις ταῖς ὁδοῖς σου. Ἐπὶ χειρῶν ἀροῦσίσε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδασου. Ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶκαταπατήσεις λέοντα καὶ δράκοντα. Ὅτι ἐπ'ἐμὲ ἤλπισε, καὶ ῥύσομαι αὐτόν, σκεπάσω αὐτόν,ὅτι ἔγνω τὸ ὄνομά μου. Κεκράξεται πρός με,καὶ ἐπακούσομαι αὐτοῦ, μετ' αὐτοῦ εἰμι ἐνθλίψει, ἐξελοῦμαι αὐτόν, καὶ δοξάσω αὐτόν.Μακρότητα ἡμερῶν ἐμπλήσω αὐτόν, καὶ δείξωαὐτῷ τὸ σωτήριόν μου.

    Δόξα Πατρὶ... Καὶ νῦν... Ἀλληλούϊα,ἀλληλούϊα, ἀλληλούϊα· δόξα σοι ὁ Θεὸς (γ΄).

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ

  • 46

    Κύριε ἐλέησον (γ΄)Δόξα Πατρὶ...Τροπάριον Ἦχος β΄

    Σωτηρίαν εἰργάσω ἐν μέσῳ τῆς γῆς, Χριστὲὁ Θεός, ἐπὶ Σταυροῦ τὰς ἀχράντους σου χεῖραςἐξέτεινας, ἐπισυνάγων πάντα, τὰ ἔθνη,κράζοντα. Κύριε δόξα σοι.

    Καὶ νῦν... ΘεοτοκίονὍτι οὐκ ἔχομεν παῤῥησίαν διὰ τὰ πολλὰ

    ἡμῶν ἁμαρτήματα, σὺ τὸν ἐκ σοῦ γεννηθένταδυσώπησον Θεοτόκε Παρθένε, πολλὰ γὰρ ἰσχύειδέησις Μητρὸς πρὸς εὐμένειαν Δεσπότου. Μὴπαρίδῃς ἁμαρτωλῶν ἱκεσίας, ἡ πάνσεμνος, ὅτιἐλεήμων ἐστί, καὶ σῲζειν δυνάμενος, ὁ καὶπαθεῖν ὑπὲρ ἡμῶν καταδεξάμενος.

    Εἶτα τὰ ἑπόµενα τρίαΣτιχηρὰ Ἰδιόµελα

    Ἦχος Νη

    ΤαΝ

    δε ε λε ε ε γει Κυ ρι ι ο ος προς

    Π

    Ι ου δαι

    Ν

    αι αι αι ους Λα ο

    Μ

    ος µου τι

    Δ

    ε

    ποι η

    Ν

    η σα α α σοι η τι ι σοι πα ρη

    Π

    νω

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ

  • 47

    ω

    Ν

    ω χλη η η η σα τους τυ φλους σου

    ε

    Δ

    ε φω τι ι σα τους

    Ν

    λε πρους σου ου ε

    Μ

    ε κα

    α θα α

    Δ

    α ρι ι ι ι σα α

    Β

    αν δρα α ο

    ο ον τα ε

    Ν

    πι κλι ι ι ι νη ης η

    Π

    νορ

    θω ω σα

    Ν

    α α α µην Λα ο ος µου τι

    Δι

    ι

    ε ε ποι οι η σα α α σοι οι και

    Π

    τι ι µοι αν τα

    πε ε ε

    Ν

    ε δω ω ω ω κας αν τι του µα

    Π

    αν

    να

    Ν

    χο λην αν τι ι του ου υ υ υ

    Π

    δα τος

    ο

    Ν

    ο ο ο ξος αν τι

    Β

    του α γα α πα α αν µε

    Σταυ ρω ω µε

    Μ

    προ ση

    Π

    λω ω

    Ν

    ω σα α α α

    τε ουκ ε τι στε

    Π

    ε γω

    Ν

    λοι πον κα λε σω

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ

  • 48

    µου τα α ε ε ε θνη κα

    Δ

    κει ει να α µε ε δο

    Μ

    ο ξα α

    Δ

    α σου ου ου ου σι συν

    Ν

    τω Πα τρι

    και τω

    Π

    Πνε ε

    Ν

    ευ µα α α α τι κα γω

    ω α αυ τοις

    Δ

    δω ω ρη σο ο µαι ζω η

    Π

    η ην την αι

    ω ω

    Ν

    ω νι ι ι ι ονΣτίχος:

    Ε δω καν εις το βρω µα µου

    χο λην και εις την δι ψαν µου ε ε πο ο τι

    σα αν µε ο ο ο ο ξος

    ΟιΝ

    νο µο θε ται του ου Ι σρα ηλ Ι

    ου δαι οι και Φα ρι ι σαι αι αι οι ο χο ρος

    των α πο στο ο ο λων βο

    Π

    α α

    Ν

    α προς

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ

  • 49

    υ υ υ µας ι δε Να α ος ον υ µεις

    ε ε ε λυ σα α τε ι δε Α µνος ον υ

    µει εις ε σταυ

    Π

    ρω ω

    Ν

    ω σα α α α τε

    τα α φω πα α ρε δω κα τε

    Μ

    ε αλλ

    Ν

    ε ξου

    σι ι α α ε ε αυ

    Π

    του α α νε

    Ν

    ε ε ε στη

    µη

    Γ

    πλα να σθε Ι

    Π

    ι ι ι ου δαι

    Ν

    αι αι οι

    οι αυ τος γαρ ε στιν ο εν θα λα ασ ση η

    σω ω ω σας και αι αι αι ε εν ε

    Π

    ρη µω θρε

    Ν

    ε

    ε ε ψας Αυ

    Μ

    τος ε ε στιν η

    Δ

    ζω η η

    η και το φω

    Ν

    ω ως και η ει ει ρη η η η

    Π

    νη

    του κο

    Ν

    ο ο ο σµου

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ

  • 50

    Ἦχος Πα

    ΔοΠ

    ξα Πα τρι και Υι ω και Α γι ι ω

    Πνευ µα α α τι

    ΚαιΠ

    νυν και α ει και εις τους αι ω ω

    νας των αι ω ω ω νων Α α α µην

    ΔεΜ

    ε

    Π

    ευ τε ε χρι στο φο ο ροι λα οι

    κα

    Μ

    α τι ι

    Κ

    ι δω ω ω ω µεν τι

    Δ

    συ νε βου

    λευ σα α α το Ι

    Π

    ι ου ου δας ο ο προ δο

    ο ο ο της συν Ι ε ρευ σιν α

    Μ

    α νο

    Κ

    ο ο

    ο ο µοις κα

    Π

    τα του Σω ω τη η η η η

    ρος η η η µων ση

    Κ

    µε ρον ε νο χον θα α

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ

  • 51

    να α α του τον α θα να α το ον Λο ο γο

    ο ον πε ποι οι οι η η η η καν και

    Δ

    Πι λα

    τω προ δω ω σα α αν τες εν το

    Π

    πω κρα

    νι ι ου ου ε στα α αυ ρω ω ω ω σαν

    και

    Μ

    τα αυ τα πα

    Κ

    α σχων ε

    Μ

    ε βο ο

    Κ

    ο ο ο α

    ο

    Δ

    Σω τη ηρ η η µων λε

    Κ

    ε ε ε ε

    ε ε ε ε ε ε γω ω

    Μ

    ω ων α

    Δ

    φες αυ

    Μ

    τοι οις Πα

    Δ

    α α τερ τη

    Π

    η η ην α

    α α µαρ τι ι ι αν τα α α αυ την ο

    πως γνω σι τα

    Μ

    α ε

    Κ

    ε ε θνη την

    Π

    εκ νε

    κρω ων µου ου Α να

    Δ

    α στα σι ι ι

    Π

    ι ι ι

    Μ

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ

  • 52

    ι ινΠροκείμενον. Ἦχος δ΄ Ψαλμὸς η΄ (8ος)Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ

    ὄνομά σου ἐν πάσῃ τῇ γῇ!Στίχ. Ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου

    ὑπεράνω τῶν οὐρανῶν.Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα

    (Κεφ. ΝΒ΄ 13 - ΝΔ΄, 1)Τάδε λέγει Κύριος. Ἰδοὺ συνήσει ὁ παῖς

    μου, καὶ ὑψωθήσεται, καὶ δοξασθήσεται, καὶμετεωρισθήσεται σφόδρα. Ὃν τρόπονἐκστήσονται ἐπὶ σὲ πολλοί, οὕτως ἀδοξήσει ἀπὸτῶν ἀνθρώπων τὸ εἶδός σου, καὶ ἡ δόξα σουἀπὸ υἱῶν ἀνθρώπων. Οὕτω θαυμάσονται ἔθνηπολλὰ ἐπ' αὐτῷ, καὶ συνέξουσι βασιλεῖς τὸστόμα αὐτῶν, ὅτι, οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ,ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι, συνήσουσι.Κύριε, τὶς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν, καὶ ὁβραχίων Κυρίου τίνι ἀπεκαλύφθη;Ἀνηγγείλαμεν, ὡς παιδίον ἐναντίον αὐτοῦ, ὡςῥίζα ἐν γῇ διψώσῃ. Οὐκ ἔστιν εἶδος αὐτῷ, οὐδὲδόξα, καὶ εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος,οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, καὶ

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ

  • 53

    ἐκλεῖπον παρὰ πάντας τοὺς υἱοὺς τῶνἀνθρώπων. Ἄνθρωπος ἐν πληγῇ ὢν, καὶ εἰδὼςφέρειν μαλακίαν, ὅτι ἀπέστραπται τὸπρόσωπον αὐτοῦ, ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη.Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶνὀδυνᾶται, καὶ ἡμεῖς ἑλογισάμεθα αὐτὸν εἶναι ἐνπόνῳ, καὶ ἐν πληγῇ ὑπὸ Θεοῦ, καὶ ἐν κακώσει.Αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν,καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν.Παιδεία εἰρήνης ἡμῶν ἐπ' αὐτόν, τῷ μώλωπιαὐτοῦ ἡμεῖς ἰάθημεν. Πάντες ὡς πρόβαταἐπλανήθημεν, ἀνθρωπος τῇ ὁδῷ αὐτοῦἐπλανήθη. Καὶ Κύριος παρέδωκεν αὐτὸν ταῖςἁμαρτίαις ἡμῶν, καὶ αὐτὸς διὰ τὸ κεκακῶσθαι,οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. Ὡς πρόβατον ἐπὶσφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦκείροντος ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμααὐτοῦ. Ἐν τῇ ταπεινώσει αὐτοῦ, ἡ κρίσις αὐτοῦἤρθη, τὴν δὲ γενεὰν αὐτοῦ τὶς διηγήσεται; ὅτιαἲρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ, ἀπὸ τῶνἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον. Καὶδώσω τοὺς πονηρούς, ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶτοὺς πλουσίους, ἀντὶ τοῦ θανάτου αὐτοῦ, ὅτιἀνομίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ

    ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ

  • 54

    στόματι αὐτοῦ, καὶ βούλεται Κύριος καθαρίσαιαὐτὸν ἀπὸ τῆς πληγῆς. Ἐὰν δῶτε περὶἁμαρτίας, ἡ ψυχὴ ὑμῶν ὄψεται σπέρμαμακρόβιον, καὶ βούλεται Κύριος ἐν χειρὶ αὐτοῦἀφελεῖν ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ, δεῖξαιαὐτῷ φῶς, καὶ πλάσαι τῇ συνέσει, δικαιῶσαιδίκαιον, εὖ δουλεύοντα πολλοῖς, καὶ τὰςἁμαρτίας αὐτῶν αὐτὸς ἀνοίσει. Διὰ τοῦτοαὐτὸς κληρονομήσει πολλούς, καὶ τῶν ἰσχυρῶνμεριεῖ σκῦλα, ἀνθ' ὧν παρεδόθη εἰς θάνατον ἡψυχὴ αὐτοῦ, καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη, καὶαὐτὸς ἁμαρτί�