Themistius Select Oration_Themistius_Δεκετηρικὸς

14
2009/10 Greco – esercitazioni 1 Temistio Δεκετηρικὸς περὶ τῶν πρεπόντων λόγων τῷ βασιλεῖ Testo greco dell’edizione di G. DOWNEY AND H. SCHENKL, Themistii orationes quae supersunt, vol. 1. Leipzig: Teubner, 1965, pp. 215-230 tratto da Thesaurus Linguae Graecae [TLG® is a registered trademark of The Regents of the University of California. Licenza di Massimo Canclini] Traduzione latina tratta da Themistii Orationes XXXIII. E quibus tredecim nunc primum in lucem editae. Dionysius Petavius Latine plerasque reddidit, ac fere vicenas notis illustravit. Accesserunt ad easdem XX. orationes notae alternae, ad reliquas tredecim perpetuae observationes Joannis Harduin, Parigi 1684 http://books.google.com/books/download/___Themistii____orationes_XXXIII__e_quib.pdf?id=jgdBAAA AcAAJ&hl=it&output=pdf&sig=ACfU3U17ZyKJLAj9Hz_eHLBVK0_45la-Tg 141. (d.) Ἆρα ὥσπερ στέφανοι καὶ ὑφάσματα ἐξῄρηται ὑπὸ τῶν ἀνθρώπων βασιλεῖ μόνῳ δορυφορεῖν τάτ- τει νόμος, ἰδιώτῃ δὲ οὐ θέμις, ἀλλὰ χαλεπαίνει πολιτεία, εἴ τις ἐγχειροίη χλαῖναν καθὍμηρον πορφυρέην, λιθοκολλήτους ζωστῆρας ἄλλῳ τινὶ καὶ μὴ ἐκείνῳ μόνῳ ἐργά- (5) ζεσθαι, Ὧι λαοί τἐπιτετράφαται καὶ τόσσα μέμηλε,

description

2009/10 Greco – esercitazioni Temistio Δεκετηρικὸς ἢ περὶ τῶν πρεπόντων λόγων τῷ βασιλεῖ Testo greco dell’edizione di G. DOWNEY AND H. SCHENKL, Themistii orationes quae supersunt, vol. 1. Leipzig: Teubner, 1965, pp. 215-230 tratto da Thesaurus Linguae Graecae [TLG® is a registered trademark of The Regents of the University of California. Licenza di Canclini] Traduzione latina tratta da Themistii Orationes XXXIII. E quibus tredecim nunc primum in lucem editae. Dionysius Petavius Latine

Transcript of Themistius Select Oration_Themistius_Δεκετηρικὸς

Page 1: Themistius Select Oration_Themistius_Δεκετηρικὸς

2009/10 Greco – esercitazioni

1

Temistio

Δεκετηρικὸς ἢ περὶ τῶν πρεπόντων λόγων τῷ βασιλεῖ

Testo greco dell’edizione di G. DOWNEY AND H. SCHENKL, Themistii orationes quae supersunt, vol. 1. Leipzig: Teubner, 1965, pp. 215-230 tratto da Thesaurus Linguae Graecae [TLG® is a registered trademark of The Regents of the University of California. Licenza di Massimo Canclini]

Traduzione latina tratta da Themistii Orationes XXXIII. E quibus tredecim nunc primum in lucem editae. Dionysius Petavius Latine plerasque reddidit, ac fere vicenas notis illustravit. Accesserunt ad easdem XX. orationes notae alternae, ad reliquas tredecim perpetuae observationes Joannis Harduin, Parigi 1684 http://books.google.com/books/download/___Themistii____orationes_XXXIII__e_quib.pdf?id=jgdBAAAAcAAJ&hl=it&output=pdf&sig=ACfU3U17ZyKJLAj9Hz_eHLBVK0_45la-Tg

141. (d.) Ἆρα ὥσπερ στέφανοι καὶ ὑφάσματα ἐξῄρηται

ὑπὸ τῶν ἀνθρώπων ἃ βασιλεῖ μόνῳ δορυφορεῖν τάτ-

τει ὁ νόμος, ἰδιώτῃ δὲ οὐ θέμις, ἀλλὰ χαλεπαίνει ἡ

πολιτεία, εἴ τις ἐγχειροίη ἢ χλαῖναν καθ’ Ὅμηρον

πορφυρέην, ἢ λιθοκολλήτους ζωστῆρας ἄλλῳ τινὶ

καὶ μὴ ἐκείνῳ μόνῳ ἐργά- (5) ζεσθαι,

Ὧι λαοί τ’ ἐπιτετράφαται καὶ τόσσα μέμηλε,

Page 2: Themistius Select Oration_Themistius_Δεκετηρικὸς

2009/10 Greco – esercitazioni

2

142. (a.) καὶ τέτακται αὐτοῦ ὥσπερ σύμβολα ἱερὰ καὶκόσμος

ἄθικτος καὶ ἀνέπαφος τοῖς ἀρχομένοις, οὕτω δὲ ἄρα καὶ

λόγοι τινές εἰσιν ἐκ τῶν λόγων, οὓςμόνῳ βασιλεῖ προσοιστέ

ον καὶ μόνῳ ἀπαρκτέον καὶ μόνῳ ἀποθυτέον, ὥσπερ ἱερῶν

τῷ Διί, ἐξ ὧν οὐ θέμις ἄλλῳ θεῷ ἱερουργῆσαι; ἢ τὸ μὲν (5)

σῶμα αὐτοῦ κόσμον ἕξει ἀποκρινόμενον καὶ τέχνας τὸν

κόσμον τοῦτον ἐργαζομένας, καὶ παρακολουθοῦσιναὐτῷ

ὑφάνται καὶ χρυσοχόοι καὶ σκυτοτόμοι καὶ ἀκεσταί, ὧν

οὐκ ἄν τις ἀξιώσειεν ἄλλῳ ἐπιτάττοντι ὑπουργήσειν,

ἀλλ’(b) ἄκοινος αὐτοῖς καὶ ἀπόρρητος πρὸς τοὺς πολλοὺς

ἡ τῶν ἔργων παρασκευή, ἡ ψυχὴ δὲ οὐχ ἕξει κόσμον

οἰκεῖον οὐδ’ ἐπιστήμην τοῦ κόσμου τούτου ὑψοῦ

ὁρῶσαν, ἀλλὰ θεραπεύσουσιν αὐτὴν αἱ χαμαὶ ἐρχόμεναι

καὶ ἐν τῷ πάτῳ τῶν πολλῶν ἀνθρώπων καὶ προτείνουσαι

τὰ ἔργα τὰ αὐτῶν (5) ὁμοίως πᾶσι τοῖς δεομένοις,

ὥσπερ αἱ τὰ σιτία τε καὶ τὰ ποτὰ ἀλλαττόμεναι

παντὶ τῷ διδόντι ἀργύριον ἐν τοῖς δημοσίοις πωλη-τηρίοις;

Εἰ μὲν δὴ ἅπασαι αἱ τέχναι τῶν λόγων βάναυσοί τέ

(c.) εἰσι καὶ φιλοψευδεῖς καὶ φορτικαί, οὐκ ἂν εἴη τῇ ψυχῇ

τῇ βασιλίδι κόσμος οἰκεῖος, ἀλλὰ πάντες ὑποδεεῖς καὶ

ἀνάρμοστοι. εἰ δέ τις καὶ λόγων τέχνη ἐστὶν ἀρχική τε

καὶ ἐλευθέρα καὶ ἕπονται αὐτῇ αἱ λοιπαὶ ὥσπερ βασιλίδι,

αἱ μὲν ἐγγυτέρω δορυφοροῦσαι, αἱ δὲ πορρωτέρω, ταύτης

(5) ἂν εἴη τοῦτο ἔργον, λέγω δ’ ὁ κόσμος τῆς βασιλίδος

ψυχῆς καὶ θεραπεία. μόνῃ γὰρ αὐτῇ οἷόν τε καὶ ἰδεῖν τὴν

ψυχὴν ταύτην καὶ ἐρευνῆσαι καὶ μὴ στῆναιἄχρι τῶν

προθύρων καὶ παραπετασμάτων, ἀλλ’ἐνδῦναι εἰς τὸ

βάθος καὶ ἐφικέσθαι τῆς καταγωγῆς, ἐν ᾗ κατασκηνοῖ ὁ

(10) ἀληθινὸς βασιλεύς, καὶ οὐκ κπλήττουσιν αὐτὴν οἱ ἔξω

(d.) δορυφόροι καὶ ῥαβδοφόροι οὐδὲ ἡ πολλὴ περὶ τὰ

βασίλεια ἡσυχία, ἀλλὰ τὸν εἴσω θρόνον ἐπιζητεῖ καὶ τὰ ἐν

τῇ γνώμῃ βασίλεια, καὶ εἰ ἐκεῖ ἔνεστιν ἡσυχία καὶ εἰ ἐκεῖ

ἐφεστήκασι δορυφόροι, μὴ ἐῶντες εἰσφοιτᾶν τὸν πολὺν

συρφετόν. γένος γὰρ τῇ ἐπιστήμῃ ταύτῃ ἔνεστιν, (5)

οὐκ ἔνθεν ποθὲν ἀπὸ τῆς γῆς, ἀλλ’ἄνωθεν ἐκ τοῦ

οὐρανοῦ καὶ τῆς τοῦ Διὸς ἀρχῆς

canclini
Text Box
sun
canclini
Text Box
quo
canclini
Text Box
& h
canclini
Text Box
qua
canclini
Text Box
adn
canclini
Text Box
vis
canclini
Text Box
cet
canclini
Text Box
cul
canclini
Text Box
nec
canclini
Text Box
arte
canclini
Text Box
res
canclini
Text Box
&
canclini
Text Box
via
canclini
Text Box
cor
canclini
Text Box
cre
canclini
Text Box
nim
canclini
Text Box
sub
canclini
Text Box
illiu
canclini
Text Box
mi
canclini
Text Box
nes
canclini
Text Box
qua
canclini
Text Box
hab
canclini
Text Box
sun
canclini
Text Box
que
canclini
Text Box
dist
canclini
Text Box
tes
canclini
Text Box
A
Page 3: Themistius Select Oration_Themistius_Δεκετηρικὸς

2009/10 Greco – esercitazioni

3

143. (a.) τοῦ πάντων πατέρος καὶ βασιλέως· οὗ γέννημα ἱερὸν καὶ εἰκὼν ἡ ἐπὶ τῆς γῆς βασιλεία. ἅτε οὖν ἀεὶ περὶ τὸ ἀρχέτυπον τεταμένη αὕτη ἡ τέχνη καὶ τὴν εἰκόνα οὐ χαλεπῶς γνωρίζει καὶ ἐξετάζει. εἰκὼν δὲ ἐκείνου τοῦ ἀρχετύπου οὐχ ὁ τῷ (5) μεγέθει ὑπερ- φέρων οὐδὲ ὁ τῷ κάλλει τοῦ σώματος, ἀλλ’ οὐδὲ ὅστις ποδωκέστατος, οὐδὲ ὅστις βάλλειν ἐπι σκοπώτα- τατος· ταῦτα γὰρ καὶ Καμβύσῃ ὑπῆρχε τῷ μαι νομέ-νῳ καὶ Ξέρξῃ τῷ ἀλαζόνι· ἀλλ’ ὅστις τὴν γνώμην (b.) θεοειδὴς καὶ διοτρεφὴς καὶ Διὶ μῆτιν ἀτάλαντος. ὁ γὰρ τοιοῦτος ὑπὸ θάρσους καὶ τοῦ εἰδέναι ὅτι κόσμος ἀπο χρῶν αὐτῷ ἡ ἀλήθεια ἀγαπᾷ μὲν καὶ τὰς ἄλλας τέχνας @1 τῶν λόγων, προσκαλεῖται δὲ ἐκείνην μόνην, ἧς ἐπίστα-ται τὸ ψεῦδος πορρωτάτω ἀπῳκισμένον, καὶ ταύτην μόνην (5) οὐκ ἀποκνεῖ εἰσπράττεσθαι, οἷόν τινα ἐτήσιον τοῦ ἔργου εἰσφοράν. ἀλλὰ καὶ μελλούσης οὐ καρτερεῖ καὶ εὐλαβου μένης οὐ ξυγχωρεῖ καὶ χρόνον αἰτούσης εἰς τὴν παρα σκευὴν οὐκ ἀνέχεται. καὶ ἔστι μὲν δὴ ἀτεχνῶς λόγος ἔργου σκιά· ὁ δὲ καὶ μᾶλλον αὐτὸν ποιεῖ σκιάν, ἐπείγων τε καὶ (10) ἐπαναγκάζων. (c.) Καὶ μὴ δυσχεράνητε πρὸς τῶν Μουσῶν, ὦ φίλοι ἑταῖροι, εἰ φαινοίμην ἐγὼ ἐπιγαυρούμενος τῇ εἰσπρά- ξει τοῦ βασι λέως, ἥν με ἐφ’ ἁπάντων ὑμῶν εὐθύς τε ἰδὼν εἰσεπράτ τετο καὶ οὐκ ἀνῆκεν ἐφεξῆς, ἕως ἧκον αὐτῷ συσκευασά μενος τὰ δῶρα, ἅττα ἐν ὀλίγῳ δεδύνημαι. εἰ δ’ ἵππων (5) ὑπόχρεως ἦν ἢ χρυσίου ἢ ἱματίων, πάντως ἄν με ἀφῆκεν, εὖ οἶδα, καὶ ἀπωνάμην ἂν καὶ ἐγὼ τοῦ κύκλου τῆς δε κάδος τῶν εὐδαιμόνων ἐνιαυτῶν, ὥσπερ οἱ γεωργοί. νῦν (d.) δὲ ἐκείνοις μέν που ἀφήσει οὐκ εἰς μακρὰν τὰ ἐλλείμματα, ἀφήσει δὲ καὶ ἑτέροις πολλοῖς βαρύτερα ὀφλήματα τῶν χρημάτων· τοῖς λόγοις δὲ οὐκ ἀφήσει τὸ ὄφλημα οὐδὲ χαριεῖται, ἀλλὰ καὶ φιλο-νεικήσει καὶ φιλοτιμήσεται τῇ φι λονεικίᾳ, καὶ οὐκ ἐπιστήσει ἀρχὴν τῇ εἰσπράξει ταύτῃ (5) οὐδὲ στρατιώ-την, ἀλλὰ αὐτὸς εἰσπράξεται δι’ἑαυ τοῦ καὶ αὐτὸς ἀποδέξεται, μᾶλλον δὲ αὐτὸς ἔσται τὸ ταμιεῖον καὶ

Page 4: Themistius Select Oration_Themistius_Δεκετηρικὸς

2009/10 Greco – esercitazioni

4

144. (a.) οὐκ ἀπαναλώσει τοῦδε τοῦ θησαυροῦ οὐδὲ προήσεται,

ἀλλὰ τὸ χρυσίον μὲν δαπανήσει καὶ τὸ ἀργύριον

καὶ τὰς χλαμύδας καὶ τοὺς χιτῶνας, τὰ δὲ ἐμὰ δῶρα

κατασημανεῖται καὶ περιοίσει σὺν ἑαυτῷ καὶ ᾗ ἂν μένῃ

καὶ ᾗ ἂν βαδίζῃ. καίτοι ᾤμην αὐτῷ κατακορής τε ἤδη

καὶ πλήσμιος (5) εἶναι τοσαῦτα μὲν ἐν τῇ βασιλίδι πόλει,

τοσαῦτα δὲ ἐπὶ τῷ Ἴστρῳ διειλεγμένος· ἀλλὰ γὰρ ἔοι-

κεν ὁ ἀνὴρ νίκης μὲν οὐκ εἶναι ἀκόρητος, ἀλλὰ καὶ

ἑκὼν κατατίθεσθαι, τῶν @1 δὲ φιλοσοφίας λόγων

ἀκόρητος εἶναι καὶ ῥᾷον συγχωρήσειν (b.) ἀργίαν

στρατευομένῳ ἢ φιλοσοφοῦντι σιωπήν.

Ὥρα οὖν μοι ἐκτίνειν, ὅπως ἂν δυναίμην, ἄνευ θωπείας

καὶ κολακείας. ἄλλως γὰρ ποιοῦντι οὐ συγχωρήσει τὰ

παιδικά, ἀλλὰ δυσχερανεῖ καὶ ἀχθεσθήσεται, εἰ μὴ (5)

ἐμμάρτυρα φθεγγοίμην ὁπόσα φθεγγοίμην. προκάθηται δέ,

ὡς ὁρᾶτε, ἐπ’ αὐτῷ τούτῳ καὶ ἕτοιμος εἰς τὴν

ψυχὴν καταδέχεσθαι ἃ ἐγγράφοιμι μᾶλλον ἢ τὸ κήρινον

ἐκμαγεῖον τὰ γράμματα τοῦ σιδηρίου. τῷ τοι κεῖνα μὲν (c.)

ἐξαλήλιπταί μοι πολλάκις, τῇ δὲ βασιλέως ψυχῇ ἐγκεκο-

λαμμένοι εἰσὶν οἱ τύποι καὶ παραγγέλσεις τῆς φιλοσο-

φίας, καὶ οὔτ’ ἂν ἡδονὴ αὐτοὺς ἀϊστώσειεν οὔτ’ ἂν

θυμὸς ἐπαχλύσειεν, ἀλλ’ ἀκραιφνεῖς ἐνεστήκασι

καὶ ἀεὶ ἐν ἀκμῇ πρὸς τὰ ἔργα ἃ παρηγγέλθησαν

παρωξυμμένοι. καίτοι οὐδὲ (5) αὐτοπροσώπως

ἐπαφῶνται, ἀλλὰ δι’ ἑτέρων ὀνομάτων οἷον

πορθμείων.

ἀλλ’ ὅμως ὑπὸ φιλολογίας τε καὶ φιληκοΐας

(d.) οὐ τὰ ῥήματα ἐπιζητεῖς τὰ ὁμοήθη, ἀλλὰ τὸν νοῦν

ἀγαπᾷς, ὃν τὰ ῥήματά σοι ἐξαγγέλλει, καὶ ἀπρὶξ ἔχῃ τῆς

γνώμης τῶν ὀνομάτων καὶ οὐ μεθίεσαι, ὥσπερ οἱ τῶν

καλῶν σωμάτων ἐρῶντες πρὸς μὲν τὰ ἀμφιέσματα οὐ

διαφέρονται, εἴτε Ἑλληνικὰ εἴη εἴτε χλαμύδες, τὰ σώμα

τα (5) δὲ αὐτὰ ἐξετάζουσιν ὧν ἐρῶσι.

Καὶ ἔγωγε ἐνεθυμήθην πολλάκις ὅτι οὐκ ἄλλο τί σοι

Page 5: Themistius Select Oration_Themistius_Δεκετηρικὸς

2009/10 Greco – esercitazioni

5

145. (a.) αἴτιον τῆς πολυυμνήτου φιλανθρωπίας ἢ ἡ φιλολογία

τε καὶ φιληκοΐα. τὸν γὰρ λόγων ἐρῶντα ἀνάγκη καὶ

ἀνθρώπων ἐρᾶν, ὥσπερ εἴ τις ποδώκειαν θαυμάζοι, τούτῳ

ἀνάγκη ἵππους θαυμάζειν· καὶ ὅστις ἀλκήν, τούτῳ λέοντας·

καὶ ὅστις εὐφωνίαν, τούτῳ τὰ ᾠδικώτατα τῶν ὀρνέων. @1

(5) καὶ οὖν ὁ σοφίαν τεθαυμακὼς καὶ ὑψοῦ ἐξαίρων ἀεὶ

καὶ σύνθακον ἑαυτῷ παραλαμβάνων δῆλός ἐστιν ὅτι

εἰκότως τὸ ζῷον τοῦτο ἀγαπᾷ καὶ περὶ πλείστου ποιεῖται,

ᾧ μόνῳ σοφίας ἐνέσταξε σπέρματα ὁ θεός.

(b.) Καλὰ μὲν δὴ καὶ τὰ Φιλίππου εἰς Ἀριστοτέλην καὶ τὰ

Ἀλεξάνδρου εἰς Ξενοκράτην καὶ τὰ τοῦ Σεβαστοῦ εἰς

Ἄρειον, καὶ ὅσα Τραϊανὸς εἰς Δίωνα ἐπεδείξατο, καὶ ὅσα

Τιβέριος εἰς Θρασύλον, καὶ ὁπόσα Μάρκος εἰς Σέξτον,

ἔναυλα δὲ ἔτι καὶ τὰ τοῦ Διὸς ἐπωνύμου πρὸς τὸν τηνι- (5)

καῦτα φιλοσοφοῦντα ἐν Βυζαντίῳ. ἀλλὰ πρὸς τὸν σὸν

ἔρωτα, ὦ μακάριε, ὃν φιλοσοφίας ἐρᾷς, τί ἂν εἴη σύμπαντα

ἐκεῖνα ἀπαριθμοῦντι; μὴ οὖν νεμεσήσητε πρὸς τῶν θεῶν,

(c.) εἰ μικρὸν τῷ λόγῳ τούτῳ ἐνδιατρίψαιμι. τί γὰρ ἂν καὶ

ἕτερον λόγος εὐλογώτερον ἐπαινοίη φιλολογίας;

Ἔστι μὲν οὖν, οἶμαι, ἐν ἑκάστῃ τέχνῃ καὶ ἐπιστήμῃ τὸ μέν

τι *** ἐπαληθεῦον τὴν τέχνην, τὸ δὲ ἐξαπατῶν τῷ ὀνόματι

καὶ ψευδόμενον, καὶ ἐπιὼν ἑκάστην οὐ χαλεπῶς ἐξευρή-

σεις, (5) οἷον ἰατροὺς τοὺς μὲν ὄντας, τοὺς δὲ δοκοῦντας,

καὶ γραμματιστὰς τοὺς μὲν ὄντας, τοὺς δὲ οἰομένους, καὶ

ῥήτορας τοὺς μὲν ἱκανούς, τοὺς δὲ ἄχρι τοῦ ὀνόματος.

τίς οὖν ἐπαινέτης ἰατρικῆς; ἆρ’ ὁ δι’ ἴσης σπουδῆς

ἅπαντας ἄγων τοὺς (d.) ἰατρούς <**> εἶναι ἐνομίσθη;

ἢ ὁ τὸν μὲν ἐπιστήμονα εἰσκαλῶν, τὸν δὲ ἀμαθῆ ἀπο-

κλείων; ταὐτὸ δὲ τοῦτο καὶ ἐπὶ τῶν γραμματιστῶν καὶ

τῶν ῥητόρων. ὁ μὲν τὸν ἐξαμαρτάνοντα ἐν τῇ τέχνῃ οὐδέν

τι μεῖον περιέπων τε καὶ σπουδάζων οὐ τὴν τέχνην ἀγαπᾷ,

ἀλλὰ τὸν ἄνθρωπον, ὁ δὲ μόνους (5) τοὺς εὐδοκίμους καὶ

κορυφαίους, οὗτός ἐστιν ὁ τῆς τέχνης ἐκείνης ἐραστής·

οὐδὲ γὰρ φίλιππον ἄν τις καλοίη δικαίως.

Page 6: Themistius Select Oration_Themistius_Δεκετηρικὸς

2009/10 Greco – esercitazioni

6

146.

(a.) ὅστις ἅπαντας ἵππους ἀσπάζεται παραπλησίως, ἀλλ’

ὅστις τοὺς γαύρους καὶ εὐηνίους καὶ ποδώκεις ἅμα καὶ

διαρκεῖς, οὕτω δὴ καὶ φιλόλογον καὶ φιλόσοφον τὸν

συναύξοντα τοὺς ἀρίστους τῶν λόγων καὶ προτιμῶντα.

ἢ ἔχοι τις ἂν εἰπεῖν ἐφ’ ὅτου μᾶλλον ἤνθησάν τε καὶ (5)

ἐξέλαμψαν οὗτοι οἱ λόγοι, οἵ γε συμπερινοστοῦσι τῷ βασι-

λεῖ καθάπερ συστρατιῶται, καὶ τίμιοι δι’ αὐτὸν καὶ αἰδοῖοι

οὐ Ῥωμαίοις μόνον καὶ Ἕλλησιν, ἀλλὰ καὶ βαρβάροις.

ὁ γοῦν Σκύθης ἢ Γέτης ἐκεῖνος δυνάστης, ὃν σὺ παρα-

(b.) κινήσαντα κατεπλήξω καὶ καταπτήξαντα ἀνεκαλέσω,

σὺν σοὶ περαιουμένην φιλοσοφίαν καὶ συνδιαιτῶσαν

αὐτῷ τὰς σπονδὰς καὶ τὴν εἰρήνην <***> καὶ χαλκαῖ μὲν

αὗται εἰκόνες †ἐπὶ στέατος† τοῦ μεγάλου, προεδρίαι δὲ

ἁπανταχοῦ, ἀποικίαι δὲ εἴς τε πόλεις τὰς δεομένας, καὶ

διδασκαλείων (5) προοράσεις ἐκλελοιπότων, καὶ τιμαὶ

διωλύγιοι εἰς τοὺς κριθέντας ἐπιτηδείους. μόνη δὲ ἄρα

φιλοσοφία εὐκλεεστέρους ποιεῖ τοὺς τιμῶντας τῶν τῆς

τιμῆς ἀξιουμένων. σημεῖον γὰρ εὐθὺς ἀρετῆς τὸ ἔντιμον

ποιεῖν ἀρετήν. καὶ

(c.) κυβερνήτης μὲν οὐ πάντως ὁ ἐπαινῶν τοὺς κυβερνήτας

οὐδὲ ἡνίοχος ὁ ἐπαινῶν τοὺς ἡνιόχους, ἀγαθὸν δὲ εὐθὺς

ἀνάγκη εἶναι τὸν περὶ πολλοῦ ποιούμενον τοὺς ἀγαθούς.

Ἀλλ’ ἐπανιτέον ἐπὶ τὸν λόγον τὸν ἐξ ἀρχῆς, ὅτι συνέπεται

ἀτεχνῶς τῇ φιλολογίᾳ τοῦ βασιλέως ἡ φιλανθρωπία. (5)

φιλανθρωπία δὲ καλὸν μέν που κτῆμα καὶ ἰδιώτῃ, βασιλέως

δὲ ἴδιος κόσμος καὶ ἐμπρέπων ὑπὲρ τὰς ἀρετὰς τὰς λοιπάς,

(d.) εἰς ἣν συνδεῖσθαι ἁπάσας ἐστὶν ἀναγκαῖον, ἢ μηδὲν

αὐτῶν ὄφελος εἶναι, εἰ καὶ ὑπάρχοιεν. θέα γὰρ ἑκάστην

καθ’ἑαυτὴν ἀκριβῶς οἷον νόμισμα μεταστρέφων εἰ

ἐμφαίνεται αὐτῇ ὁ βασιλικὸς χαρακτήρ, οἷον τὴν καλουμέ-

νην ἀνδρείαν. στρατιώτου γὰρ μᾶλλον ὁ ἔπαινος

οὗτος ἢ στρατηγοῦ ἢ (5) ταξιάρχου. φημὶ δὲ ἐγὼ καὶ τὴν

δικαιοσύνην καὶ τὴν σωφροσύνην, αἷς ἀγάλλεται βασιλεὺς

ὑπὲρ ἅπαντας τοὺς ἰδιώτας, διὰ τοῦτο ἀγαπητάς τε

Page 7: Themistius Select Oration_Themistius_Δεκετηρικὸς

2009/10 Greco – esercitazioni

7

147.

(a.) ἐπ’ αὐτοῦ εἶναι καὶ ἐκφανεῖς, ὅτι σύμπασαι αὗται

συννεύουσιν αὐτῷ εἰς φιλανθρωπίαν. ἄνευ δὲ ἐκείνης τὸν

λοιπὸν χορὸν τῶν ἀρετῶν ἀνθρώπου μὲν κόσμον

ἡγεῖται βασιλεύς, ἑαυτοῦ δὲ οὔπω ἀξιοῖ. οἶδε γάρ που καὶ

τὸν τοῦ ξύμπαντος ἡγεμόνα, ὅτι (5) προσευχόμενοι

αὐτῷ ἅπαντες ἄνθρωποι τὴν μὲν σωφροσύνην αὐτοῦ οὐχ

ὑμνοῦμεν οὐδὲ τὴν καρτερίαν οὐδὲ τὴν ἀνδρείαν, ἀλλ’

ἐνδεεστέρους ἡγούμεθα τοὺς ἐπαίνους τούτους καὶ ἀνθρω

πικούς, οἷον φάρμακα ἀλεξητήρια φύσεως ἀσθενοῦς πρὸς

πόνους τε καὶ ἡδονάς, καὶ ἐπιθυμίας, καὶ (10)

(b.) ὅσα ἄλλα ἐλλείμματα κατερρίζωται ἐν τοῖς ἀνθρώποις.

φιλάνθρωπον δὲ αὐτὸν καλεῖν οὐκ ὀκνοῦμεν, οὐδὲ εὐλα-

βούμεθα τὸ ῥῆμα ὡς οὐχ ἱκανόν, οὐδὲ ἀποχρῶν ἅψασθαι

καὶ θιγεῖν τῆς μακαρίας φύσεως τοῦ θεοῦ. ᾧ γὰρ συγχρῆ-

ται αὐτὸς ὀνόματι θαρραλέως πρὸς τὸν ἑαυτοῦ βασιλέα,

(5) τούτῳ ἐπίσταται εὐθαρσῶς χρωμένους καὶ πρὸς

αὐτὸν τοὺς ἀνθρώπους.

Καὶ δῆτα ἐγώ, ὦ φίλοι ἑταῖροι· ἀλλ’ ὅπως μή μου καρ-

τερεῖτε πρὸς τοὺς λίαν σοφούς· ἄλλα τε ἠγάσθην πολλά-

(c.) κις τῶν Ἀσσυρίων γραμμάτων, ἀτὰρ οὖν καὶ τοῦτο

θαυμαστῶς ἄγαμαι καὶ ἐπαινῶ· λέγει γάρ που ἐκεῖνα τὰ

γράμματα τὴν τοῦ βασιλέως καρδίαν ἐν τῇ τοῦ θεοῦ πα-

λάμῃ δορυφορεῖσθαι. πολλαχῇ οὖν ἐμοὶ δοκεῖ λέγειν κα-

λῶς καὶ μάλιστα ὅτι ἀνάγκη τὴν γνώμην αὐτοῦ ἐπ’ ἐκεῖνα

(5) ὁρμᾶν, ἐφ’ ἃ καὶ ἡ τοῦ θεοῦ παλάμη ἀκολουθήσει.

ταῦτα οὐκ ἄλλα ἐστὶν ἢ τὰ καλὰ ἔργα καὶ τὰ δίκαια

καὶ τὰ φιλάνθρωπα καὶ τὰ θεοειδῆ, ἃ ἐκεῖνος οὐ λήγει

ποτὲ ἐργαζόμενος· οὐκοῦν οὐδὲ ὅστις τῇ χειρὶ ἐκείνου

ἐνδιαιτᾶται, εἰ μὴ μέλλοι ἀπορρυήσεσθαι τοῦ φυλακτηρίου. (10) (d.) Λέγει δέ που καὶ Ὅμηρος ταὐτὸ τοῦτο ἐν βραχεῖ καὶ σαφῶς ἐν οἷς λέγει αὐτῷ ὁ τῶν Κεφαλλήνων βασιλεὺς πρός τινα τῶν θεῶν οὐδέ σε λήθω κινύμενος, (5) καὶ οὐκ ἐλάνθανεν ἄρα αὐτὸν ἅτε σοφώτατον ὄντα ὡς ἄρα ὁ ἀγαθὸς βασιλεὺς σύνοικός τέ ἐστι καὶ ὁμοδίαιτος τῷ θεῷ, καὶ ὅσα ἐκείνῳ ἐνθύμια, ταῦτα ἐννοεῖ, καὶ ὅσα ἐκείνῳ προακτά, ταῦτα ἐργάζεται, δίχα δὲ οὐ πορεύεται οὐδὲ ἀποστατεῖ. διὰ τοῦτο οὖν φησιν ὁ αὐτὸς βασιλεὺς (10) τῷ αὐτῷ θεῷ ὅτι μοι

Page 8: Themistius Select Oration_Themistius_Δεκετηρικὸς

2009/10 Greco – esercitazioni

8

148.

(a.) Ἐν πάντεσσι πόνοισι παρίστασο καί με φύλασσε.

ταῦτα οὖν Ὁμήρου πάλαι ἀκούοντες νῦν πειθόμεθα ἀληθῆ

εἶναι καὶ οὐ πλάσματα οὐδὲ κομψεύματα ἐξουσίας ποιη-

τικῆς. οὐ γὰρ ὁπωσοῦν κινούμενος λανθάνεις τὸν θεόν,

ἀλλ’οὐδὲ οἱ ἄλλοι ἄνθρωποι, ὅπως ἂν περὶ σὲ κινῶνται,

ἀπο- (5) διδράσκουσιν αὐτὸν καὶ ἐκφεύγουσι. καὶ οὐδὲ τὰ

βουλεύματα αὐτῶν, οὐδὲ τὰ ἐγχειρήματα, οὐδὲ ὅσα νοητά,

οὐδὲ ὅσα μειρακιώδη. ὥστε οὐδέν σου πραγματευομένου

οὐδὲ (b.) προορῶντος, ἅτε περιφέρων σου τὴν γνώμην τῇ

παλάμῃ, αἰσθάνεται ὀξὺ ὁ ἀκοίμητος τοῦ θεοῦ ὀφθαλμός,

οὐ τῆς διανοίας μόνον ἑκάστου, οὐδέν τι μεῖον καὶ τῆς

ἀνοίας. καὶ δῆτα ἐπ’ ἄλλα μὲν ἡ ὁρμὴ τοῦ δικαστηρίου καὶ

τῶν ἐλέγχων· τὰ δὲ αὐτόματα ἀθρόα ἐξερράγη καὶ λίαν

καταγέλαστα. (5) ἃ μὲν οὖν ἄνθρωποι ἐξευρίσκουσιν,

ἄνθρωποι καὶ τιμωρείσθων, ὧν δὲ ὁ θεὸς κατήγορός τε

καὶ μηνυτής, τούτων καὶ τὴν δίκην ἐκείνῳ ἐπιτρεπτέον.

πάντως δὲ οὐκ ἀγνοήσει τὸ μέτρον.

οὐκοῦν οὐδὲ πάλαι ἠγνόησεν ἐπὶ c.) τῶν συναραμένων τῷ

παλαμναίῳ, ἀλλ’ ἄμφω σοι διεσώσατο, καίτοι δοκοῦντα ἄ

κρατα εἶναι, φιλανθρωπίαν καὶ τιμωρίαν· οὐ γάρ, οἶμαι,

ἅπαντα δὴ ἴσης τὰ ἀδικήματα δίκης ἄξια ἐποιήσω, ἀλλὰ

πάμπολυ διαφέρειν ὑπέλαβες τὸ κακοῦργον τοῦ ἀνοήτου

καὶ τὸ δολερὸν τοῦ εὐπαραγώγου, (5) καὶ τὸ μὲν δεῖσθαι

καύσεως καὶ τομῆς, τὸ δὲ οἴκτου καὶ νουθετήσεως, καὶ

διέκρινας καὶ διεστήσω πονηρίαν γνώμης καὶ εὐκολίαν,

τῆς μὲν τὸ ἐπίβουλον ἀπεχθαίρων, τῆς δὲ τῷ εὐεξαπατήτῳ

ἐπικαμπτόμενος.

(d.) Καὶ τὴν περὶ ταῦτα διάκρισιν οὐκ ἐπὶ τῶν ἰδίων μόνον

ὁρῶμεν, ἀλλὰ καὶ ἐπὶ τῶν κοινῶν ἐπιδεικνύμενον τὸν

βασιλέα. ἐπεὶ διὰ τί Σκύθαις μὲν ξυγχωρεῖ τὴν εἰρήνην,

Περσῶν δὲ ἀφαιρεῖται; βάρβαρα μὲν γὰρ τὰ φῦλα ἄμφω

καὶ οὐκ εὐμενῆ τῇ Ῥωμαίων ἀρχῇ. ἀλλὰ τὸ μὲν θυμῶδές

(5) τε καὶ ἀνόητον, τὸ δὲ ἐπίβουλόν τε καὶ δολερόν· ὥστε

Page 9: Themistius Select Oration_Themistius_Δεκετηρικὸς

2009/10 Greco – esercitazioni

9

149.

(a.) τὸ μὲν καταπλήξας καὶ νουθετήσας ἔχει ἀκολουθοῦν

ἑαυτῷ, ὥσπερ τὸν θυμόν φησιν ὁ Πλάτων λόγῳ νουθετή-

σαντι ἕπεσθαι σύμμαχον, τὸ δὲ ἀνάγκη ἐκτεμεῖν ἢ ἐπικόψα

ι, εἰ μέλλοι μὴ διενοχλήσειν. καὶ διὰ τοῦτο ὥσπερ ἀγαθὸς

κυνηγέτης οὐκ εὐθὺς ὁρμᾷ ἐπὶ τὸ θηρίον, ἀλλ’ (5)

ἰχνηλατήσας ἔνθεν καὶ ἔνθεν καὶ τὰς κύνας παρορμήσας

καὶ τοὺς θηρευτὰς διεγείρας καὶ τὰς στάλικας εὐτρεπίσας

καὶ τὰ δίκτυα, ὡς ἂν μὴ ἐν τῇ θήρᾳ αὐτῇ εἰς τὴν παρα-

σκευὴν τῆς θήρας ταλαιπωροῖτο.

(b.) Καὶ οἱ μὲν στρατηγοὶ οὕτω χωρὶς περιστάντες ὁ μὲν

τοῦ Καυκάσου ἀποπειρᾶται, ὁ δὲ Ἀλβανῶν καὶ Ἰβήρων,

ὁ δὲ ἀνασῴζεται Ἀρμενίους, αὐτὸς δὲ τῷ Εὐφράτῃ ἐφορ-

μᾷ καὶ τῷ Τίγρητι. καὶ ἡ φλὸξ αὐτὸν ἡ ἄνωθεν οὐκ ἀνιᾷ,

οὐδὲ ὁ χαμόθεν κονιορτός, οὐδὲ καταγωγαὶ πνιγώδεις, @

(5) οὐδὲ ἄνεμοι χαλεποὶ μὲν πνέοντες, χαλεπώτεροι δὲ ἐμ-

πνέοντες ἅμα ταῖς ψάμμοις. καὶ οὐχ ὅπως αὐτὸς εἴκει οὐδὲ

ἐνδίδωσι τοσούτῳ ἀριθμῷ δυσχερείας, ἀλλὰ καὶ τὸν ἀρρω-

στήσαντα ἰᾶται καὶ τὸν πεσόντα ἀνίστησι· καὶ μεστὴ

(c.) αὐτοῦ τῆς προνοίας πᾶσα μὲν ὁπλιτῶν φάλαγξ, πᾶς δὲ

ἱππέων οὐλαμός, πᾶσα δὲ ἄγυρις τοξοτῶν. τῷ δὲ τὰ δεύ-

τερα ἄρχοντι, καίτοι ἀμαχωτάτῳ ὄντι πάντων ἀνθρώπων

καῦμά τε διενεγκεῖν καὶ πρὸς δῖψος ἀπισχυρίσασθαι καὶ

πόνου ὀλιγωρῆσαι, καὶ τὸ ἄτρυτον τὸ ἐκ τούτων πάλαι (5)

ἠσκημένῳ, ὅμως ἁλόντι ὑφ’ ὧν βασιλεὺς οὐχ ἑάλω, ὅπως

μὲν προσελιπάρησεν, ὅπως δὲ προσεκαρτέρησεν, αὐτοῦ

ἀκήκοα ἐγώ, αὐτοῦ δὲ καὶ τοῦτο ἀκήκοα ὅτι οὐδὲν θαυμα-

στόν, εἰ ἀνδρὸς οὕτω προεῖδεν, οὗ μέγα τὸ ὄφελος οἴεται

εἶναι τοῖς ὑπηκόοις. (10)

Ἀλλὰ δὴ καὶ τῶν ὑπηκόων τινὰς καὶ τῶν ῥαβδοφόρων

ἀνατετραμμένους τε καὶ ἀπαυδῶντας οὐ πρότερον παρήλ-

λαξεν ἢ ἀναστῆσαι, καὶ γέγονεν αὐτῷ οὐχ ἧττον ὠφέλιμος

τῶν ὅπλων ἡ καρτερία. οὔκουν ἁψάμενος τοῦ σιδήρου,

μόνῳ δὲ τῷ φερεπόνῳ τῆς ψυχῆς οὐκ ὀλίγην μοῖραν (15)

τῶν προσοικούντων βαρβάρων δυσπειθῆ καὶ δυσήνιον

παρεστήσατο, καὶ κατεδήσατο ἔθνους τὴν γνώμην ἀπιστο-

τέρου ὄντος τῶν πάλαι Θεσσαλῶν.

Page 10: Themistius Select Oration_Themistius_Δεκετηρικὸς

2009/10 Greco – esercitazioni

10

150.

(a.) ὥστε ἀλλήλοις μὲν ἔτι καὶ νῦν διαφέρονται,

Ῥωμαίοις δὲ συμφέρονται καὶ συμπνέουσι, καὶ τῇ μὲν

φύσει χρῶνται πρὸς ἑαυτούς, τῇ δὲ ἀνάγκῃ πρὸς βασιλέα·

ἥττηνται δὲ οὐ δόρασιν οὐδὲ όξοις οὐδὲ σφενδόναις, ἀλλ’ὃ

καὶ θαυμάσειεν ἄν τις (5) ἀκούσας, τῇ ὑπαίθρῳ καρτερίᾳ,

ᾗ ἐνδιαιτῶνται.

Τῆς δὲ τοιαύτης τοῦ βασιλικοῦ νοῦ προμηθείας καὶ

περιωπῆς οὐ τὰ μὲν μείζω μέρη αἰσθάνεται, τὰ δὲ ἥττω

οὔ, οὐδὲ τὰ μὲν ἐντιμότερα ἀπολαύει, τὰ δὲ φαυλότερα @1

(b.) οὐκ ἀξιοῦται, ἀλλ’ ὥσπερ ὁ πάμμεγας ἥλιος ἢ ὁ τοῦ

ἡλίου δημιουργὸς ἐμπνεῖ μὲν τοῖς ζῴοις τὴν ψυχήν, ἐμπνεῖ

δὲ τοῖς φυτοῖς, ἐξῆπται δὲ αὐτοῦ καὶ τὰ ἄψυχα τῶν σωμά-

των, οὕτω καὶ ὁ μέγας βασιλεὺς ἀνίστησι μὲν τὰς μείζους

πόλεις, ἀνίστησι δὲ καὶ τὰς ἐλάττους, τὰς δὲ μετάγει εἰς (5)

κάλλος, τὰς δὲ ἐξάγει εἰς μέγεθος, τὰς δὲ καὶ ἄρχειν

ποιεῖ οὐ πρόσθεν ἀρχούσας. καὶ ἴδοις ἂν ὥσπερ ὕφασμα

τὴν ἀρχὴν ἅπασαν ἅμα ἐπιδιδοῦσαν. καὶ ὥσπερ διὰ τῶν

(c.) πολυπλόκων στημόνων μιᾶς κρόκης διαφοιτώσης

ἅπαντα ὁμοῦ τὰ ποικίλματα ἐπιδίδωσι, καὶ ὁ κύων καὶ ὁ

λαγωὸς καὶ ὁ κυνηγέτης καὶ ὁ ποιμὴν καὶ τὸ πρόβατον καὶ

ὁ θάμνος καὶ ἡ βοτάνη, οὕτω καὶ τῆς βασιλέως γνώμης

μιᾶς, τῆς γῆς διὰ πάσης τεταμένης, ἐνθαδὶ μὲν ἄστυ (5)

ὀρθοῦται, ἐνθαδὶ δὲ σταθμός, ἐνθαδὶ δὲ καὶ ἐπαύλιον.

καὶ οὗ μὲν λιμὴν ἀναστομοῦται, οὗ δὲ θάλαττα ἀποκλείεται,

οὗ δὲ ποταμὸς γεφυροῦται, οὗ δὲ μεταβάλλει ὁδὸς ἐκ χαλε-

πότητος εἰς ῥᾳστώνην, τῶν πόλεων δὲ ἑκάστῃ ἢ ἐκ καινῆς

τι πρόεισιν ἢ ἐπάνεισιν ἢ συναυξάνεται.

διάκειται (10) (d.) δὲ καὶ τὰ τῆς φύσεως πάθη, καὶ τὰς

κατασεισθείσας ἤδη ὄψει ἐγηγερμένας, καὶ τὰς ἐπικλυσθεί-

σας ἤδη ἀθαλάττους, καὶ ὅσαι λιμῷ ἐπόνεσαν, ταύτας μέν

που ὁρᾷς καὶ τρυφώσας. εἶτα ἐγὼ τοσαῦτα καταλέγων

καὶ ἀριθμῶν ἐπιλήσομαι τῆς πόλεως τῆς βασιλίδος, καὶ

οὐ γέλωτα ὀφλήσω (5) δικαίως, καθάπερ οἰκίας δεσπότην,

ὅτι μὲν ταῖς θεραπαίναις εὖ χρῆται ἐπαινῶν, ὅτι δὲ καὶ τῇ

ὁμόζυγι, μὴ προσποιούμενος;

Page 11: Themistius Select Oration_Themistius_Δεκετηρικὸς

2009/10 Greco – esercitazioni

11

151.

(a.) Ὦ μάκαρ, ὦ εὔδαιμον Κωνσταντῖνε, ἆρα αἰσθάνῃ ὅτι

σοι τὴν ἐρωμένην ὁ βασιλεὺς ἀντὶ ἀψύχου ἔμπνουν ἐποίησε,

@1καὶ τῷ καλῷ σώματι ἐκείνῳ καὶ ἐρασμίῳ, ὀλιγοδρανέ-

οντι ἤδη καθ’ Ὅμηρον, ἐνέπνευσε ζωὴν οὐ προσδοκῶντι,

καὶ ἡ πόλις σοι ἀληθινῶς ἤδη πόλις καὶ οὐκέτι (5)

σκιαγραφία; σὺ δὲ ἄρα καὶ ὁ σὸς υἱὸς σοφὼ ἦστον, ζώνας

καὶ περιδέραια καὶ στρεπτοὺς καὶ ὅρμους πολλοὺς καὶ

ποικίλους ἐξευρίσκειν τε αὐτῇ καὶ δωρεῖσθαι· ὅπως δὲ

ἡ πολύχρυσος αὕτη καὶ πολυτελὴς οὐ μᾶλλον διψήσει τῶν

(b.) τὰ ῥάκια ἠμφιεσμένων ὠνήσασθε μὲν ἂν πολλοῦ καὶ

ὑμεῖς, ἄλλῳ δὲ ἄρα τὸ γέρας τοῦτο ἐφυλάττετο καὶ

ἀπέκειτο, προμηθουμένου τοῦ θεοῦ ὅπως ἂν τὸ χαριστή-

ριον τῷ βασιλεῖ μὴ δεύτερον φανείη τῆς ἁλουργίδος, ἣν

πρώτη αὐτῷ ἡ καλλίπολις ἐπερονήσατο. νῦν δὲ ἐφάμιλλα

ἀλλήλοιν (5) ἀντεσηνέγκαντο καὶ οὐ χρύσεα χαλκείων,

ἀλλ’ἰσοστάσια ἀτεχνῶς. καὶ δύσκριτον ἀποφήνασθαι ὅ

τί ποτε αὐτοῖν ἐντιμότερον. ποιηταὶ γὰρ ἑκατέρῳ ὑμῶν

συνᾴδουσι πάνυ (c.) ἔνδοξοι καὶ περιβόητοι, ὁ μὲν ἰσοδαί-

μονα τὴν βασιλείαν, ὁ δὲ ἄριστον ὕδωρ ἀποφηνάμενος.

τῇ δὲ ἁμίλλῃ ταύτῃ γέγηθέ τε καὶ ἐπαγάλλεται ὁ ἀμφοτέρων

ὑμῶν ἀρχηγέτης.

Πυνθάνομαι γοῦν αὐτὸν πολυπραγμονεῖν μεθ’ ἡδονῆς

τὸν ἀριθμὸν τῶν νυμφῶν καὶ τὴν πορείαν, ὅπως σοῦ ἐξ- (5)

ηγουμένου καὶ ὁδηγετοῦντος αἱ μὲν ἔνθεν, αἱ δὲ ἔνθεν

ἐξαναστᾶσαι ξεναγῶνται ἐπὶ τὸν Βόσπορον. καὶ τὰ μὲν

ὀνόματα Θρᾴκια καὶ ἀρρενωπά, τὸ κάλλος δὲ οἷον ἁβρό-

τατον καὶ ἡ ἀγλαΐα. καὶ λῆρον μὲν εἴποις ἂν τὴν Πειρήνην,

(d.) λῆρον δὲ τὴν Θίσβην, εἰκῆ δὲ πράγματα ἔχειν τὸν

Ἀλφειὸν ἐρῶντα τῆς Ἀρεθούσης.

Καὶ δὴ ἐγὼ Νίκας μὲν καὶ Ἔρωτας ἐπτερωμένους οὔτε

ἐν χαλκῷ οὔτε ἐν λίθῳ οὔτε ἐν χρώμασιν εἶδον, μόναις @1

δὲ ἀρεταῖς βασιλέως καὶ πτερὰ ἐνέφυσεν ὁ θεός. ὠκύτερο

(5) γοῦν καὶ νοήματος ἡμῖν ἀφικνοῦνται, καὶ οὔτε πέτραι

αὐτὰς ἀνείργουσιν οὔτε συνάγκη οὔτε ὀρῶν κορυφαὶ

ἠλιβάτων

Page 12: Themistius Select Oration_Themistius_Δεκετηρικὸς

2009/10 Greco – esercitazioni

12

152.

(a.) οὔτε κρημνοὶ ἀπορρῶγες οὔτε φάραγγες ἀφεγγεῖς,

ἀλλὰ τὰ μὲν ὑποδραμοῦσαι, τὰ δὲ περιδραμοῦσαι, τὰ δὲ

καὶ μετέωροι διαπτᾶσαι συνεφοίτησάν τε εἰς ἕνα χῶρον

καὶ ἠσπάσαντο ἀλλήλας, καὶ ἔθεντο ὁμολογίαν συμπο-

ρεύεσθαι εἰς τὸν νεὼν τὸν τῷ ὀνόματι μὲν Κωνσταντίνου,

τῷ δὲ ἔργῳ Οὐάλεντος ἤδη· τὴν γὰρ αἰτίαν ἑκάστου

ἐνδίκως οὐχ ὁ (5) ἀπαρξάμενος ἀναφέρεται, ἀλλ’ ὁ

τελειώσας. σὺ δὲ καὶ ἀπήρξω τοῦ κεφαλαίου τῆς εὐδαι-

μονίας αὐτῇ καὶ ἐτελείωσας. τὸ πρότερον δέ, ὡς ἔοικε,

ψευδώνυμος ἦν, καὶ (b.) ἐχρώμεθα τῇ τοῦ ὄλβου ἐπηγορίᾳ

κουφολογοῦντες.

ἐξ οὗ δὲ ἡ σὴ χορηγία καὶ ἡ σὴ φιλοτιμία τὰς νύμφας ἡμῖν

εἰσκαλεῖ καὶ εἰσοικίζει, οὐκ ὄλβιοι μόνον, ἀλλὰ καὶ τρισ-

όλβιοι ἤδη. καὶ δοκεῖς μὲν ἄρα Σύροις καὶ Ἀσσυρίοις

ἐπιπολεῖσθαι, τρέπεις δὲ ἐπὶ τὴν Θρᾴκην τὼ ὀφθαλμὼ (5)

συνεχῶς, καίτοι πορρωτέρω οὖσαν ἢ τῷ Ὁμήρου Διὶ τὰ

ἐπὶ τῆς Τροίας· καὶ τὰ ἐκεῖ ἔργα οὐ προσήκει σοι ἧττον

ἢ ὧν ἅπτῃ καὶ ὧν θιγγάνεις. ἀλλὰ σοὶ μὲν λιθοτομεῖ ὁ

(c.) λιθοτόμος, σοὶ δὲ μεταλλεύει ὁ μεταλλεὺς καὶ ὀρύττει

ὁ φρεωρύχος καὶ ἐπιστατεῖ ὁ ἐπιστάτης, ὥσπερ, οἶμαι, καὶ

ἐν τοῖς πολέμοις σοὶ μὲν ὁ ἀκοντιστὴς ἀκοντίζει, σοὶ δὲ

ὁ σφενδονιστὴς σφενδονᾷ, σοὶ δὲ τοξάζεται ὁ τοξότης.

καὶ οὐ μόνους φημί σοι στρατεύεσθαι τοὺς στρατιώτας,

(5) ἀλλὰ καὶ τὸν ἵππαρχόν σοι ἱππαρχεῖν καὶ τὸν

πέζαρχόν σοι πεζαρχεῖν, καὶ ὅστις τούτων ἐστὶν ὑπερτέρω,

σοι διατάττειν καὶ σοὶ ἐπάρχειν. τοῦ γὰρ σοῦ νεύματος

οἱ λοιποὶ ὥσπερ ὄργανα εἰσὶν ἐξημμένοι.

(d.) Εἶεν· τὸ δὲ δὴ περὶ φιλίαν πιστὸν τίς ἂν ἀγάσαιτο ἐπ-

αξίως καὶ οὐκ ἐπ’ ἴσης βασιλέα θαυμάσειε καὶ Ἀλέξανδρον

τὸν Φιλίππου; Ἀλεξάνδρου γὰρ τοῦ Φιλίππου πρὸς τοῖς

ἄλλοις οἷς ἐπεφύκει καλοῖς καὶ τοῦτο τῶν πάντων τὸ

κάλλιστον ἦν ἡ περὶ τοὺς φίλους πίστις καὶ βεβαιότης, (5)

καὶ ὅτι μᾶλλον εἵλετο ἂν πολεμίῳ φανῆναι δειλὸς ἢ φίλῳ

ἄπιστος καὶ ἀβέβαιος. καὶ δὴ ἠρρώστει μὲν περὶ Κιλικίαν,

Page 13: Themistius Select Oration_Themistius_Δεκετηρικὸς

2009/10 Greco – esercitazioni

13

153.

(a.) γραμμάτων δὲ αὐτῷ εἰσπεμφθέντων φυλάττεσθαι ἐκ

Φιλίππου ἐπιβουλῆς τοῦ ἰατροῦ τοῦ Ἀκαρνᾶνος, συμπεπει-

σμένου μυρίοις ταλάντοις διαφθεῖραι φαρμάκῳ Ἀλέξαν-

δρον, εἰσκαλεῖται εὐθὺς τὸν Φίλιππον καὶ ὀρέξαντι τὴν

κύλικα τοῦ φαρμάκου ἀντώρεξε τὴν ἐπιστολήν. ἔπειτα

ἄμφω θαρ- (5) ραλέως ὁ μὲν εἷλκε τοῦ ἐκπώματος, ὁ

δ’ ἐπέλεγε τὰ γεγραμμένα. ἆρά σοι δοκεῖ τὸν τοιοῦτον

σκοτίσαι ῥᾳδίως σάλπιγγος ἠχὴ καὶ ἀλαλαγμὸς ἀνδρῶν

πολλάκις μυρίων καὶ ὀξὺ χρεμετίζοντες ἵπποι, ὃν διαβολὴ

ἐπιθεμένη ἐν (b.) καιρῷ οὕτω σφαλερῷ καὶ παρὰ ἀνδρὸς

εὔνου δοκοῦντος οὐκ ἐξέστησεν οὐδ’ ἐξέπληξεν, ἀλλὰ διέ-

μενεν ἄτρωτος μᾶλλον ὑπὸ κολακείας ἢ ὑπὸ σιδήρου;

καὶ τραύματα μὲν ἐπὶ τοῦ σώματος εἶχεν ἄν σοι ἐπιδεῖξαι

Ἀλέξανδρος, ὥσπερ καὶ ὁ πατὴρ αὐτοῦ τὴν κλεῖν κατε-

αγυῖαν καὶ (5) πεπηρωμένον τὸ σκέλος, τὴν πίστιν δὲ πρὸς

τοὺς ἅπαξ νομισθέντας ἐπιτηδείους οὔτε Φίλιππος ἄν σοι

ἐπέδειξε τρωθεῖσαν οὔτε Ἀλέξανδρος, ὥσπερ οὐδὲ

Οὐάλης ναὶ μὰ Δία,

(c.) καὶ ἔχοιμ’ ἂν ἐγὼ καὶ ὀνομαστὶ ἐξειπεῖν οὔτε ἄνδρα

Φιλίππου φαυλότερον οὔτε μὴν τέχνης φαυλοτέρας, ὃν

τοῦ μώμου ὑλακτήσαντος ἑτέρῳ οὐκ εἶδεν ὀφθαλμῷ· εἶδε

μὲν οὖν εὐμενεστέρῳ καὶ δεξιωτέρῳ καὶ μᾶλλον ἢ πρόσθεν

ἐκύδηνε καὶ μᾶλλον ἐπῆρεν. (5)

Ἀλλ’, ὦ βασιλεῦ καὶ ὕπατε καὶ πάτερ ἀνθρώπων, συν-

αύξαις μὲν τὴν φιλανθρωπίαν τῷ βασιλεῖ, συναύξαις δὲ

@1 τῇ φιλανθρωπίᾳ τὸν χρόνον, ποιήσαις δὲ ἅμα καὶ τῶν

(d.) ἐτῶν πολλάκις *** τοσαύτην, παραστήσαις δὲ αὐτῷ

καὶ παῖδας συνάρχοντας ἤδη ἐγγενεῖς καὶ αὐτοὺς ἀμφιθα-

λεῖς, ἀμφιδεξίους, θρέμματα ἐσόμενα Πλάτωνος καὶ

Ἀριστοτέλους, πατρῷα παραδείγματα ἕξοντας εὐηθείας

καὶ εὐμενείας. πρὸς οὓς οὐκέτι μυθολογήσομεν οὔτε

Φίλιππον (5) οὔτε Ἀλέξανδρον, ἀλλὰ τὰ σὰ ἔργα αὐτοῖς

ἀποχρήσει καὶ οἱ σοὶ λόγοι καὶ ὁπόσοις σὺ ἀφῆκας ὀργὴν

καὶ ὁπόσοις οὐκ ἐλπίζουσι συνεχώρησας, καὶ τῷ μειρακίῳ,

ὅτι μειράκιον ἦν, καὶ τῷ ἀνοήτῳ, ὅτι ἀνόητος ἦν, καὶ τῷ

εὐχερεῖ,

Page 14: Themistius Select Oration_Themistius_Δεκετηρικὸς

2009/10 Greco – esercitazioni

14

154.

(a.) ὅτι οὐδὲ τούτου ἡ γνώμη εἱστήκει. καὶ ὄψονται αὐ-

τοὺς τοὺς ἄνδρας καὶ ἀκούσονται αὐτῶν ἐκείνων ὅτι τὸ

μὲν ἐφ’ ἑαυτοῖς καὶ τοῖς νόμοις φροῦδοι ἂν ἦσαν, τὸ δὲ

ἐπὶ βασιλεῖ διεσώθησαν καὶ ἐφυλάχθησαν. δικαστοῦ μὲν

γάρ, οἶμαι, ἔργον ἐστὶ πάντως τῷ νόμῳ ἀκολουθῆσαι, (5)

τὸν δὲ ἀληθινὸν βασιλέα καὶ τοῦ νόμου ἄρχειν προσήκει

καὶ πραΰνειν αὑτοῦ τὸν θυμόν ἐστιν, ὥσπερ κυνὸς γεν-

ναίου νομέα, οἵους τοὺς Ἰνδοὺς κύνας φασί. κύων Ἰνδὸς

(b.) λέοντι μὲν ἐπέξεισι καὶ παρδάλει, λύκους δὲ παρορᾷ

καὶ ἀλώπεκας.

Use of TLG materials is subject to the TLG License Agreement. TLG® is a registered trademark of The Regents of the University of California.