ΝΟΕΜΒΡΙΟΣ 26!! ΟΣΙΟΣ ΝΙΚΩΝ ΜΕΤΑΝΟΕΙΤΕ ΑΚΟΛΟΥΘΙΑ ·...

30
[1] ΝΟΕΜΒΡΙΟΣ 26!! ΟΣΙΟΣ ΝΙΚΩΝ ΜΕΤΑΝΟΕΙΤΕ ΑΚΟΛΟΥΘΙΑ ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ὁσίου Νίκωνος. Ἦχος πλ. β'. Ὅλην ἀποθέμενοι. Ὕψωσαν τὸ σῶμά σου, πόνοι καὶ πόνων οἱ τρόποι, καὶ τῶν τρόπων ἔλλαμψις, ἡ τῷ θείῳ Πνεύματι ἀπαστράπτουσα, ὑπὲρ νοῦν ἅπαντα, τῇ ἰσχὺϊ ηὔγασε· θαυμαστῶς ἐμεγαλύνθη γάρ, ἡ θήκη νάματα, βλύζουσα πιστοῖς, ξένον θέαμα! πῶς τάφος οὐκ ἐπέδησεν, ἢ λίθος κατέσχε τὴν δύναμιν, ἀλλ' ὡς καὶ πρὸ τέλους, μετάνοιαν ἐκραύγαζες ἡμῖν, ὡσαύτως νῦν πρὸς ἐπίγνωσιν, ἕλκεις μετὰ θάνατον. Δεῦτε προσκυνήσωμεν, λαὸς ἐν οἴκῳ Κυρίου, ὅπου τὸ πανάγιον, σκῆνος τεθησαύρισται τοῦ Παμμάκαρος· ᾧ τερπνοῖς ᾄσμασι, καὶ φαιδραῖς λαμπάσι, λιτανεύοντες βοήσωμεν· Ἅγιε πρόφθασον, καὶ τοὺς ἐν ἀνάγκαις ἐλέησον, καὶ κλύδωνος ἐξάρπασον, καὶ τῆς καταιγίδος τῶν θλίψεων, ἵνα τὴν τερπνήν σου, καὶ πάντιμον δοξάζωμεν σορόν, καὶ τὴν εἰκόνα σεβώμεθα, μύρον ἀναβλύζουσαν.

Transcript of ΝΟΕΜΒΡΙΟΣ 26!! ΟΣΙΟΣ ΝΙΚΩΝ ΜΕΤΑΝΟΕΙΤΕ ΑΚΟΛΟΥΘΙΑ ·...

  • [1]

    ΝΟΕΜΒΡΙΟΣ 26!! ΟΣΙΟΣ ΝΙΚΩΝ

    ΜΕΤΑΝΟΕΙΤΕ ΑΚΟΛΟΥΘΙΑ

    ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

    Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό·

    Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν

    Στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ

    Ὁσίου Νίκωνος. Ἦχος πλ. β'. Ὅλην ἀποθέμενοι.

    Ὕψωσαν τὸ σῶμά σου, πόνοι καὶ πόνων οἱ τρόποι,

    καὶ τῶν τρόπων ἔλλαμψις, ἡ τῷ θείῳ Πνεύματι

    ἀπαστράπτουσα, ὑπὲρ νοῦν ἅπαντα, τῇ ἰσχὺϊ ηὔγασε·

    θαυμαστῶς ἐμεγαλύνθη γάρ, ἡ θήκη νάματα,

    βλύζουσα πιστοῖς, ξένον θέαμα! πῶς τάφος οὐκ

    ἐπέδησεν, ἢ λίθος κατέσχε τὴν δύναμιν, ἀλλ' ὡς καὶ

    πρὸ τέλους, μετάνοιαν ἐκραύγαζες ἡμῖν, ὡσαύτως νῦν

    πρὸς ἐπίγνωσιν, ἕλκεις μετὰ θάνατον.

    Δεῦτε προσκυνήσωμεν, λαὸς ἐν οἴκῳ Κυρίου, ὅπου τὸ

    πανάγιον, σκῆνος τεθησαύρισται τοῦ Παμμάκαρος· ᾧ

    τερπνοῖς ᾄσμασι, καὶ φαιδραῖς λαμπάσι, λιτανεύοντες

    βοήσωμεν· Ἅγιε πρόφθασον, καὶ τοὺς ἐν ἀνάγκαις

    ἐλέησον, καὶ κλύδωνος ἐξάρπασον, καὶ τῆς καταιγίδος

    τῶν θλίψεων, ἵνα τὴν τερπνήν σου, καὶ πάντιμον

    δοξάζωμεν σορόν, καὶ τὴν εἰκόνα σεβώμεθα, μύρον

    ἀναβλύζουσαν.

  • [2]

    Πλοῦτον ἀναφαίρετον, ἔχει σε πόλις Λακώνων,

    Μάκαρ ἀξιάγαστε, φαειναῖς αὐγάζοντα ταῖς

    λαμπρότησιν· ᾗ καὶ νῦν βράβευσον, τὴν εἰρήνην Νίκων,

    καὶ τροπαίων αὐτήν ἔμπλησον, ἐχθρῶν τὴν ἔπαρσιν,

    καὶ παρεμβολὰς κάμψας βέλεσι, σῶν Πρεσβειῶν Πατὴρ

    ἡμῶν, καὶ τῆς συμπαθοῦς μεταδόσεως, πλῆσον τὰς

    καρδίας, ἡμῶν τῶν ἀνυμνούντων σε πιστῶς, ἐν

    παῤῥησίᾳ δεόμενος, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

    Ἕτερα. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

    Ὅτε, ἐπινεύσει θεϊκῇ, κόσμου τὴν τερπνότητα Πάτερ,

    χαίρων ἐξέφυγες, τότε προετίμησας τῆς εὐρυχώρου

    ὁδοῦ, τὴν στενὴν καὶ ἐπίπονον, καὶ λίαν τραχεῖαν· ὅθεν

    φροντιστήριον ψυχῶν κατέλαβες, θεῖον ἐνδυσάμενος

    σχῆμα, τῇ ἀποφυγῇ καὶ γυμνώσει, πάντων τῶν παθῶν

    θεομακάριστε.

    Ἵνα, θησαυρὸν ἐν οὐρανῷ, στέφανον ἀμάραντον

    δόξης, τρυφήν τε ἄληκτον, εὕρῃς ἐγκατέλιπες πατρίδα

    γένος στοργήν, γεννητόρων μακάριε, καὶ δόξαν καὶ

    πᾶσαν, ἄλλην ἡδυπάθειαν, ἄρας ἐπ’ ὤμων σου, Πάτερ,

    τὸν Σταυρὸν τοῦ Σωτῆρος, καὶ σαρκὸς τὰ πάθη

    νεκρώσας, ἄγγελος καθάπερ ἐβίωσας.

    Ὥσπερ, φαεινότατος ἀστήρ, ἐξ ἑώας Πάτερ

    ἐκλάμψας, πρὸς δύσιν ἔσπευσας, πάντας πρὸς

    μετάνοιαν, ποδηγετῶν τοὺς λαούς, τῷ φωτὶ τοῦ

    κηρύγματος, καὶ πόλει Λακώνων, χαίρων τῷ Σωτῆρί

    Σου ναὸν ἀνήγειρας· ἔνθα, καὶ τὸν βίον τελέσας, πρὸς

    τὰς αἰωνίους σκηνώσεις, Νίκων θεοφόρε μεταβέβηκας.

    Δόξα. Ἦχος πλ. δ΄.

  • [3]

    Ὡς θεόσδοτον τάλαντον, τὴν ἐν ἀσκήσει μετάνοιαν,

    Πάτερ θεοφόρε Νίκων κτησάμενος, ταύτην καλῶς

    ἐπαυξῆσαι ἐσπούδασας· ὅθεν, καὶ αὐξήσας αὐτὴν

    πολυτελῶς, ἐπώνυμον φερωνύμως ἔσχες, ὃ λέγεται.

    Καὶ παρὰ Κυρίου ἀκούεις, ὡς ἡ ἐπαγγελία· εὖ δοῦλε

    ἀγαθὲ καὶ πιστέ, εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου Σου.

    Καὶ νῦν. Θεοτοκίον

    Ὁ Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς

    γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη∙ ἐκ

    Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ

    ταύτης προελθὼν μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός,

    διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν∙ διὸ τέλειον

    αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς

    κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν

    ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

    Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας

    καὶ τὰ Ἀναγνώσματα.

    Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3, 1-9).

    Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται

    αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων

    τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ

    ἀφ’ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ

    γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν

    ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα

    εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ

    εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ

    ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας

  • [4]

    προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν

    ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ

    διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν,

    καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας· οἱ

    πεποιθότες ἐπ’ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ

    πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ

    ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς

    ἐκλεκτοῖς αὐτοῦ.

    Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 5, 15-23

    κ 6, 1-3).

    Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς

    αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο

    λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα

    τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ

    σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν.

    Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὀπλοποιήσει

    τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα

    δικαιοσύνην καὶ περιθήσεται κόρυθα, κρίσιν

    ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον,

    ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαῖαν,

    συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας.

    Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ

    εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ

    ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι.

    Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ

    συγκλύσουσιν ἀποτόμως· ἀντιστήσεται αὐτοῖς πνεῦμα

    δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ

    ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία

    περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, βασιλεῖς,

    καὶ σύνετε· μάθετε, δικασταὶ περάτων γῆς· ἐνωτίσασθε,

    οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις

  • [5]

    ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ

    δυναστεία παρὰ Ὑψίστου.

    Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 4, 7-15).

    Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται.

    Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν

    μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ

    ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ

    γενόμενος ἠγαπήθη· καὶ μεταξὺ ἁμαρτωλῶν μετετέθη.

    Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος

    ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος

    ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει

    νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους

    μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο

    ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ

    νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον· ὅτι

    χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν

    τοῖς ἐκλεκτοῖς αὐτοῦ.

    Λιτή. Ἦχος β΄.

    Ἀρνησάμενος κόσμον, καὶ τοῦ κόσμου Ὅσιε, καὶ τὸν

    Σταυρὸν τοῦ Σωτῆρος, ἐπ’ ὤμων ἀράμενος,

    ἠκολούθησας Αὐτῷ, τῆς στενῆς ὁδοῦ καὶ τεθλιμμένης,

    ἀκλινὴς ὁδοιπόρος γενόμενος. Καὶ νῦν, ζωῆς αἰωνίου

    τετυχηκώς, τῷ ζωοδότῃ Χριστῷ παριστάμενος,

    πρέσβευε ὑπὲρ ἡμῶν, τῶν τιμώντων τὴν μνήμην σου,

    Νίκων Πατὴρ ἡμῶν.

    Ὁ αὐτός.

    Ὥσπερ τὸ πάλαι, τοῖς λαοῖς τὴν ὁδὸν τῆς μετανοίας,

    ἔργοις τε καὶ λόγοις ὑπεδείκνυς, Νίκων Πατὴρ ἡμῶν,

    οὕτω καὶ νῦν, τοῖς ὑμνηταῖς σου νοερῶς ἐφιστάμενος,

  • [6]

    λύτρωσαι πάντας ἡμᾶς ἐκ τῶν παγίδων τοῦ

    βροτοκτόνου, διὰ μετανοίας, πρὸς ζωὴν τὴν αἰώνιον

    χειραγωγῶν, ταῖς εὐχαῖς σου πρὸς Κύριον.

    Ὁ αὐτός.

    Ξένην ζωήν, καὶ ξένον τρόπον ἐπιτηδεύσας, πλοῦτον

    καὶ δόξαν καὶ φίλτρον γονέων κατέλιπες, καὶ τῷ

    Χριστῷ ἠκολούθησας, πόλεις καὶ τόπους συνεχῶς

    διαμείβων, μακάριε, οὐκ ἔχομεν ὧδε, βοῶν μετὰ τοῦ

    Παύλου, μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν

    ἐπιζητοῦμεν.

    Δόξα. Ἦχος πλ. α΄.

    Τῇ νῦν πανηγύρει συνδράμωμεν οἱ πιστοί.

    Προτίθεται γὰρ ἡμῖν πνευματικὴ τράπεζα, καὶ κρατὴρ

    μυστικός, ἐξ ἡδέων ἐδεσμάτων, καὶ εὐφροσύνης

    πλήρης, ἡ μνήμη τοῦ θεοφόρου Πατρός. Οὗτος γάρ, ὁ

    καρτερόφρων, οὐδὲν προτιμήσας τῆς τοῦ Κυρίου

    ἀγάπης, τὰ πάντα κατέλιπε. Καὶ τοῦ Προδρόμου

    μιμητὴς γενόμενος, πρὸς μετάνοιαν τοὺς πάντας

    παρακαλῶν, ἐκραύγαζεν· Μετανοεῖτε, ἤγγικε γὰρ ἡ

    Βασιλεία τῶν Οὐρανῶν.

    Καὶ νῦν. Θεοτοκίον

    Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ

    Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου

    Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν

    ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι

    θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ.

    Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν

    κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς

    ἡμῶν.

  • [7]

    Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

    Χαίρων, τὸ τοῦ Κυρίου χρηστόν, ζυγὸν ἐπ’ ὤμων

    ἀναθέμενος Ὅσιε, πατρίδα πλοῦτον καὶ δόξαν, καὶ

    γεννητόρων στοργήν, καὶ σαὐτὸν ἠρνήσω

    παμμακάριστε. Διὸ κατηξίωσαι, κατοικεῖν

    εὐφραινόμενος, τὴν πρωτοτόκων, Ἐκκλησίαν

    θεώμενος, τοῦ Δεσπότου σου, καλλονὴν τὴν

    ἀνέκφραστον. Μέμνησο τῶν τιμώντων σου, τὴν

    μνήμην ἀοίδιμε, Νίκων Ὁσίων τὸ κλέος, ταῖς σαῖς

    πρεσβείαις ῥυόμενος, ἡμᾶς πάσης νόσου, καὶ κινδύνων

    καὶ παντοίων, δεινῶν καὶ θλίψεων.

    Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου

    Αὐτοῦ.

    Ζῆλον, τὸν τοῦ Προδρόμου τῇ σῇ, ψυχῇ προθύμως

    ἐσχηκὼς Νίκων Ὅσιε, ἐβόας μετανοεῖτε,

    καρποφοροῦντες πιστοί, ἔργα μετανοίας ὄντα ἄξια,

    κηρύττων προέτρεπες, τοὺς λαοὺς εἰς ὑπόμνησιν, τῶν

    ἐπταισμένων, καὶ πρὸς βίου διόρθωσιν, ἐφ’ οἷς

    ἥμαρτον, ἱλεοῦντες τὸν Κύριον. Τοῦτον καὶ νῦν

    δεόμεθα, δυσώπει πρεσβείαις σου, ὁδοὺς ἡμᾶς

    ὑποδεῖξαι, τῆς μετανοίας ἐν πίστει τε, καὶ πόθῳ

    τελοῦσι, σοῦ τὴν θείαν καὶ φωσφόρον, Πάτερ

    πανήγυριν.

    Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

    Δεῦτε, Λακεδαιμόνων πληθύς, οἱ ἐν ταῖς πόλεσι καὶ

    κώμαις ἀθροίσθητε, συστῆσαι λαμπροφοροῦντες, ἐν τῷ

    πανσέπτῳ ναῷ, Νίκωνος τοῦ θείου καὶ παμμάκαρος,

    πανήγυριν μέλποντες, πρὸς αὐτὸν χαριστήρια· χαίροις

    ὁ μέγας ἀντιλήποτωρ καὶ πρόμαχος, τῶν τιμώντων

  • [8]

    σου, τὴν σεβάσμιον κοίμησιν. Νίκων ἀειμακάριστε, τὴν

    πόλιν σου φύλαττε, ἣν ἐκ πασῶν ᾑρετήσω, ἐν ᾗ καὶ

    πόνων κατάπαυσιν, τῶν σῶν ἔθου Πάτερ, μεταβὰς

    πρὸς Ὃν ἐπόθεις, Χριστὸν ἀοίδιμε.

    Δόξα. Ἦχος πλ. δ΄.

    Χαῖρε καὶ εὐφραίνου, πόλις ἡ Λακεδαίμων, τοιοῦτον

    πολιοῦχον ἐκ Θεοῦ κληρωσαμένη, τὸν τῆς νίκης

    φερώνυμον, Νίκωνα τὸν ἐν θαύμασι μέγιστον, τῶν

    δαιμόνων ἐλαύνοντα φάλαγγας, καὶ νόσων παντοίων

    ἐξαιρούμενον. Αὐτὸν καὶ ἡμεῖς μεσίτην προσάγοντες,

    αἰτοῦμεν δυσωπεῖν τὸν Χριστόν, σωθῆναι τὰς ψυχὰς

    ἡμῶν.

    Καὶ νῦν. Θεοτοκίον

    Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως

    συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν

    οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι

    χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς

    ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας

    ἡμᾶς.

    Νῦν ἀπολύεις. Τρισάγιον.

    Ἀπολυτίκιον. Ἦχος γ'. Θείας πίστεως.

    Χαίρει ἔχουσα ἡ Λακεδαίμων, θείαν λάρνακα, τῶν

    σῶν λειψάνων, ἀναβρύουσαν πηγὰς τῶν ἰάσεων, καὶ

    διασῴζουσαν πάντας ἐκ θλίψεων, τοὺς σοὶ

    προστρέχοντας Πάτερ ἐκ πίστεως, Νίκων Ὅσιε,

    Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα

    ἔλεος.

    Δόξα... Καὶ νῦν... Θεοτοκίον

  • [9]

    Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους

    ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε∙ ἐν τῇ σαρκὶ γὰρ

    τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ

    διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς,

    ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

    Ἀπόλυσις.

  • [10]

    ΟΡΘΡΟΣ

    Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ’.

    Ἐπεφάνης σήμερον.

    Ὡς ἀστὴρ ἐξέλαμψας, ἐκ τῆς ἑώας, καὶ τὸν κόσμον

    ηὔγασας, ταῖς φαειναῖς σου διδαχαῖς, Νίκων Ὁσίων

    ἀγλάϊσμα, τῆς μετανοίας δᾳδοῦχε φαεινότατε.

    Δόξα. Καὶ νῦν. Θεοτοκίον.

    Ἐπελεύσει Πνεύματος, τοῦ Παναγίου, τοῦ Πατρὸς τὸ

    σύνθρονον, καὶ ὁμοούσιον φωνῇ, ἁγνὴ Ἀγγέλου

    συνέλαβες, Θεοκυῆτορ, Ἀδὰμ ἡ ἀνάκλησις.

    Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν

    συνάναρχον Λόγον.

    Τὰς φροντίδας τοῦ βίου ἀπαρνησάμενος, καὶ

    Ἀγγέλων τὸν βίον ἀναλαβόμενος, ἐγκρατείᾳ τὴν

    ψυχὴν κατελάμπρυνας, καὶ θαυμάτων ἐκ Θεοῦ, χάριν

    ἐδέξω δαψιλῶς, Νίκων Πατέρων τὸ κλέος, ὑπὲρ ἡμῶν

    ἱκετεύων, τῶν εὐσεβῶς εὐφημούντων σε.

    Δόξα. Καὶ νῦν. Θεοτοκίον.

    Τὴν ταχεῖάν σου σκέπην καὶ τὴν βοήθειαν, καὶ τὸ

    ἔλεος δεῖξον ἐπὶ τὸν δοῦλόν σου, καὶ τὰ κύματα Ἁγνὴ

    καταπράϋνον, τῶν ματαίων λογισμῶν, καὶ τὴν

    πεσοῦσάν μου ψυχήν, ἀνάστησον Θεοτόκε. Οἶδα γὰρ

    οἶδα Παρθένε, ὅτι ἰσχύεις ὅσα καὶ βούλεσαι.

    Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν

    Σοφίαν καὶ Λόγον.

  • [11]

    Τὴν πτωχείαν τὴν ὄντως τοῦ δι’ ἡμᾶς, ἐκ Παρθένου

    τεχθέντος ἀναλαβών, τὸν πλοῦτον κατέλιπες, καὶ τὴν

    δόξαν θεόληπτε, τὴν τῶν τεκόντων σχέσιν, καὶ ξένος

    γενόμενος, τῶν ἐν κόσμῳ πάντων, ἀγάπῃ τῇ κρείττονι,

    τόπους διαμείβων, καὶ Προδρόμου τὸν ζῆλον,

    μιμούμενος Ὅσιε, ἀνεβόας μετάνοια, τοῖς λαοῖς ὡς ἂν

    ἔχοιεν, ἑτοίμως ὑπαντῆσαι Χριστῷ, τῷ Σωτῆρι δόξαν

    τὴν οὐράνιον, τοῖς πιστῶς μεταγνοῦσι πλουσίως

    παρέχοντι.

    Δόξα. Καὶ νῦν. Θεοτοκίον.

    Τὴν ψυχήν μου Παρθένε τὴν ταπεινήν, τὴν ἐν ζάλῃ

    τοῦ βίου τῶν πειρασμῶν, νῦν ὡς ἀκυβέρνητον,

    ποντουμένην Πανάμωμε, ἁμαρτιῶν τε φόρτῳ

    φανεῖσαν ὑπέραντλον, καὶ εἰς πυθμένα ᾅδου πεσεῖν

    κινδυνεύουσαν, φθάσον Θεοτόκε, τῇ θερμῇ Σου

    πρεσβείᾳ, καὶ σῶσον παρέχουσα, τὸν λιμένα τὸν

    εὔδιον, ἵνα πίστει κραυγάζω Σοι· Πρέσβευε Χριστῷ τῷ

    Θεῷ, τῶν πταισμάτων δοῦναί μοι τὴν ἄφεσιν· Σὲ γὰρ

    ἔχω ἐλπίδα ὁ δοῦλός Σου.

    Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

    Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ

    Ὁσίου Αὐτοῦ.

    Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

    Εὐαγγέλιον, Ὁσιακόν.

    Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...

    Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

    Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...

  • [12]

    Ἀρνησάμενος κόσμον, καὶ τοῦ κόσμου Ὅσιε, καὶ τὸν

    Σταυρὸν τοῦ Σωτῆρος, ἐπ’ ὤμων ἀράμενος,

    ἠκολούθησας Αὐτῷ, τῆς στενῆς ὁδοῦ καὶ τεθλιμμένης,

    ἀκλινὴς ὁδοιπόρος γενόμενος. Καὶ νῦν, ζωῆς αἰωνίου

    τετυχηκώς, τῷ ζωοδότῃ Χριστῷ παριστάμενος,

    πρέσβευε ὑπὲρ ἡμῶν, τῶν τιμώντων τὴν μνήμην σου,

    Νίκων Πατὴρ ἡμῶν.

    Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ὁσίου.

    ᾨδὴ α'. Ἦχος πλ. δ' Ἁρματηλάτην Φαραὼ ἐβύθισε

    Τῇ τρισηλίῳ λαμπηδόνι πάνσοφε, καταλαμπόμενος,

    τὰ τῆς ψυχῆς νέφη, τῆς ἐμῆς διάλυσον, τὸν νοῦν μου

    φωταγώγησον, καὶ τὰ χείλη πρὸς ὕμνον, τῶν σῶν

    ἀγώνων διάνοιξον, Νίκων θεοφόρε πρεσβείαις σου.

    Τῆς οὐρανίου πατριὰς τῷ ἔρωτι, κατασχεθεὶς τὴν

    ψυχήν, καὶ τὰ ἐκεῖ κάλλη, καὶ τὴν διαμένουσαν,

    ἐπιποθήσας εὔκλειαν, ἐπιγείου πατρίδος, καὶ

    γεννητόρων ἐμάκρυνας, Νίκων σεαυτὸν παναοίδιμε.

    Τόπον ἐκ τόπου διαμείβων πέφευγας, τὰ

    παρατρέχοντα, τὴν κοσμικὴν σχέσιν, ταῖς

    ἀποχωρήσεσι, σαφῶς ἀποκρουόμενος, καὶ μηδὲν τῶν

    προσύλων, τὸ εὐγενὲς ἐνυβρίσαι σου, μάκαρ τῆς ψυχῆς

    ἀνασχόμενος.

    Θεοτοκίον

    Δεδοξασμένα περὶ σοῦ λελάληνται, ἐν γενεαῖς

    γενεῶν, ἡ τὸν Θεὸν Λόγον, ἐν γαστρὶ χωρήσασα, ἁγνὴ

    δὲ διαμείνασα, Θεοτόκε Μαρία· διὸ σε πάντες

    γεραίρομεν, τήν μετὰ Θεὸν προστασίαν ἡμῶν.

    ᾨδὴ γ'. Οὐρανίας ἁψῖδος

  • [13]

    Τῶν δακρύων τοῖς ῥείθροις τὴν τῶν παθῶν ἔσβεσας,

    φλόγα καὶ πηγὰς διδαγμάτων, Νίκων ἀνέβλυσας,

    σκεῦος γενόμενον, χωρητικὸν χαρισμάτων, τοῦ Ἁγίου

    Πνεύματος, θεομακάριστε.

    Ἐξ Ἑῴας εἰς Δύσιν, διαδραμὼν ἅπαντας, τῷ τῆς

    μετανοίας κηρύγματι κατεπύρσευσα· ὅθεν

    κατάλληλον, τῇ πράξει εὗρες τὴν κλῆσιν, μετανοίας

    Ὅσιε, δειχθεὶς φερώνυμος.

    Τοῦ Προδρόμου τὸν ζῆλον, ἐν τῇ ψυχῇ θέμενος,

    Πάτερ τὴν δευτέραν ἐν κόσμῳ, Χριστοῦ ἐμφάνειαν

    προανεκήρυττες, καὶ μετανοίας ἀξίους, ἐκ καρδίας

    ἔλεγες, καρπούς ποιήσατε.

    Θεοτοκίον

    Χαῖρε μόνη τεκοῦσα, τὸν τοῦ παντὸς Κύριον, Χαῖρε

    τὴν ζωὴν τοῖς ἀνθρώποις ἡ προξενήσασα· Χαῖρε

    κατάσκιον, καὶ ἀλατόμητον Ὄρος. Τῶν πιστῶν τὸ

    στήριγμα, χαῖρε Πανάμωμε.

    Κάθισμα. Ἦχος α' Τὸν τάφον σου Σωτήρ.

    Τὸν ζῆλον τὸν σεπτόν, Βαπτιστοῦ ἐμιμήσω, καὶ

    κόσμῳ τὴν φρικτήν, καὶ δευτέραν τοῦ Κτίστου,

    ἐμφάνειαν ἐκήρυττες, καὶ τοῖς πᾶσιν ἐκραύγαζες· Νῦν

    ποιήσατε, καρποὺς ἀξίους Κυρίῳ, μετανοίας τε, ἀπὸ

    καρδίας τελείας, Πατὴρ ἡμῶν Ὅσιε.

    Δόξα. Καὶ νῦν. Θεοτοκίον

    Κυβέρνησον Ἁγνή, τὴν ἀθλίαν ψυχήν μου, καὶ

    οἴκτειρον αὐτήν, ὑπὸ πλήθους πταισμάτων, βυθῷ

    ὀλισθαίνουσαν, ἀπωλείαις πανάμωμε, καὶ ἐν ὥρᾳ με,

  • [14]

    τῇ φοβερᾷ τοῦ θανάτου, ἐλευθέρωσον, κατηγορούντων

    δαιμόνων, φρικτῆς ἀποφάσεως.

    ᾨδὴ δ'. Εἰσακήκοα Κύριε.

    Ἀληθῶς ἐφιέμενος, γνώσεως Μακάριε, πρᾶξιν

    τέθεικας, θεωρίας σου ἐπίβασιν, τοὺς Ἑλλήνων λήρους

    παρωσάμενος.

    Τῆς καρδίας τὰ ὄμματα, πράξεσιν ἐνθέοις

    προκαθηράμενος, προεμήνυες τὰ μέλλοντα, ὀπτικὴν

    διάνοιαν προσκτησάμενος.

    Τῆς ἁγνείας τῷ ἔρωτι, τὴν ψυχὴν τρωθεὶς θερμῶς

    ἠκολούθησας, τῷ Χριστῷ καὶ εἰσελήλυθας, εἰς

    νυμφῶνα δόξης παμμακάριστε.

    Θεοτοκίον

    Ἱλασμὸν ἡμῖν δώρησαι, τῶν ἀγνοημάτων ὡς

    ἀναμάρτητος, καὶ εἰρήνευσον τὸν κόσμον σου, ὁ Θεὸς

    πρεσβείαις τῆς Τεκούσης σε.

    ᾨδὴ ε'. Ὀρθρίζοντες βοῶμέν σοι

    Ἡ πόλις Λακεδαίμων ἐκτήσατο, σὲ προστάτην καὶ

    μεσίτην Ὅσιε, πρὸς τὸν Θεὸν ἀκαταίσχυντον.

    Πληγέντα τὸν εἰς σὲ παροινήσαντα, θεηλάτως, ταῖς

    εὐχαῖς ἀνέῤῥωσας, καὶ σὲ τιμᾶν παρεσκεύασας.

    Ναὸν πανευκλεῆ ἀνεστήλωσας, τῷ Σωτῆρι, ναὸς ζῶν

    καὶ ἔμψυχος, προχρηματίσας θεσπέσιε.

    Θεοτοκίον

  • [15]

    Ζωὴν ἡμῖν ἐβλάστησας ἄχραντε, Θεοτόκε, τὸν

    Κτίστην καὶ Κύριον, ζωοποιοῦντα τὰ σύμπαντα.

    ᾨδὴ ς'. Ἱλάσθητί μοι Σωτήρ

    Ἐδόξασέ σε Θεός, ὁ δοξασθείς σου τοῖς μέλεσιν, ἐν

    τέρασι θαυμαστοῖς· διὸ καὶ τῷ κίονι, ὅπως χρηματίσῃ

    σοι, ἐν τῷ θείῳ οἴκῳ, τὸ ἐλλεῖπον ἀνεπλήρωσας.

    Ὡς ἄλλον σε Μωϋσῆν, ἡ Λακεδαίμων ἐγνώρισε, τὴν

    Αἴγυπτον τῶν παθῶν, πιέζοντα μάστιξιν, ἐνθέοις

    διδάγμασι, τοῖς τῆς μετανοίας, καὶ κακίας

    ἐξαιρούμενον.

    Ὡς πρώην οὕτω καὶ νῦν, βοᾷ σοι Νίκων μακάριε, ἡ

    Λακεδαίμων ἡ σή, λύτρωσαί με δέομαι, πάσης

    παραβάσεως, μετανοίας Πάτερ, τὰς ὁδοὺς

    ὑποδεικνύνων μοι.

    Θεοτοκίον

    Ῥυσθείημεν τῶν δεινῶν, πταισμάτων ταῖς ἱκεσίαις

    σου, Θεογεννῆτορ ἁγνή, καὶ τύχοιμεν πάναγνε, τῆς

    θείας ἐλλάμψεως, τοῦ ἐκ σοῦ ἀφράστως, σαρκωθέντος

    Υἱοῦ τοῦ Θεοῦ.

    Κοντάκιον. Ἦχος πλ. β'. Τὴν ὑπὲρ ἡμῶν

    πληρώσας

    Τὴν Ἀγγελικὴν μιμούμενος πολιτείαν, κόσμου τὰ

    τερπνὰ ὡς σκύβαλα ἐλογίσω, μετανοίας τὴν τρίβον

    δεικνύων ἡμῖν, θεοφόρε Νίκων Ὅσιε· διὰ τοῦτό σε

    γεραίρομεν, ἐκτελοῦντες νῦν τὴν μνήμην σου·

    ὑπάρχεις γὰρ ἀληθῶς, ἰαμάτων πηγή.

  • [16]

    Ὁ Οἶκος.

    Τῷ Θεῷ ἀνατεθεὶς Πάτερ ἐκ βρέφους, τὴν τοῦ βίου

    ἐκφυγὼν ματαίαν δόξαν, πᾶσαν ἐκ νεότητος ἀρετὴν

    διηρίθμησας, ἐξασκήσας λαμπρότατα. Σταυρὸν δὲ ἐν

    τοῖς ὤμοις λαβὼν τὸν τοῦ Κυρίου, ταῖς τούτου Νίκων

    τρίβοις ὥδευσας τρανῶς. μιμούμενος πᾶσαν τοῦ

    Βαπτιστοῦ Ἰωάννου τὴν παῤῥησίαν τε καὶ τὸν ζῆλον

    τῆς μετανοίας κῆρυξ ἐδείχθης, κραυγάζων ἐν ταῖς

    πόλεσι· Μετανοεῖτε, ἤγγικεν ἡ Χριστοῦ ἀτελεύτητος

    Βασιλεία ἡ οὐράνιος, τοῖς ἐν πίστει εἰλικρινεῖ

    δεχομένοις, νῦν αὐτὴν καθαρῷ λογισμῷ· διὰ τοῦτο καὶ

    τὴν σορὸν τῶν λειψάνων τῶν σῶν, προσκυνοῦμεν

    εὐσεβῶς· ὑπάρχει γὰρ ἀληθῶς, ἰαμάτων πηγή.

    Συναξάριον.

    Τῇ ΚΣΤ´ τοῦ αὐτοῦ Μηνός, μνήμη τοῦ

    Ὁσίου Νίκωνος τοῦ Μετανοεῖτε.

    Οἱ Λακεδαίμων, οὐδαμῶς Δαίμων λάκοι.

    σοβεῖ γὰρ αὐτὸν τοῖς τεραστίοις Νίκων.

    Οὗτος ἐκ τῆς τῶν Ἀρμενίων ὥρμητο χώρας,

    Μεγιστάνου τινὸς υἱὸς ὑπάρχων. Τῆς θείας οὖν φωνῆς

    ἀκούσας τῆς λεγούσης· Πᾶς ὃς ἀφῆκε πατέρα, ἢ

    μητέρα, καὶ τὰ ἑξῆς· καταλιπὼν πάντα, παραγίνεται ἔν

    τινι μοναστηρίῳ, ἐν ᾧ πᾶσαν καὶ παντοίαν ἄσκησιν

    ἐπεδείξατο, καὶ πάντας τοὺς πρὸ αὐτοῦ τῇ ἄκρᾳ

    σκληραγωγίᾳ ὑπερέβη. Ἐπεὶ δὲ εἰς γνῶσιν ἦλθε τῷ

    ἑαυτοῦ πατρί, ἀνηρευνῶντο παρ᾿ αὐτοῦ τὰ τῶν

    μοναστῶν καταγώγια. Αὐτὸς δὲ ἐξελθὼν ἐκεῖθεν,

  • [17]

    περιήρχετο πᾶσαν Ἑῴαν, τό, Μετανοεῖτε, βοῶν.

    Ἐντεῦθεν καὶ τὴν ἐπίκλησιν ἔσχε τοῦ Μετανοεῖτε.

    Περιελθὼν δὲ καὶ τὴν τῶν Κρητῶν νῆσον, καὶ τὴν τοῦ

    Πέλοπος, καὶ πάσας πόλεις καὶ χώρας

    περινοστησάμενος, ὕστερον παρεγένετο ἐν πόλει

    Λακώνων. Ἐν ᾗ παντοῖα θαύματα ἐνδειξάμενος, ναὸν

    ἀνεστήλωσε Χριστῷ τῷ Σωτῆρι ἡμῶν. Ἐν ᾧ μονάσας

    μέχρι τέλους, ἀπῆλθε πρὸς ὃν ἐπόθει, τὸν στέφανον

    τῆς ἀσκήσεως εἰληφὼς παρ᾿ αὐτοῦ.

    Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἀλυπίου τοῦ

    Κιονίτου.

    Ἀνεῖχεν Ἀλύπιον ὄρθιος κίων,

    πρὸς οὐρανοὺς ζητοῦντα βαίνειν, οὗ μένει.

    Οὗτος ἦν ἐπὶ Ἡρακλείου τοῦ βασιλέως, ἐξ

    Ἀδριανουπόλεως τῆς Παφλαγόνων χώρας, καὶ πρὸ τῶν

    ὠδίνων τῇ μητρί, διά τινων δεξιῶν συμβόλων, ὁποῖος

    ἀποβῆναι ἔμελλε, προγνωσθείς, καὶ μετὰ τὴν γέννησιν

    τοὺς τότε καὶ νῦν θεάματι καὶ ἀκοῇ καὶ καρτερίᾳ

    καταπλήξας. Καὶ γὰρ ἔδοξεν ἡ μήτηρ, τοῦτον

    ἐγκυμονοῦσα, ἀμνὸν ὡραῖον, ἐν τοῖς κέρασιν

    ἀνημμένας ἔχοντα λαμπάδας, ἀποφέρεσθαι· ὅπερ

    σύμβολον τῆς ἐσύστερον λαμπρότητος καὶ ἀρετῆς τοῦ

    ἀνδρός. Οὗτος οὖν διὰ παντοίας ἀσκήσεως ἠγωνίσατο

    καὶ θαύματα κατειργάσατο, καὶ τῇ καρτερίᾳ πάντας

    ὑπερέβαλεν. Ἐπὶ γὰρ κίονος αἴθριος ἔστη ἐπὶ χρόνοις

    τρισὶ καὶ πεντήκοντα. Ἐπεὶ δὲ καὶ τραύματι αὐτὸν ὁ

    πονηρός, κατὰ τὸν Ἰώβ, ἔτρωσεν, ἐν αὐτῷ τῷ κίονι ἐφ᾿

    ἑνὸς κατακλιθεὶς πλευροῦ, διήρκεσεν ἔτη δεκατρία, μὴ

    μετακλιθεὶς πρὸς θάτερον μέρος, ἕως οὗ τὴν τιμίαν

    αὑτοῦ ψυχὴν παρέθετο τῷ Θεῷ. Ὁ δὲ πᾶς τῆς ζωῆς

    αὐτοῦ χρόνος γέγονεν ἔτη ἑκατόν.

  • [18]

    Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Στυλιανοῦ τοῦ

    Παφλαγόνος.

    Ἀσκήσεως πέπτωκεν ὁ στερρὸς στῦλος.

    Στυλιανὸς γὰρ τὸν βίον καταστρέφει.

    Οὗτος ὁ ἐν Ἁγίοις Πατὴρ ἡμῶν Στυλιανός, ἐγεννήθη

    ἐν Παφλαγονίᾳ, ἠγιασμένος, ὡς ἄλλος Σαμουὴλ ἐκ

    κοιλίας μητρὸς αὐτοῦ, καὶ ηὔξανε καὶ ἐκραταιοῦτο ἐν

    τῇ χάριτι τοῦ Χριστοῦ, κατοικητήριον γενόμενος τοῦ

    Ἁγίου Πνεύματος. Σάρκα φορῶν καὶ αὐτὸς ὁ μακάριος

    καὶ τὸν κόσμον οἰκῶν, οὔτε ὑπὸ τῶν ἐπιθυμιῶν τῆς

    σαρκὸς εἱλκύσθη, οὔτε ὑπὸ τῆς ματαιότητος τοῦ

    κόσμου. Κατανοήσας τὸ φθαρτὸν τῆς σαρκὸς καὶ τοῦ

    κόσμου τὸ ἐφήμερον, δὲν ἠθέλησε να δουλεύσῃ αὐτοῖς

    ἵνα θερίσῃ φθορὰν καὶ ἀπώλειαν, ἀλλὰ συνετάχθη

    μετὰ τοῦ κρείττονος, ἤτοι τῆς ἀθανάτου ψυχῆς, καὶ

    ταύτης ἀπεφάσισε να ἐπιμεληθῇ ἐν τῷ βίῳ, ἵνα

    κληρονομήσῃ ζωὴν αἰώνιον. Ὅθεν εὐθὺς ἐξ ἀρχῆς

    ἐσκόρπισεν κατὰ τὸ γεγραμμένον, ἔδωκε τοῖς πένησιν,

    ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. Ἅπαντα τὸν

    πλοῦτον αὐτοῦ, ὂν ἐκληρονόμησε παρὰ τῶν γονέων,

    διεμοίρασεν εἰς τοὺς πτωχούς, θεωρῶν ἔγκλημα να

    πένονται μὲν ἄλλοι, αὐτὸς δὲ να πλουτῇ. Οὕτω δὲ ἐκ

    τῆς γῆς ἀνεβίβασε τοὺς θησαυροὺς αὐτοῦ εἰς τὸν

    οὐρανὸν πρὸς αἰωνίαν περιθαλψιν, Δεσποτικὸν

    ἐκπληρῶν πρόσταγμα ὅπερ λέγει: ··Μὴ θησαυρίζετε

    ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις

    ἀφανίζει, καὶ ὅπου κλέπται διορύσσουσι καὶ κλέπτουσι·

    θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ, ὅπου οὔτε

    σής, οὔτε βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται οὐ

    διορύσσουσι οὐδὲ κλέπτουσι. Ὅπου γάρ ἐστιν ὁ

    θησαυρὸς ὑμῶν, ἐκεῖ ἔσται καὶ ἡ καρδία ὑμῶν. Καὶ

  • [19]

    ὄντως, εὐθὺς ὡς διεμοίρασεν ὁ μακάριος τὸν πλοῦτον

    αὐτοῦ, καὶ μετεβίβασεν αὐτὸν διὰ τῆς μεθόδου ταύτης

    εἰς τὸν οὐρανόν, ἀπεσπάσθη τῶν γηΐνων καὶ πάντων

    τῶν ματαίων, καὶ ἐξ ὅλης καρδίας αὐτοῦ ἀφοσιώθη εἰς

    τὴν λατρείαν τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ

    ἡμῶν. Ὅθεν καὶ περιεβάλετο τὸ μοναχικὸν σχῆμα ἵνα

    εὐσχημόνως πάντοτε ὑπηρετῇ τῷ Κυρίῳ, οὐδὲν ἄλλον

    φροντίζων καὶ ζητῶν, ἤ, κατὰ τὴν ἀποστολικὴν

    παραγγελίαν, Τὶ εὐάρεστον τῷ Κυρίῳ, ἵνα ποιῇ αὐτὸ

    καὶ οὐδέποτε ἐξετάζων τὶ ἀρέσκει ἑαυτῷ. Διὰ τοῦτο καὶ

    ὑπέρτερος ἀνεδείχθη πάντων τῶν μοναχῶν, τοὺς

    πάντας ὑπερβὰς ἐν ταῖς δι΄ ἐπιμόνων ἀσκήσεων

    ἀρεταῖς, αἵτινές εἰσιν ὁ ἀληθὴς τοῦ ἀνθρώπου κόσμος ὁ

    ἑλκύων τὴν ἀγάπην τοῦ Θεοῦ. Προαγόμενος δὲ ἐπὶ

    μᾶλλον ἐν τῷ θείῳ ἔρωτι, ἤθελεν τρόπον τινά,

    ἀποφεύγων πᾶν πρόσκομμα, τῷ Θεῷ μόνῳ να

    συνομιλῇ. Ἀναχωρεῖ λοιπὸν πρὸς τὴν ἔρημον καὶ

    εἰσέρχεται εἰς σπήλαιόν τι, καὶ κατακλείεται ἐν αὐτῷ.

    Ἀλλ ὦ Πανάγαθε Κύριε, ὁποίας χάριτος ἐπιδαψιλεύεις

    εἰς τοὺς ἐξ ὅλης ψυχῆς ζητοῦντάς σε! Ἀφοσιώθη ἐν τῷ

    σπηλαίῳ ὁ Ἅγιος! Ἀπέσπασε τὴν διάνοιαν αὐτοῦ ἀπὸ

    παντὸς ματαίου λογισμοῦ, καὶ οὐδὲν ἄλλο ἐμελέτα ἢ

    τὴν Τρισυπόστατον Θεότητα, καὶ τὴν διὰ Χριστοῦ

    σωτηρίαν. Οὕτω δὲ ἠγάπησε τῷ Θεῷ, ἐξ ὅλης τῆς

    διανοίας αὐτοῦ, κατὰ τὴν θείαν ἐντολήν. Ἀπέσπασε

    προσέτι καὶ τὴν καρδίαν αὐτοῦ ἀπὸ παντὸς σαρκικοῦ

    καὶ κοσμικοῦ, θεωρῶν τὸ ὑπέρκαλον κάλλος τῆς

    Τρισηλίου Θεότητος καὶ τοῦ παγκάλου Λόγου καὶ

    Σωτῆρος ἡμῶν ἐρωμένος. Οὕτω δὲ ἠγάπησεν τὸν Θεὸν

    ἐξ ὅλης καρδίας, συμφώνως πρὸς τὴν αὐτὴν ἐντολήν.

    Ἀλλὰ καὶ ἐξ ὅλης τῆς δυνάμεως ἠγάπησεν Αὐτόν,

    οὐδὲν ἄλλο πράττων ἢ τά του Θεοῦ ἔργα, τοὐτέστιν

  • [20]

    ἔργα εὐσεβείας καὶ ἀρετῆς. Οὕτω δὲ ἀπεξεδόθη τὸν

    παλαιὸν ἄνθρωπον σὺν τοῖς παθήμασι καὶ ταῖς

    ἐπιθυμίαις αὐτοῦ, καὶ ἐντελῶς ἀντηγαπήθη ὑπὸ τῆς

    Παναγίας Τριάδος, ἥτις καὶ μόνην ἐποιήσατο παρ΄

    αὐτῷ. Ἐπειδὴ δὲ καὶ τὸν πλησίον ὁ Ἅγιος ἠγάπα, διὰ

    τοῦτο, ἵνα πολλοῖς ὠφέλιμος φανῇ, διετήρει ὁ Κύριος

    αὐτὸν ἐν τῇ ζωῇ τρέφων δι΄ Ἀγγέλου. Καθὼς δὲ ὁ

    Σωτὴρ ἡμῶν εἶπε: «οὐδεὶς ἀνάπτει λύχνον καὶ τίθησιν

    αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλὰ ἐπὶ τὴν λυχνίαν καὶ

    λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ».

    Ὡς λαμπὰς λοιπὸν καὶ ὁ μακάριος ἑτοιμασθεὶς τῷ

    Θεῷ ἔδει να διαχύσει τὸ ἱλαρὸν αὐτοῦ φῶς εἰς δόξαν

    Θεοῦ, ἵνα ἴδωσιν οἱ ἄνθρωποι πῶς ὁ Θεὸς δοξάζει τοὺς

    δοξάζοντας. Ὅθεν, ἡ φήμη τῆς ἁγιοσύνης τοῦ Ὁσίου

    Στυλιανοῦ διεδόθη πανταχοῦ, καὶ πάντες πάντοθεν

    συνέρρεον μετ΄εὐλαβείας πρὸς τὸν Ἅγιον, καὶ

    ἀπεκόμιζον ψυχικά τε καὶ σωματικὰ ἀγαθά,

    ἐπιστρέφοντες καὶ κρατυνόμενοι ἐν τῇ εὐσεβείᾳ καὶ

    ἀγάπῃ τοῦ Θεοῦ καὶ τοῦ πλησίον, καὶ πολλὰς ἰάσεις

    σωματικὰς λαμβάνοντες παθῶν ἀνιάτων. Οὕτω δὲ

    βιώσας ἐπὶ τῆς γῆς ὡς ἐπίγειος Ἄγγελος, ἐπιστάσης τῆς

    ὥρας, ἵνα τύχῃ τοῦ διακαῶς ποθουμένου ἵνα ἐκδημήσῃ

    τοῦ σώματος καὶ ἐνδημήσῃ Κυρίῳ, ἵνα ἀναλύσῃ, κατὰ

    Παῦλον, καὶ σὺν Χριστῷ ᾗ ἔλαβεν εἴδησιν ὅτι τὸ τέλος

    τοῦ βίου ἤγγικεν. Ὅθεν, δοξολογήσας ἀπῆλθεν πρὸς

    Κύριον, λάμψαντος τοῦ προσώπου αὐτοῦ ὡς Ἡλίου·

    πάραυτα δὲ χορὸς ἁγίων Ἀγγέλων παρέλαβε τὴν

    παναγίαν αὐτοῦ ψυχήν. Οὐδὲν μετὰ τὸν θάνατον δι΄

    αὐτοῦ ἐπαύσατο παρέχων τάς ἰάσεις ἀφθόνως. Διότι,

    ὅταν θανατηφόρος ἐπήρχετο εἰς τὰ παιδία ἀσθένεια

    καὶ οἱ γονεῖς ἔμενον ἄτεκνοι, ὅσοι ἐν τῇ ἀσθενείᾳ τῷ

    τέκνων τῶν μετὰ πίστεως ἐπεκαλοῦντο τὸν Ἅγιον

  • [21]

    Στυλιανὸν καὶ μετ΄ εὐλαβείας ἐζωγράφιζον τὴν

    πανσέβαστον καὶ ἁγίαν αὐτοῦ εἰκόνα, καὶ τὴν ἴασιν

    τῶν τέκνων παρευθὺς ἐλάμβανον, καὶ ἄλλα ἐγένων ἐν

    χάριτι Θεοῦ διὰ μεσιτείας τοῦ Ἁγίου. Καὶ σήμερον τοῖς

    μετὰ πίστεως ἐπικαλουμένοις ὁμοίως βοηθεῖ. Τοιοῦτος

    ὁ Ἅγιος Στυλιανός, ὅστις ἔστω παράδειγμα μιμήσεως

    ἡμῖν, διότι καὶ αὐτὸς ἦν ἄνθρωπος καθὼς καὶ ἡμεῖς,

    ἀλλ΄ ἀποφασίσας ἔτυχε τῆς χάριτος τοῦ Θεοῦ,

    ἐτελειώθη ἐν Χριστῷ, καὶ ἐγένετο μακάριος. Ἵνα δὲ καὶ

    ἡμεῖς τῶν αὐτῶν τύχωμεν ἀγαθῶν, μιμηθῶμεν τὴν

    πίστιν καὶ τὴν ἀφοσίωσιν τοῦ Ἁγίου, ἐργασθῶμεν ἔργα

    εὐσεβείας καὶ σωφροσύνης, δικαιοσύνης τε καὶ

    ἐλεημοσύνης ἐν τῷ κύκλῳ ἡμῶν.

    Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἀκακίου τοῦ ἐν

    τῇ Κλίμακι.

    Κακὸν φυγὼν πᾶν Ἀκάκιος ἐν βίῳ.

    καλοῖς ἀπείροις ἐντρυφᾷ λιπὼν βίον.

    Οὗτος ἦν ἔν τινι τῆς Ἀσίας Μονῇ· καὶ νέαν ἔτι τὴν

    ἡλικίαν ἄγων, τὸν ἀσκητικὸν βίον μετήρχετο. Εἶχε δὲ

    ἐπιστατοῦντα αὐτῷ γέροντα ἀκόλαστον πάνυ καὶ

    ἠμελημένον. Καὶ τοιαῦτα δεινὰ παρ᾿ αὐτοῦ ὑπέμενεν,

    οἷα τοῖς πολλοῖς ἴσως καὶ ἄπιστα εἶναι δοκοῦσι. Ποτὲ

    μὲν γὰρ εἶχε τὸν ὀφθαλμὸν μεμελανωμένον, ποτὲ δὲ

    τὸν τράχηλον, ποτὲ δὲ τὴν κεφαλὴν πεπληγμένην.

    Ἐπεὶ δέ, διαβιώσας μετὰ τοῦ ἀνηλεοῦς ἐκείνου

    γέροντος χρόνους ἐννέα, ἐπορεύθη πρὸς Κύριον, καὶ

    ἐτάφη μετὰ τῶν Πατέρων ἐν τῷ κοιμητηρίῳ, ἀφίκετο ὁ

    τούτου ἐπιστάτης πρός τινα γέροντα μέγαν τῶν αὐτόθι,

    καὶ λέγει αὐτῷ· Ὁ ἀδελφὸς Ἀκάκιος ἐτελεύτησε. Τοῦ δὲ

    μὴ πεισθέντος, λέγει πρὸς αὐτὸν ἐκ δευτέρου· Ἔρχου

    καὶ ἴδε. Ἦλθον οὖν ἀμφότεροι εἰς τὸ κοιμητήριον, καὶ

  • [22]

    ὥσπερ ζῶντι ὁ τίμιος γέρων ἐφώνησε πρὸς τὸν

    τελευτήσαντα, καί φησιν· Ἀδελφὲ Ἀκάκιε, ἀπέθανες; Ὁ

    δὲ εὐγνώμων ὑπήκοος, καὶ μετὰ θάνατον ὑπακοὴν

    ἐπεδείκνυτο, καί φησι πρὸς τὸν μέγαν· Πῶς, Πάτερ

    ὅσιε, ἄνθρωπον ὑπακοῆς ἐργάτην ἀποθανεῖν δυνατόν;

    Τότε ὁ γέρων, ὁ πρὶν αὐτοῦ ἐπιστάτης, ἔμφοβος

    γενόμενος ἐπὶ τῷ θαύματι, ἐπὶ πρόσωπον σὺν δάκρυσιν

    ἔπεσε, καὶ πλησίον τοῦ μνήματος ἐκείνου κελλίον

    ποιήσας, ἐκεῖσε σωφρόνως τὸ λοιπὸν τοῦ βίου διήνυσε,

    λέγων ἀεὶ τοῖς Πατράσιν, ὅτι φόνον πεποίηκα.

    Ὁ μὲν οὖν θεῖος Ἀκάκιος, ἐν τοιούτοις ἀγωνίσμασι

    τὴν μακαρίαν διανύσας ζωήν, οὕτω μακαρίως τοῦ βίου

    μεθίσταται. Τὸ δὲ τίμιον αὐτοῦ σῶμα, τῆς φυσικῆς

    ἀνώτερον διαλύσεως θείᾳ δυνάμει τηρούμενον, εἰς

    πολλὰς ἐτῶν περιόδους σῶον καὶ ὁλόκληρον

    ἐφυλάττετο. Καί ποτε τῶν τὴν Μονὴν ταύτην

    οἰκούντων Μοναχῶν, ἐξελθόντων εἰς τὸ ἀμήσασθαι,

    ἅτε τῆς ὥρας πρὸς τοῦτο καλούσης, καὶ δύο

    καταλειφθέντων ἐν τῇ Μονῇ, τοῦ μὲν ἀσθενοῦς, τοῦ δὲ

    πρὸς φυλακὴν τῆς Μονῆς, συνέβη ἀποθανεῖν τὸν

    ἀσθενῆ. Ὁ δὲ ἕτερος, μόνος ὤν, καὶ μὴ ἱκανῶν πρὸς τὴν

    τοῦ ἀδελφοῦ κηδείαν, τὸ τοῦ θαυμαστοῦ Ἀκακίου

    μνῆμα ἀνοίξας, ἔθηκε τὸν τελευτήσαντα ἀδελφὸν μετὰ

    τοῦ Ἁγίου. Καὶ τῇ ἐπαύριον παραγενόμενος, εὑρίσκει

    ὃν ἔθηκε μετὰ τοῦ Ἁγίου, ἔξω ἐῤῥιμμένον, εἶτα τίθησι

    πάλιν αὐτὸν ἐν τῷ μνήματι. Ὡς δὲ καὶ αὖθις τὸν αὐτὸν

    τρόπον εὗρεν αὐτὸν ἔξωθεν ἐῤῥιμμένον,

    ἐδικαιολογεῖτο μετὰ τοῦ Ἁγίου, λέγων πρὸς αὐτόν·

    Ἤκουσταί μοι, ἅγιε Ἀκάκιε, ὅτι σοί, ὡς οὐδενὶ ἑτέρῳ, ἡ

    ὑπακοὴ ἐσπουδάσθη, ἀλλὰ νῦν, ὡς ὁρᾶν ἔχω, ἀνήκοος

    ἐγένου καὶ ὑπερήφανος, ὡς καὶ τὸν ἀδελφὸν μὴ

    παραδέχεσθαι, ἀλλ᾿ ἀποῤῥίπτειν αὐτόν· ἢ τοίνυν ἔασον

  • [23]

    αὐτὸν κεῖσθαι μετὰ σοῦ, ἤ, ἐὰν ἔτι τοῦτο ποιήσῃς, οὐκ

    ἀνέξομαί σου, ἀλλ᾿ ἐκβαλῶ σε ἐκ τοῦ μνημείου. Θεὶς

    οὖν αὐτὸν πάλιν ἐν τῷ τάφῳ τοῦ Ἁγίου, ἀπῆλθε. Καὶ τῇ

    ἐπαύριον ἐλθών, τὸν μὲν παρ᾿ αὐτοῦ τεθέντα ἀδελφόν,

    εὗρε κείμενον ἐν τῷ τάφῳ, τὸν δὲ Ἅγιον οὐχ εὗρε. Καὶ

    νῦν ἐστιν ἰδεῖν τὸν τάφον κενόν, τὴν ἐπωνυμίαν

    σώζοντα τοῦ Ἁγίου.

    Οὗτος ὁ μακάριος Ἰάκωβος, καταλαβὼν τὸ ὄρος, τὸ

    ὂν ἀπὸ τριάκοντα σταδίων τοῦ ἄστεως (τῆς πόλεως

    Κύρου) ἐνεκαρτέρει, οὐκ ἄντρον ἔχων, οὐ σκηνήν, οὐ

    καλύβην, ὡς διὰ τῶν τοιούτων τὰς ἀνάγκας τῆς φύσεως

    ἀποκρούσασθαι. Καὶ ταῦτα λέγω, οὐ παρ᾿ ἄλλου

    μαθών, ἀλλ᾿ αὐτόπτης γενόμενος· κοιλιακὸν γὰρ

    νόσημα ἐπελθὸν αὐτῷ ποτε, μόλις ἔπεισεν ἀφιέναι

    τοὺς προσιόντας οἴκαδε πάλιν νοστῆσαι· διδάσκων γὰρ

    ἦν αὐτοὺς τὸν περὶ εὐσεβείας λόγον. Ἀλλὰ καὶ

    ὑποχωρησάντων, ἕως ἑσπέρα κατέλαβεν, ἑαυτὸν

    ἐβασάνιζε, καίτοι τῆς φύσεως κατεπειγούσης. Οὗτος,

    ὡς ἔφημεν, τὸν οὐρανὸν ἔχων ὄροφον, πρὸς ἅπαντα

    καρτερῶν ἦν, ὡς ἐν ἀλλοτρίῳ ἀγωνιζόμενος σώματι. Τὸ

    δὲ σῶμα σιδήροις κατησφαλίσατο ἔνδοθεν, φέρουσι

    περὶ τὸν τράχηλον δύο κύκλους, καὶ δύο σχήματα τοῦ

    γράμματος Χ ποιοῦσιν ἔμπροσθέν τε καὶ ὄπισθεν· εἰς δὲ

    τοὺς βραχίονας ἀνὰ ἕνα. Τροφὴ δὲ αὐτῷ πρὸς ἑσπέραν,

    φακὸς διάβροχος.

    Ἐκ τούτων δὴ τῶν πόνων, τὰ τῆς θείας χάριτος

    ἐδρέψατο δῶρα. Ὅτι παιδίον ἀπονεκρωθέν, τοῦ πατρὸς

    ἀποδυρομένου, καὶ λέγοντος πρὸς τὸν Ἅγιον, «Οἶδα,

    δοῦλε τοῦ Θεοῦ, ὅτι δύνασαι, μόνον μὴ κατοκνήσῃς

    προσεύξασθαι», ἰδὼν ὁ Ἅγιος, καὶ τοῖς δάκρυσι τοῦ

    Πατρὸς ἐπικαμφθείς, τὸ γόνυ κλίνας καὶ τὸν Θεὸν

    ἐπικαλεσάμενος, τὸν παῖδα ἀνέστησε καὶ παρέδωκε τῷ

  • [24]

    πατρὶ αὐτοῦ ὑγιῆ. Πολλὰ μὲν οὖν τὰ τοῦ Ἁγίου

    ἀνδραγαθήματα, ἀλλὰ διὰ τὸ πλῆθος τὰ πολλὰ

    παραλείψαντες, ἑνὸς ἐπιμνησθῶμεν.

    Οὗτος, πολλὰ πειρασθεὶς ὑπὸ τῶν δαιμόνων, εὐχῇ

    καὶ μόνῃ τούτους ἀπεκρούσατο. Ἀπεκόμιζε δέ τις τὸ

    ὕδωρ αὐτῷ μήκοθεν δὶς τῆς ἑβδομάδος· καὶ σχηματίσας

    ὁ διάβολος ἑαυτὸν εἰς τὸ τοῦ Ἁγίου ὁμοίωμα, ὑπήντα

    κατὰ τὸ μέσον τῆς ὁδοῦ τὸν διακονητήν, καὶ λαμβάνων

    τὸ ὕδωρ, ἀπέστελλεν αὐτὸν οἴκαδε. Τοῦτο ποιῶν,

    ἔσπευδεν ἐξ ἀνυδρίας ἀπάγξαι τὸν Ἅγιον. Ποτὲ δὲ καὶ

    παρὰ καιρὸν ἐλθὼν ὁ διακονητής, διέλαθε τὸν κακὸν

    συμμεριστήν· καὶ λέγει ὁ Γέρων, ἰδὼν τὸν τὸ ὕδωρ

    διακομιζόμενον ἄνθρωπον· Τί τοῦτο τέκνον; πολὺς

    καιρὸς διῆλθεν, ἐξ ὅτου ὕδωρ οὐ διεκόμισας, καὶ εἰς

    ἀγανάκτησιν οὐ μικρὰν ἤλθομεν ἐξ ἀνυδρίας. Ὁ δέ,

    Ἀείποτε Πάτερ, φησί, κατὰ τὴν ὡρισμένην ὥραν καὶ

    ἡμέραν ἀποκομίζω τὸ ὕδωρ, ἀλλὰ συναντῶν μοί ποτε

    μὲν εἰς τόν δε τὸν τόπον, ποτὲ δὲ εἰς τόν δε, οὐ

    συνεχώρεις μοι ἐλθεῖν ὧδε. Ὁ δὲ Ἅγιος πρὸς αὐτόν·

    Ἀπὸ τοῦ νῦν, κἂν μυριάκις με ἴδῃς συναντῶντά σοι, καὶ

    κωλύοντά σε, ἢ ἐπιτιμῶντά σοι, τέκνον, μή μοι δὸς τὸ

    σκεῦος, ἕως εἰς τοῦτον ἀφίκῃ τὸν τόπον. Οὕτω καλῶς

    ἠγωνίσατο, καὶ μέγας θαυματουργὸς γενόμενος,

    ἀπῆλθε πρὸς Κύριον εὐφραινόμενος.

    Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἰακώβου τοῦ

    Ἀναχωρητοῦ.

    Ὁ Ἰάκωβος ἀναχωρήσας κόσμου,

    νῦν τὴν ὑπερκόσμιον οἰκεῖ πατρίδα.

    Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Σίλου,

    Ἐπισκόπου τῆς Περσίδος.

  • [25]

    Τῆς γῆς ἀποστὰς γηΐνων θ᾿ ὁμοῦ, Πάτερ,

    νῦν ἐγκατοικεῖς οὐρανῷ, μάκαρ Σίλε.

    Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Πέτρου,

    ἐπισκόπου Ἱεροσολύμων

    Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Χαιρέμωνος

    Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος

    Προκοπίου τοῦ Πέρσου

    Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Γεώργιος, ὁ ἐκ

    Χίου καὶ ἐν Κυδωνιαίς ἀθλήσας ἐν ἔτει 1807, ξίφει

    τελειοῦται.

    Γεωργίῳ μαχαίρα πρόξενον τέλους,

    αὕτη δὲ τούτῳ πρόξενος καὶ τοῦ στέφους.

    Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἰννοκεντίου

    πρώτου Ἐπισκόπου Ἰρκούτας, τοῦ θαυματουργοῦ

    τοῦ Ῥώσσου.

    Τῇ αὐτῇ ἡμέρᾳ, ἡ κοίμησις τοῦ Πατρὸς Σοφιανοῦ,

    Ἐπισκόπου Δρυϊνουπόλεως, τοῦ σημειοφόρου.

    Ἐποίμανας, ἐδίδαξας καὶ ἤσκησας·

    διὸ καὶ εἴληφας, Σοφιανέ, χάριν.

    Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός,

    ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

    ᾨδὴ ζ'. Οἱ ἐκ τῆς Ἰουδαίας

    http://www.saint.gr/3091/saint.aspxhttp://www.saint.gr/3091/saint.aspxhttp://www.saint.gr/3090/saint.aspxhttp://www.saint.gr/3087/saint.aspxhttp://www.saint.gr/3087/saint.aspx

  • [26]

    Ὡς ἐν ἅρματι Πάτερ, ἀρετῶν τετρακτύϊ σὺ

    ἐποχούμενος, ἀνέδραμες εἰς ὕψος, Ἠλίας ὥς περ ἄλλος,

    μελῳδῶν τῷ Σωτῆρί σου· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς

    εὐλογητὸς εἶ.

    Ζηλωτὴς ὥς περ ἄλλος, τοῖς ποθοῦσί σε Πάτερ τὸ

    ῥάκος ἔλιπες, ἐν ᾧ σου τὸ σαρκίον, ἐκτρύχων καὶ

    πιέζων, τὴν ψυχὴν διανέπαυες· Ὁ τῶν Πατέρων βοῶν,

    Θεὸς εὐλογητός εἶ.

    Τῶν Ἀγγέλων τὸν βίον ἐπὶ γῆς βιωτεύσας Νίκων

    μακάριε, σὺν τούτοις συνευφραίνῃ, ὁρῶν τοῦ σοῦ

    Δεσπότου, καλλονὴν τὴν ἀνέκφραστον, Ὁ τῶν

    Πατέρων βοῶν, Θεὸς εὐλογητὸς εἶ.

    Θεοτοκίον

    Σοφίας ἔμπλησον πάντας, καὶ δυνάμεως θείας ἡ

    ἐνυπόστατος, Σοφία τοῦ Ὑψίστου, διὰ τῆς Θεοτόκου,

    τοὺς ἐν πίστει σοι ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν,

    Θεὸς εὐλογητός εἶ.

    ᾨδὴ η'. Ἑπταπλασίως κάμινον

    Τὸ καθαρὸν καὶ ἄσπιλον, τῆς ψυχῆς περιβόλαιον, τὸ

    καρτερικόν, καὶ ἀπαθὲς σαρκίον σου, ὡς θεῖον

    θησαύρισμα, ἡ Λακεδαίμων φέρουσα, καὶ σωματικῶν,

    καὶ ψυχικῶν ἀλγημάτων, τὴν ῥῶσιν ἐξαιτεῖται,

    μελῳδοῦσα συμφώνως· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς

    τοὺς αἰῶνας.

    Τῶν ἰαμάτων χάριτας, ἡ σορὸς ἀναβλύζουσα, πᾶσαν

    νοσημάτων, καὶ παθῶν ἐπήρειαν, παντοίαν τε

    κάκωσιν, καὶ μαλακίαν ἅπασαν, πάντων θεραπεύει,

  • [27]

    τῶν πιστῶς μελῳδούντων· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς

    ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

    Ὑπὲρ ἡμῶν ἱλέωσαι, τὸν Σωτῆρα καὶ Κύριον, τῶν

    καταφευγόντων, τῇ σῇ σκέπῃ Ὅσιε, ὡς νίκης

    ἐπώνυμος, καὶ Θεῷ παριστάμενος, πάσης λυτρωθῆναι,

    τῶν ἐχθρῶν κακουργίας, δαιμόνων ἐπηρείας, καὶ

    ἀνάγκης καὶ νόσου, τοὺς πίστει σε ὑμνοῦντας, εἰς

    πάντας τοὺς αἰῶνας.

    Θεοτοκίον

    Νοῦς ἐξειπεῖν οὐ δύναται, τὸ φρικτὸν τῆς λοχείας

    σου, πῶς καὶ παρθενεύεις, μετὰ τόκον ἄχραντε, ὡς

    μόνος ἐπίσταται, ὁ τῶν ἁπάντων Κύριος, ὃν ἱλεουμένη,

    μὴ ἐλλίπῃς Παρθένε, σωθῆναι τοὺς ἐν πίστει, τῷ Υἱῷ

    σου βοῶντας· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς

    αἰῶνας.

    ᾨδὴ θ'. Ἐξέστη ἐπὶ τούτῳ.

    Ἀμέσως ἀπολαύων Πάτερ ζωῆς, ὑπὲρ ἧς ἠγωνίσω

    πρὸς δύναμιν, ἐπὶ τῆς γῆς, βίῳ διαπρέψας ἀγγελικῷ,

    καὶ μεταβὰς μακάριε, Νίκων πρὸς ἀΰλους διαμονάς,

    σωθῆναι θεοφόρε, δυσώπει τοὺς ἐν πίστει, ἐν τῷ ναῷ

    σου προσεδρεύοντας.

    Ἀγάλλῃ σὺν Ἀγγέλοις ἐν οὐρανῷ, τῷ τῶν ὅλων Θεῷ

    παριστάμενος, καὶ ἐπὶ γῆς, βρύει σου ἡ θήκη τὰς

    δωρεὰς ἐν ᾗ σεπτῶς κατάκειται, σῶμά σου τὸ ἅγιον καὶ

    σεπτόν, τοῖς πόθῳ προσιοῦσι, καὶ φόβῳ ἁπτομένοις,

    Νίκων παμμάκαρ τῶν λειψάνων σου.

  • [28]

    Δεχόμενος τῶν δούλων σου τὰς φωνάς, τῶν ἐκ

    πόθου τελούντων τὴν μνήμην σου,

    ῥῦσαι δεινῶν, νόσων καὶ παντοίας ἐπιβουλῆς, ἰθύνων

    πρὸς μετάνοιαν, ὧνπερ ἐξημάρτομεν εἰς Θεόν, ταῖς

    σαῖς πρὸς τὸν Δεσπότην, πρεσβείαις εὐπροσδέκτοις,

    Νίκων Ὁσίων ἐγκαλλώπισμα.

    Θεοτοκίον

    Ἐν σοὶ τῆς παρθενίας τὸ καθαρόν, ἐτηρήθη Μαρία

    πανύμνητε· σὺ γὰρ Θεόν, μόνη συλλαβοῦσα ἄνευ

    σπορᾶς, σεσαρκωμένον τέτοκας, μείνασα Παρθένος

    παναληθής· διὸ σε Θεοτόκον, κυρίως ἀνυμνοῦμεν, καὶ

    προσκυνοῦμεν καὶ δοξάζομεν.

    Ἐξαποστειλάριον. Ἦχος γ'. Ὁ οὐρανὸν τοῖς

    ἄστροις.

    Ἡ θήκη ἔνθα σου κεῖται, τὸ εὐκλεέστατον σῶμα,

    χάριτας βλύζει τοῖς πᾶσι, τῶν ἰαμάτων δαψιλῶς, τοῖς

    προσιοῦσιν ἐν πίστει, Νίκων ἀεὶ θεοφόρε

    Ἕτερον. Ὅμοιον.

    Τῶν ἀσκητῶν τὸ κλέος, τῆς μετανοίας τὸν λύχνον,

    τὴν τῶν θαυμάτων πλημμύραν, δαιμόνων τὸν ἐλατῆρα,

    Λακεδαιμόνων τὰ πλήθη, πόθῳ σε Νίκων τιμῶμεν.

    Θεοτοκίον. Ὅμοιον.

    Αἱ τῶν Ἀγγέλων πᾶσαι, καὶ Ἀρχαγγέλων χορεῖαι,

    ἀνευφημοῦσί σε Κόρη, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, καὶ

    τῶν βροτῶν ἄπαν γένος, δοξολογοῦμέν σε πόθῳ.

    Αἶνοι. Ἦχος α'. Τῶν οὐρανίων Ταγμάτων.

  • [29]

    Τῶν ἐφετῶν ἀπολαύων ἀμέσως Ὅσιε, τῶν ἐπὶ γῆς

    φωτίζεις, πάντων τὰς διανοίας, ἐν πίστει ἐκτελούντων,

    μνήμην τὴν σήν, θεοφόρε Πατὴρ ἡμῶν, καὶ τῷ ναῷ σου

    τῷ θείῳ πανευσεβῶς, ἀθροισθέντων παμμακάριστε.

    Σὺ τοῦ Προδρόμου τὸν ζῆλον ἐκμιμησάμενος,

    Μετανοεῖτε πάσιν, ἀνεβόας παμμάκαρ, ἐξ ὅλης τῆς

    καρδίας· ἡ γὰρ Χριστοῦ, βασιλεία ἐφέστηκεν· ὃν

    ἐκδυσώπει ἀπαύστως ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει

    δοξαζόντων σε.

    Ἐκ τῆς Ἑῴας εἰς Δύσιν, Πάτερ διέδραμες, καὶ

    μετανοίας πάντας, κατεπύρσευσας λόγοις, ὡς ἄλλον

    Μωϋσῆν δέ, πόλις ἡ σή, Λακεδαίμων ἐγνώρισε, τὴν γὰρ

    παθῶν ἀποτέμνεις Αἴγυπτον νῦν, μετανοίας τοῖς

    διδάγμασιν.

    Ἡ Λακεδαίμων σε πόλις φρουρὸν πλουτήσασα, καὶ

    πολιοῦχον θεῖον, εὐχαρίστως προσάγει, φωνάς σοι

    θεοφόρε Νίκων ἀεί, ἀπὸ πάσης αἱρέσεως, κακοβουλίας

    τε πάντων τῶν δυσσεβῶν, ῥυομένη ταῖς πρεσβείαις

    σου.

    Δόξα. Ἦχος πλ. β'

    Σήμερον, τὰ πλήθη τῶν πιστῶν συνελθόντα, τὴν

    μνήμην τιμήσωμεν Νίκωνος τοῦ θεοφόρου Πατρός.

    Οὗτος γάρ, ἐμφρόνως τῶν ὀχληρῶν ἀπαναστὰς τοῦ

    βίου, καὶ ἐγκρατείᾳ τὸ σῶμα περιφραξάμενος, τὰς τῶν

    παθῶν κινήσεις, εὐχαῖς καὶ ἀγρυπνίαις ἀπενέκρωσεν·

    ὅθεν καὶ χαρισμάτων οὐρανίων, πλήρης γενόμενος,

  • [30]

    ἀπελαύνει πᾶσαν νόσον ἐξ ἀνθρώπων, καὶ πρεσβεύει

    Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

    Καὶ νῦν. Θεοτοκίον

    Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ

    Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος,

    τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι

    Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς,

    βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε

    Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν

    ψυχῶν ἡμῶν.

    Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

    Μεγαλυνάριον.

    Χαίροις Ἐκκλησίας ἡ καλλονή, χαίροις Λακωνίας

    ἑωσφόρος ὁ φαεινός, χαίροις ὁ τῆς Σπάρτης, λαμπτὴρ

    καὶ πολιοῦχος, Πελοποννήσου κλέος, Νίκων μακάριε.