Προμηθεύς Δεσμώτης

19
Προμηθεύς Δεσμώτης Πρόλογος (1 - 127) ΚΡΑΤΟΣ Χθονὸς μὲν ἐς τηλουρὸν ἥκομεν πέδον, Σκύθην ἐς οἷμον, ἄβροτον εἰς ἐρημίαν. Ἥφαιστε, σοὶ δὲ χρὴ μέλειν ἐπιστολὰς ἅς σοι πατὴρ ἐφεῖτο, τόνδε πρὸς πέτραις ὑψηλοκρήμνοις τὸν λεωργὸν ὀχμάσαι 5 ἀδαμαντίνων δεσμῶν ἐν ἀῤῥήκτοις πέδαις. τὸ σὸν γὰρ ἄνθος, παντέχνου πυρὸς σέλας, θνητοῖσι κλέψας ὤπασεν. τοιᾶσδέ τοι ἁμαρτίας σφε δεῖ θεοῖς δοῦναι δίκην, ὡς ἂν διδαχθῇ τὴν Διὸς τυραννίδα 10 στέργειν, φιλανθρώπου δὲ παύεσθαι τρόπου. ΗΦΑΙΣΤΟΣ Κράτος Βία τε, σφῷν μὲν ἐντολὴ Διὸς ἔχει τέλος δὴ κοὐδὲν ἐμποδὼν ἔτι. ἐγὼ δ' ἄτολμός εἰμι συγγενῆ θεὸν δῆσαι βίᾳ φάραγγι πρὸς δυσχειμέρῳ. 15 πάντως δ' ἀνάγκη τῶνδέ μοι τόλμαν σχεθεῖν. εὐωριάζειν γὰρ πατρὸς λόγους βαρύ. τῆς ὀρθοβούλου Θέμιδος αἰπυμῆτα παῖ, ἄκοντά σ' ἄκων δυσλύτοις χαλκεύμασι προσπασσαλεύσω τῷδ' ἀπανθρώπῳ πάγῳ, 20 ἵν' οὔτε φωνὴν οὔτε του μορφὴν βροτῶν ὄψῃ, σταθευτὸς δ' ἡλίου φοίβῃ φλογὶ χροιᾶς ἀμείψεις ἄνθος. ἀσμένῳ δέ σοι ἡ ποικιλείμων νὺξ ἀποκρύψει φάος, πάχνην θ' ἑῴαν ἥλιος σκεδᾷ πάλιν. 25 αἰεὶ δὲ τοῦ παρόντος ἀχθηδὼν κακοῦ τρύσει σ'. ὁ λωφήσων γὰρ οὐ πέφυκέ πω. τοιαῦτ' ἐπηύρου τοῦ φιλανθρώπου τρόπου. θεὸς θεῶν γὰρ οὐχ ὑποπτήσσων χόλον βροτοῖσι τιμὰς ὤπασας πέρα δίκης. 30 ἀνθ' ὧν ἀτερπῆ τήνδε φρουρήσεις πέτραν ὀρθοστάδην, ἄυπνος, οὐ κάμπτων γόνυ. πολλοὺς δ' ὀδυρμοὺς καὶ γόους ἀνωφελεῖς φθέγξῃ. Διὸς γὰρ δυσπαραίτητοι φρένες. ἅπας δὲ τραχὺς ὅστις ἂν νέον κρατῇ. 35 ΚΡ. εἶἑν, τί μέλλεις καὶ κατοικτίζῃ μάτην; τί τὸν θεοῖς ἔχθιστον οὐ στυγεῖς θεόν, ὅστις τὸ σὸν θνητοῖσι προὔδωκεν γέρας; ΗΦ. τὸ συγγενές τοι δεινὸν ἥ θ' ὁμιλία. ΚΡ. σύμφημ'. ἀνηκουστεῖν δὲ τῶν πατρὸς λόγων 40 οἷόν τε πῶς; οὐ τοῦτο δειμαίνεις πλέον; ΗΦ. αἰεί γε δὴ νηλὴς σὺ καὶ θράσους πλέως. ΚΡ. ἄκος γὰρ οὐδὲν τόνδε θρηνεῖσθαι. σὺ δὲ τὰ μηδὲν ὠφελοῦντα μὴ πόνει μάτην. ΗΦ. ὦ πολλὰ μισηθεῖσα χειρωναξία. 45 ΚΡ. τί νιν στυγεῖς; πόνων γὰρ ὡς ἁπλῷ λόγῳ τῶν νῦν παρόντων οὐδὲν αἰτία τέχνη. ΗΦ. ἔμπας τις αὐτὴν ἄλλος ὤφελεν λαχεῖν. ΚΡ. ἅπαντ' ἐπαχθῆ πλὴν θεοῖσι κοιρανεῖν. ἐλεύθερος γὰρ οὔτις ἐστὶ πλὴν Διός. 50 ΗΦ. ἔγνωκα τοῖσδε, κοὐδὲν ἀντειπεῖν ἔχω. 1

description

Αρχαία Τραγωδία

Transcript of Προμηθεύς Δεσμώτης

Page 1: Προμηθεύς Δεσμώτης

Προμηθεύς Δεσμώτης

Πρόλογος (1 - 127)

ΚΡΑΤΟΣ

Χθονὸς μὲν ἐς τηλουρὸν ἥκομεν πέδον,Σκύθην ἐς οἷμον, ἄβροτον εἰς ἐρημίαν.Ἥφαιστε, σοὶ δὲ χρὴ μέλειν ἐπιστολὰςἅς σοι πατὴρ ἐφεῖτο, τόνδε πρὸς πέτραιςὑψηλοκρήμνοις τὸν λεωργὸν ὀχμάσαι 5ἀδαμαντίνων δεσμῶν ἐν ἀῤῥήκτοις πέδαις.τὸ σὸν γὰρ ἄνθος, παντέχνου πυρὸς σέλας,θνητοῖσι κλέψας ὤπασεν. τοιᾶσδέ τοιἁμαρτίας σφε δεῖ θεοῖς δοῦναι δίκην,ὡς ἂν διδαχθῇ τὴν Διὸς τυραννίδα 10στέργειν, φιλανθρώπου δὲ παύεσθαι τρόπου.

ΗΦΑΙΣΤΟΣ

Κράτος Βία τε, σφῷν μὲν ἐντολὴ Διὸςἔχει τέλος δὴ κοὐδὲν ἐμποδὼν ἔτι.ἐγὼ δ' ἄτολμός εἰμι συγγενῆ θεὸνδῆσαι βίᾳ φάραγγι πρὸς δυσχειμέρῳ. 15πάντως δ' ἀνάγκη τῶνδέ μοι τόλμαν σχεθεῖν.εὐωριάζειν γὰρ πατρὸς λόγους βαρύ.τῆς ὀρθοβούλου Θέμιδος αἰπυμῆτα παῖ,ἄκοντά σ' ἄκων δυσλύτοις χαλκεύμασιπροσπασσαλεύσω τῷδ' ἀπανθρώπῳ πάγῳ, 20ἵν' οὔτε φωνὴν οὔτε του μορφὴν βροτῶνὄψῃ, σταθευτὸς δ' ἡλίου φοίβῃ φλογὶχροιᾶς ἀμείψεις ἄνθος. ἀσμένῳ δέ σοιἡ ποικιλείμων νὺξ ἀποκρύψει φάος,πάχνην θ' ἑῴαν ἥλιος σκεδᾷ πάλιν. 25αἰεὶ δὲ τοῦ παρόντος ἀχθηδὼν κακοῦτρύσει σ'. ὁ λωφήσων γὰρ οὐ πέφυκέ πω.τοιαῦτ' ἐπηύρου τοῦ φιλανθρώπου τρόπου.θεὸς θεῶν γὰρ οὐχ ὑποπτήσσων χόλονβροτοῖσι τιμὰς ὤπασας πέρα δίκης. 30ἀνθ' ὧν ἀτερπῆ τήνδε φρουρήσεις πέτρανὀρθοστάδην, ἄυπνος, οὐ κάμπτων γόνυ.πολλοὺς δ' ὀδυρμοὺς καὶ γόους ἀνωφελεῖςφθέγξῃ. Διὸς γὰρ δυσπαραίτητοι φρένες.ἅπας δὲ τραχὺς ὅστις ἂν νέον κρατῇ. 35

ΚΡ.

εἶἑν, τί μέλλεις καὶ κατοικτίζῃ μάτην;τί τὸν θεοῖς ἔχθιστον οὐ στυγεῖς θεόν,ὅστις τὸ σὸν θνητοῖσι προὔδωκεν γέρας;

ΗΦ.

τὸ συγγενές τοι δεινὸν ἥ θ' ὁμιλία.

ΚΡ.

σύμφημ'. ἀνηκουστεῖν δὲ τῶν πατρὸς λόγων 40οἷόν τε πῶς; οὐ τοῦτο δειμαίνεις πλέον;

ΗΦ.

αἰεί γε δὴ νηλὴς σὺ καὶ θράσους πλέως.

ΚΡ.

ἄκος γὰρ οὐδὲν τόνδε θρηνεῖσθαι. σὺ δὲτὰ μηδὲν ὠφελοῦντα μὴ πόνει μάτην.

ΗΦ.

ὦ πολλὰ μισηθεῖσα χειρωναξία. 45

ΚΡ.

τί νιν στυγεῖς; πόνων γὰρ ὡς ἁπλῷ λόγῳτῶν νῦν παρόντων οὐδὲν αἰτία τέχνη.

ΗΦ.

ἔμπας τις αὐτὴν ἄλλος ὤφελεν λαχεῖν.

ΚΡ.

ἅπαντ' ἐπαχθῆ πλὴν θεοῖσι κοιρανεῖν.ἐλεύθερος γὰρ οὔτις ἐστὶ πλὴν Διός. 50

ΗΦ.

ἔγνωκα τοῖσδε, κοὐδὲν ἀντειπεῖν ἔχω.

1

Page 2: Προμηθεύς Δεσμώτης

2

ΚΡ.

οὔκουν ἐπείξῃ τῷδε δεσμὰ περιβαλεῖν,ὡς μή σ' ἐλινύοντα προσδερχθῇ πατήρ;

ΗΦ.

καὶ δὴ πρόχειρα ψάλια δέρκεσθαι πάρα.

ΚΡ.

βαλών νιν ἀμφὶ χερσὶν ἐγκρατεῖ σθένει 55ῥαιστῆρι θεῖνε, πασσάλευε πρὸς πέτραις.

ΗΦ.

περαίνεται δὴ κοὐ ματᾷ τοὔργον τόδε.

ΚΡ.

ἄρασσε μᾶλλον, σφίγγε, μηδαμῇ χάλα.δεινὸς γὰρ εὑρεῖν κἀξ ἀμηχάνων πόρον.

ΗΦ.

ἄραρεν ἥδε γ' ὠλένη δυσεκλύτως. 60

ΚΡ.

καὶ τήνδε νῦν πόρπασον ἀσφαλῶς, ἵναμάθῃ σοφιστὴς ὢν Διὸς νωθέστερος.

ΗΦ.

πλὴν τοῦδ' ἂν οὐδεὶς ἐνδίκως μέμψαιτό μοι.

ΚΡ.

ἀδαμαντίνου νῦν σφηνὸς αὐθάδη γνάθονστέρνων διαμπὰξ πασσάλευ' ἐῤῥωμένως. 65

ΗΦ.

αἰαῖ, Προμηθεῦ, σῶν ὕπερ στένω πόνων.

ΚΡ.

σὺ δ' αὖ κατοκνεῖς τῶν Διός τ' ἐχθρῶν ὕπερστένεις; ὅπως μὴ σαυτὸν οἰκτιεῖς ποτε.

ΗΦ.

ὁρᾷς θέαμα δυσθέατον ὄμμασιν.

ΚΡ.

ὁρῶ κυροῦντα τόνδε τῶν ἐπαξίων. 70ἀλλ' ἀμφὶ πλευραῖς μασχαλιστῆρας βάλε.

ΗΦ.

δρᾶν ταῦτ' ἀνάγκη, μηδὲν ἐγκέλευ' ἄγαν.

ΚΡ.

ἦ μὴν κελεύσω κἀπιθωύξω γε πρός.χώρει κάτω, σκέλη δὲ κίρκωσον βίᾳ.

ΗΦ.

καὶ δὴ πέπρακται τοὔργον οὐ μακρῷ πόνῳ. 75

ΚΡ.

ἐῤῥωμένως νῦν θεῖνε διατόρους πέδας.ὡς οὑπιτιμητής γε τῶν ἔργων βαρύς.

ΗΦ.

ὅμοια μορφῇ γλῶσσά σου γηρύεται.

ΚΡ.

σὺ μαλθακίζου, τὴν δ' ἐμὴν αὐθαδίανὀργῆς τε τραχυτῆτα μὴ 'πίπλησσέ μοι. 80

ΗΦ.

στείχωμεν. ὡς κώλοισιν ἀμφίβληστρ' ἔχει.

Page 3: Προμηθεύς Δεσμώτης

3

ΚΡ.

ἐνταῦθα νῦν ὕβριζε καὶ θεῶν γέρασυλῶν ἐφημέροισι προστίθει. τί σοιοἷοί τε θνητοὶ τῶνδ' ἀπαντλῆσαι πόνων;ψευδωνύμως σε δαίμονες Προμηθέα 85καλοῦσιν. αὐτὸν γάρ σε δεῖ προμηθέως,ὅτῳ τρόπῳ τῆσδ' ἐκκυλισθήσῃ τέχνης.

ΠΡΟΜΗΘΕΥΣ

ὦ δῖος αἰθὴρ καὶ ταχύπτεροι πνοαί,ποταμῶν τε πηγαί, ποντίων τε κυμάτωνἀνήριθμον γέλασμα, παμμῆτόρ τε γῆ, 90καὶ τὸν πανόπτην κύκλον ἡλίου καλῶ.ἴδεσθέ μ' οἷα πρὸς θεῶν πάσχω θεός.δέρχθηθ' οἵαις αἰκείαισινδιακναιόμενος τὸν μυριετῆχρόνον ἀθλεύσω. 95τοιόνδ' ὁ νέος ταγὸς μακάρωνἐξηῦρ' ἐπ' ἐμοὶ δεσμὸν ἀεικῆ.φεῦ φεῦ, τὸ παρὸν τό τ' ἐπερχόμενονπῆμα στενάχω. πῇ ποτε μόχθωνχρὴ τέρματα τῶνδ' ἐπιτεῖλαι; 100καίτοι τί φημι; πάντα προυξεπίσταμαισκεθρῶς τὰ μέλλοντ', οὐδέ μοι ποταίνιονπῆμ' οὐδὲν ἥξει. τὴν πεπρωμένην δὲ χρὴαἶσαν φέρειν ὡς ῥᾷστα, γιγνώσκονθ' ὅτιτὸ τῆς ἀνάγκης ἔστ' ἀδήριτον σθένος. 105ἀλλ' οὔτε σιγᾶν οὔτε μὴ σιγᾶν τύχαςοἷόν τέ μοι τάσδ' ἐστί. θνητοῖς γὰρ γέραπορὼν ἀνάγκαις ταῖσδ' ἐνέζευγμαι τάλας.ναρθηκοπλήρωτον δὲ θηρῶμαι πυρὸςπηγὴν κλοπαίαν, ἣ διδάσκαλος τέχνης 110πάσης βροτοῖς πέφηνε καὶ μέγας πόρος.τοιῶνδε ποινὰς ἀμπλακημάτων τίνωὑπαίθριος δεσμοῖς πεπασσαλευμένος.ἆ ἆ. ἔα ἔα.τίς ἀχώ, τίς ὀδμὰ προσέπτα μ' ἀφεγγής, 115θεόσυτος, ἢ βρότειος, ἢ κεκραμένη;τερμόνιον ἵκετ' ἐπὶ πάγονπόνων ἐμῶν θεωρός, ἢ τί δὴ θέλων;ὁρᾶτε δεσμώτην με δύσποτμον θεόν,τὸν Διὸς ἐχθρόν, τὸν πᾶσι θεοῖς 120δι' ἀπεχθείας ἐλθόνθ' ὁπόσοιτὴν Διὸς αὐλὴν εἰσοιχνεῦσιν,διὰ τὴν λίαν φιλότητα βροτῶν.φεῦ φεῦ, τί ποτ' αὖ κινάθισμα κλύωπέλας οἰωνῶν; αἰθὴρ δ' ἐλαφραῖς 125πτερύγων ῥιπαῖς ὑποσυρίζει.πᾶν μοι φοβερὸν τὸ προσέρπον.

Πάροδος (128 - 192)

ΧΟΡΟΣ

μηδὲν φοβηθῇς.φιλία γὰρ ἥδε τάξιςπτερύγων θοαῖς ἁμίλλαις 130προσέβα τόνδε πάγον, πα-τρῴας μόγις παρειποῦσα& φρένας,κραιπνοφόροι δέ μ' ἔπεμψαν αὖραι.κτύπου γὰρ ἀχὼ χάλυβος διῇξεν ἄντρωνμυχόν, ἐκ δ' ἔπληξέ μου τὰν θεμερῶπιν αἰδῶ.σύθην δ' ἀπέδιλος ὄχῳ πτερωτῷ. 135

ΠΡ.

αἰαῖ αἰαῖ,τῆς πολυτέκνου Τηθύος ἔκγονα,τοῦ περὶ πᾶσάν θ' εἱλισσομένουχθόν' ἀκοιμήτῳ ῥεύματι παῖδες 140πατρὸς Ὠκεανοῦ, 140δέρχθητ', ἐσίδεσθ' οἵῳ δεσμῷπροσπορπατὸς τῆσδε φάραγγοςσκοπέλοις ἐν ἄκροις φρουρὰν ἄζηλον ὀχήσω.

ΧΟ.

λεύσσω, Προμηθεῦ, [ἀντ. α.]φοβερὰ δ' ἐμοῖσιν ὄσσοις 145ὁμίχλα προσῇξε πλήρηςδακρύων σὸν δέμας εἰσι-δούσῃ πέτρᾳ προσαυαινόμενονταῖσδ' ἀδαμαντοδέτοισι λύμαις.νέοι γὰρ οἰ-ακονόμοι κρατοῦσ' Ὀλύμπου.νεοχμοῖς δὲ δὴ νόμοιςΖεὺς ἀθέτως κρατύνει, 150τὰ πρὶν δὲ πελώρια νῦν ἀιστοῖ.

ΠΡ.

εἰ γάρ μ' ὑπὸ γῆν νέρθεν θ' Αἵδουτοῦ νεκροδέγμονος εἰς ἀπέραντονΤάρταρον ἧκεν, 155δεσμοῖς ἀλύτοις ἀγρίως πελάσας,ὡς μήτε θεὸς μήτε τις ἄλλοςτοῖσδ' ἐγεγήθει.νῦν δ' αἰθέριον κίνυγμ' ὁ τάλαςἐχθροῖς ἐπίχαρτα πέπονθα.

ΧΟ.

τίς ὧδε τλησικάρδιος [στρ. β.]θεῶν, ὅτῳ τάδ' ἐπιχαρῆ 160τίς οὐ ξυνασχαλᾷ κακοῖςτεοῖσι, δίχα γε Διός; ὁ δ' ἐπικότως ἀεὶθέμενος ἄγναμπτον νόον δάμναται οὐρανίαν

Page 4: Προμηθεύς Δεσμώτης

4

γένναν, οὐδὲ λήξει, 165πρὶν ἂν ἢ κορέσῃ κέαρ, ἢ παλάμᾳ τινὶτὰν δυσάλωτον ἕλῃ τις ἀρχάν.

ΠΡ.

ἦ μὴν ἔτ' ἐμοῦ, καίπερ κρατεραῖςἐν γυιοπέδαις αἰκιζομένου,χρείαν ἕξει μακάρων πρύτανις,δεῖξαι τὸ νέον βούλευμ', ὑφ' ὅτου 170σκῆπτρον τιμάς τ' ἀποσυλᾶται.καί μ' οὔτι μελιγλώσσοις πειθοῦςἐπαοιδαῖσιν θέλξει, στερεάς τ'οὔποτ' ἀπειλὰς πτήξας τόδ' ἐγὼκαταμηνύσω, πρὶν ἂν ἐξ ἀγρίων 175δεσμῶν χαλάσῃ ποινάς τε τίνειντῆσδ' αἰκείας ἐθελήσῃ.

ΧΟ.

σὺ μὲν θρασύς τε καὶ πικραῖς [ἀντ. β.]δύαισιν οὐδὲν ἐπιχαλᾷς,ἄγαν δ' ἐλευθεροστομεῖς. 180ἐμὰς δὲ φρένας ἠρέθισε διάτορος φόβος.δέδια δ' ἀμφὶ σαῖς τύχαις,πᾷ ποτε τῶνδε πόνων χρή σε τέρμα κέλσαντ'ἐσιδεῖν. ἀκίχητα γὰρ ἤθεα καὶ κέαρ 185ἀπαράμυθον ἔχει Κρόνου παῖς.

ΠΡ.

οἶδ' ὅτι τραχὺς καὶ παρ' ἑαυτῷτὸ δίκαιον ἔχων Ζεύς. ἀλλ' ἔμπας [ὀίω],μαλακογνώμωνἔσται ποθ', ὅταν ταύτῃ ῥαισθῇ.τὴν δ' ἀτέραμνον στορέσας ὀργὴν 190εἰς ἀρθμὸν ἐμοὶ καὶ φιλότητασπεύδων σπεύδοντί ποθ' ἥξει.

Ἐπεισόδια αʹ (193 - 396)

ΧΟ.

πάντ' ἐκκάλυψον καὶ γέγων' ἡμῖν λόγον,ποίῳ λαβών σε Ζεὺς ἐπ' αἰτιάματιοὕτως ἀτίμως καὶ πικρῶς αἰκίζεται. 195δίδαξον ἡμᾶς, εἴ τι μὴ βλάπτῃ λόγῳ.

ΠΡ.

ἀλγεινὰ μέν μοι καὶ λέγειν ἐστὶν τάδε,ἄλγος δὲ σιγᾶν, πανταχῇ δὲ δύσποτμα.

ἐπεὶ τάχιστ' ἤρξαντο δαίμονες χόλουστάσις τ' ἐν ἀλλήλοισιν ὠροθύνετο, 200οἱ μὲν θέλοντες ἐκβαλεῖν ἕδρας Κρόνον,ὡς Ζεὺς ἀνάσσοι δῆθεν, οἱ δὲ τοὔμπαλινσπεύδοντες, ὡς Ζεὺς μήποτ' ἄρξειεν θεῶν,ἐνταῦθ' ἐγὼ τὰ λῷστα βουλεύων πιθεῖνΤιτᾶνας, Οὐρανοῦ τε καὶ Χθονὸς τέκνα, 205οὐκ ἠδυνήθην. αἱμύλας δὲ μηχανὰςἀτιμάσαντες καρτεροῖς φρονήμασινὤοντ' ἀμοχθὶ πρὸς βίαν τε δεσπόσειν.ἐμοὶ δὲ μήτηρ οὐχ ἅπαξ μόνον Θέμιςκαὶ Γαῖα, πολλῶν ὀνομάτων μορφὴ μία, 210τὸ μέλλον ἧ κρανοῖτο προυτεθεσπίκει,ὡς οὐ κατ' ἰσχὺν οὐδὲ πρὸς τὸ καρτερὸνχρείη, δόλῳ δέ, τοὺς ὑπερσχόντας κρατεῖν.τοιαῦτ' ἐμοῦ λόγοισιν ἐξηγουμένουοὐκ ἠξίωσαν οὐδὲ προσβλέψαι τὸ πᾶν. 215κράτιστα δή μοι τῶν παρεστώτων τότεἐφαίνετ' εἶναι προσλαβόντα μητέραἑκόνθ' ἑκόντι Ζηνὶ συμπαραστατεῖν.ἐμαῖς δὲ βουλαῖς Ταρτάρου μελαμβαθὴςκευθμὼν καλύπτει τὸν παλαιγενῆ Κρόνον 220αὐτοῖσι συμμάχοισι. τοιάδ' ἐξ ἐμοῦὁ τῶν θεῶν τύραννος ὠφελημένοςκακαῖσι ποιναῖς ταῖσδέ μ' ἐξημείψατο.ἔνεστι γάρ πως τοῦτο τῇ τυραννίδινόσημα, τοῖς φίλοισι μὴ πεποιθέναι. 225ὃ δ' οὖν ἐρωτᾶτ', αἰτίαν καθ' ἥντινααἰκίζεταί με, τοῦτο δὴ σαφηνιῶ.ὅπως τάχιστα τὸν πατρῷον ἐς θρόνονκαθέζετ', εὐθὺς δαίμοσιν νέμει γέραἄλλοισιν ἄλλα, καὶ διεστοιχίζετο 230ἀρχήν, βροτῶν δὲ τῶν ταλαιπώρων λόγονοὐκ ἔσχεν οὐδέν', ἀλλ' ἀιστώσας γένοςτὸ πᾶν ἔχρῃζεν ἄλλο φιτῦσαι νέον.καὶ τοῖσιν οὐδεὶς ἀντέβαινε πλὴν ἐμοῦ.ἐγὼ δ' ἐτόλμησ'. ἐξελυσάμην βροτοὺς 235τὸ μὴ διαῤῥαισθέντας εἰς Ἅιδου μολεῖν.τῷ τοι τοιαῖσδε πημοναῖσι κάμπτομαι,πάσχειν μὲν ἀλγειναῖσιν, οἰκτραῖσιν δ' ἰδεῖν.θνητοὺς δ' ἐν οἴκτῳ προθέμενος, τούτου τυχεῖνοὐκ ἠξιώθην αὐτός, ἀλλὰ νηλεῶς 240ὧδ' ἐῤῥύθμισμαι, Ζηνὶ δυσκλεὴς θέα.

ΧΟ.

σιδηρόφρων τοι κἀκ πέτρας εἰργασμένοςὅστις, Προμηθεῦ, σοῖσιν οὐ συνασχαλᾷμόχθοις. ἐγὼ γὰρ οὔτ' ἂν εἰσιδεῖν τάδεἔχρῃζον εἰσιδοῦσά τ' ἠλγύνθην κέαρ. 245

ΠΡ.

καὶ μὴν φίλοις ἐλεινὸς εἰσορᾶν ἐγώ.

Page 5: Προμηθεύς Δεσμώτης

5

ΧΟ.

μή πού τι προύβης τῶνδε καὶ περαιτέρω;

ΠΡ.

θνητούς γ' ἔπαυσα μὴ προδέρκεσθαι μόρον.

ΧΟ.

τὸ ποῖον εὑρὼν τῆσδε φάρμακον νόσου;

ΠΡ.

τυφλὰς ἐν αὐτοῖς ἐλπίδας κατῴκισα. 250

ΧΟ.

μέγ' ὠφέλημα τοῦτ' ἐδωρήσω βροτοῖς.

ΠΡ.

πρὸς τοῖσδε μέντοι πῦρ ἐγώ σφιν ὤπασα.

ΧΟ.

καὶ νῦν φλογωπὸν πῦρ ἔχουσ' ἐφήμεροι;

ΠΡ.

ἀφ' οὗ γε πολλὰς ἐκμαθήσονται τέχνας.

ΧΟ.

τοιοῖσδε δή σε Ζεὺς ἐπ' αἰτιάμασιν_ 255

ΠΡ.

αἰκίζεταί γε κοὐδαμῇ χαλᾷ κακῶν.

ΧΟ.

οὐδ' ἔστιν ἄθλου τέρμα σοι προκείμενον;

ΠΡ.

οὐκ ἄλλο γ' οὐδέν, πλὴν ὅταν κείνῳ δοκῇ.

ΧΟ.

δόξει δὲ πῶς; τίς ἐλπίς; οὐχ ὁρᾷς ὅτιἥμαρτες; ὡς δ' ἥμαρτες οὔτ' ἐμοὶ λέγειν 260καθ' ἡδονὴν σοί τ' ἄλγος. ἀλλὰ ταῦτα μὲνμεθῶμεν, ἄθλου δ' ἔκλυσιν ζήτει τινά.

ΠΡ.

ἐλαφρὸν ὅστις πημάτων ἔξω πόδαἔχει παραινεῖν νουθετεῖν τε τοὺς κακῶςπράσσοντας. εὖ δὲ ταῦτα πάντ' ἠπιστάμην. 265ἑκὼν ἑκὼν ἥμαρτον, οὐκ ἀρνήσομαι.θνητοῖς ἀρήγων αὐτὸς ηὑρόμην πόνους.οὐ μήν τι ποιναῖς γ' ᾠόμην τοίαισί μεκατισχνανεῖσθαι πρὸς πέτραις πεδαρσίοις,τυχόντ' ἐρήμου τοῦδ' ἀγείτονος πάγου. 270καί μοι τὰ μὲν παρόντα μὴ δύρεσθ' ἄχη,πέδοι δὲ βᾶσαι τὰς προσερπούσας τύχαςἀκούσαθ', ὡς μάθητε διὰ τέλους τὸ πᾶν.πίθεσθέ μοι, πίθεσθε, συμπονήσατετῷ νῦν μογοῦντι. ταὐτά τοι πλανωμένη 275πρὸς ἄλλοτ' ἄλλον πημονὴ προσιζάνει.

ΧΟ.

οὐκ ἀκούσαις ἐπεθώυξαςτοῦτο, Προμηθεῦ. καὶ νῦν ἐλαφρῷποδὶ κραιπνόσυτον θᾶκον προλιποῦσ'αἰθέρα θ' ἁγνὸν πόρον οἰωνῶν, 280ὀκριοέσσῃ χθονὶ τῇδε πελῶ,τοὺς σοὺς δὲ πόνουςχρῄζω διὰ παντὸς ἀκοῦσαι.

ΩΚΕΑΝΟΣ

ἥκω δολιχῆς τέρμα κελεύθουδιαμειψάμενος πρὸς σέ, Προμηθεῦ, 285τὸν πτερυγωκῆ τόνδ' οἰωνὸνγνώμῃ στομίων ἄτερ εὐθύνων.ταῖς σαῖς δὲ τύχαις, ἴσθι, συναλγῶ.τό τε γάρ με, δοκῶ, ξυγγενὲς οὕτωςἐπαναγκάζει, 290χωρίς τε γένους οὐκ ἔστιν ὅτῳμείζονα μοῖραν νείμαιμ' ἢ σοί.γνώσῃ δὲ τάδ' ὡς ἔτυμ', οὐδὲ μάτηνχαριτογλωσσεῖν ἔνι μοι. φέρε γὰρσήμαιν' ὅ τι χρή σοι συμπράσσειν. 295οὐ γάρ ποτ' ἐρεῖς ὡς Ὠκεανοῦφίλος ἐστὶ βεβαιότερός σοι.

Page 6: Προμηθεύς Δεσμώτης

6

ΠΡ.

ἔα. τί χρῆμα; καὶ σὺ δὴ πόνων ἐμῶνἥκεις ἐπόπτης; πῶς ἐτόλμησας, λιπὼνἐπώνυμόν τε ῥεῦμα καὶ πετρηρεφῆ 300αὐτόκτιτ' ἄντρα, τὴν σιδηρομήτοραἐλθεῖν ἐς αἶαν; ἦ θεωρήσων τύχαςἐμὰς ἀφῖξαι καὶ συνασχαλῶν κακοῖς;δέρκου θέαμα, τόνδε τὸν Διὸς φίλον,τὸν συγκαταστήσαντα τὴν τυραννίδα, 305οἵαις ὑπ' αὐτοῦ πημοναῖσι κάμπτομαι.

ΩΚ.

ὁρῶ, Προμηθεῦ, καὶ παραινέσαι γέ σοιθέλω τὰ λῷστα, καίπερ ὄντι ποικίλῳ.γίγνωσκε σαυτὸν καὶ μεθάρμοσαι τρόπουςνέους. νέος γὰρ καὶ τύραννος ἐν θεοῖς. 310εἰ δ' ὧδε τραχεῖς καὶ τεθηγμένους λόγουςῥίψεις, τάχ' ἄν σου καὶ μακρὰν ἀνωτέρωθακῶν κλύοι Ζεύς, ὥστε σοι τὸν νῦν ὄχλονπαρόντα μόχθων παιδιὰν εἶναι δοκεῖν.ἀλλ', ὦ ταλαίπωρ', ἃς ἔχεις ὀργὰς ἄφες, 315ζήτει δὲ τῶνδε πημάτων ἀπαλλαγάς.ἀρχαῖ' ἴσως σοι φαίνομαι λέγειν τάδε.τοιαῦτα μέντοι τῆς ἄγαν ὑψηγόρουγλώσσης, Προμηθεῦ, τἀπίχειρα γίγνεται.σὺ δ' οὐδέπω ταπεινὸς οὐδ' εἴκεις κακοῖς, 320πρὸς τοῖς παροῦσι δ' ἄλλα προσλαβεῖν θέλεις.οὔκουν ἔμοιγε χρώμενος διδασκάλῳπρὸς κέντρα κῶλον ἐκτενεῖς, ὁρῶν ὅτιτραχὺς μόναρχος οὐδ' ὑπεύθυνος κρατεῖ.καὶ νῦν ἐγὼ μὲν εἶμι καὶ πειράσομαι 325ἐὰν δύνωμαι τῶνδέ σ' ἐκλῦσαι πόνων.σὺ δ' ἡσύχαζε μηδ' ἄγαν λαβροστόμει.ἢ οὐκ οἶσθ' ἀκριβῶς ὢν περισσόφρων ὅτιγλώσσῃ ματαίᾳ ζημία προστρίβεται;

ΠΡ.

ζηλῶ σ' ὁθούνεκ' ἐκτὸς αἰτίας κυρεῖς, 330πάντων μετασχὼν καὶ τετολμηκὼς ἐμοί.καὶ νῦν ἔασον μηδέ σοι μελησάτω.πάντως γὰρ οὐ πείσεις νιν. οὐ γὰρ εὐπιθής.πάπταινε δ' αὐτὸς μή τι πημανθῇς ὁδῷ.

ΩΚ.

πολλῷ γ' ἀμείνων τοὺς πέλας φρενοῦν ἔφυς 335ἢ σαυτόν. ἔργῳ κοὐ λόγῳ τεκμαίρομαι.ὁρμώμενον δὲ μηδαμῶς ἀντισπάσῃς.αὐχῶ γάρ, αὐχῶ, τήνδε δωρειὰν ἐμοὶδώσειν Δί', ὥστε τῶνδέ σ' ἐκλῦσαι πόνων.

ΠΡ.

τὰ μέν σ' ἐπαινῶ κοὐδαμῇ λήξω ποτέ. 340προθυμίας γὰρ οὐδὲν ἐλλείπεις. ἀτὰρμηδὲν πόνει. μάτην γὰρ οὐδὲν ὠφελῶνἐμοὶ πονήσεις, εἴ τι καὶ πονεῖν θέλεις.ἀλλ' ἡσύχαζε σαυτὸν ἐκποδὼν ἔχων.ἐγὼ γὰρ οὐκ εἰ δυστυχῶ, τοῦδ' εἵνεκα 345θέλοιμ' ἂν ὡς πλείστοισι πημονὰς τυχεῖν.οὐ δῆτ', ἐπεί με καὶ κασιγνήτου τύχαιτείρουσ' Ἄτλαντος, ὃς πρὸς ἑσπέρους τόπουςἕστηκε κίον' οὐρανοῦ τε καὶ χθονὸςὤμοις ἐρείδων, ἄχθος οὐκ εὐάγκαλον. 350τὸν γηγενῆ τε Κιλικίων οἰκήτοραἄντρων ἰδὼν ὤκτιρα, δάιον τέρας,ἑκατογκάρανον πρὸς βίαν χειρούμενον,Τυφῶνα θοῦρον. ὃς πᾶσιν ἀντέστη θεοῖς,σμερδναῖσι γαμφηλαῖσι συρίζων φόβον, 355ἐξ ὀμμάτων δ' ἤστραπτε γοργωπὸν σέλας,ὡς τὴν Διὸς τυραννίδ' ἐκπέρσων βίᾳ.ἀλλ' ἦλθεν αὐτῷ Ζηνὸς ἄγρυπνον βέλος,καταιβάτης κεραυνὸς ἐκπνέων φλόγα,ὃς αὐτὸν ἐξέπληξε τῶν ὑψηγόρων 360κομπασμάτων. φρένας γὰρ εἰς αὐτὰς τυπεὶςἐφεψαλώθη κἀξεβροντήθη σθένος.καὶ νῦν ἀχρεῖον καὶ παράορον δέμαςκεῖται στενωποῦ πλησίον θαλασσίουἰπούμενος ῥίζαισιν Αἰτναίαις ὕπο. 365κορυφαῖς δ' ἐν ἄκραις ἥμενος μυδροκτυπεῖἭφαιστος, ἔνθεν ἐκραγήσονταί ποτεποταμοὶ πυρὸς δάπτοντες ἀγρίαις γνάθοιςτῆς καλλικάρπου Σικελίας λευροὺς γύας.τοιόνδε Τυφὼς ἐξαναζέσει χόλον 370θερμοῖς ἀπλάτου βέλεσι πυρπνόου ζάλης,καίπερ κεραυνῷ Ζηνὸς ἠνθρακωμένος.σὺ δ' οὐκ ἄπειρος, οὐδ' ἐμοῦ διδασκάλουχρῄζεις. σεαυτὸν σῷζ' ὅπως ἐπίστασαι.ἐγὼ δὲ τὴν παροῦσαν ἀντλήσω τύχην, 375ἔστ' ἂν Διὸς φρόνημα λωφήσῃ χόλου.

ΩΚ.

οὔκουν, Προμηθεῦ, τοῦτο γιγνώσκεις, ὅτιὀργῆς νοσούσης εἰσὶν ἰατροὶ λόγοι;

ΠΡ.

ἐάν τις ἐν καιρῷ γε μαλθάσσῃ κέαρκαὶ μὴ σφριγῶντα θυμὸν ἰσχναίνῃ βίᾳ. 380

ΩΚ.

ἐν τῷ προθυμεῖσθαι δὲ καὶ τολμᾶν τίναὁρᾷς ἐνοῦσαν ζημίαν; δίδασκέ με.

Page 7: Προμηθεύς Δεσμώτης

7

ΠΡ.

μόχθον περισσὸν κουφόνουν τ' εὐηθίαν.

ΩΚ.

ἔα με τῇδε τῇ νόσῳ νοσεῖν, ἐπεὶκέρδιστον εὖ φρονοῦντα μὴ φρονεῖν δοκεῖν. 385

ΠΡ.

ἐμὸν δοκήσει τἀμπλάκημ' εἶναι τόδε.

ΩΚ.

σαφῶς μ' ἐς οἶκον σὸς λόγος στέλλει πάλιν.

ΠΡ.

μὴ γάρ σε θρῆνος οὑμὸς εἰς ἔχθραν βάλῃ.

ΩΚ.

ἦ τῷ νέον θακοῦντι παγκρατεῖς ἕδρας;

ΠΡ.

τούτου φυλάσσου μή ποτ' ἀχθεσθῇ κέαρ. 390

ΩΚ.

ἡ σή, Προμηθεῦ, συμφορὰ διδάσκαλος.

ΠΡ.

στέλλου, κομίζου, σῷζε τὸν παρόντα νοῦν.

ΩΚ.

ὁρμωμένῳ μοι τόνδ' ἐθώυξας λόγον.λευρὸν γὰρ οἷμον αἰθέρος ψαίρει πτεροῖςτετρασκελὴς οἰωνός. ἄσμενος δέ τἂν 395σταθμοῖς ἐν οἰκείοισι κάμψειεν γόνυ.

Στάσιμος αʹ (397 - 435)

ΧΟΡΟΣ

στένω σε τᾶς [στρ. α.]οὐλομένας τύχας, Προμηθεῦ.δακρυσίστακτον δ' ἀπ' ὄσσωνῥαδινῶν λειβομένα ῥέος παρειὰν 400νοτίοις ἔτεγξα παγαῖς.ἀμέγαρτα γὰρ τάδε Ζεὺςἰδίοις νόμοις κρατύνωνὑπερήφανον θεοῖς τοῖςπάρος ἐνδείκνυσιν αἰχμάν. 405πρόπασα δ' ἤδη [ἀντ. α.]στονόεν λέλακε χώρα,μεγαλοσχήμονά τ' ἀρχαι-οπρεπῆ στένουσι τὰν σὰνξυνομαιμόνων τε τιμάν. 410ὁπόσοι τ' ἔποικον ἁγνᾶςἈσίας ἕδος νέμονται,μεγαλοστόνοισι σοῖς πή-μασι συγκάμνουσι θνατοί.Κολχίδος τε γᾶς ἔνοικοι [στρ. β.] 415παρθένοι, μάχας ἄτρεστοι,καὶ Σκύθης ὅμιλος, οἳ γᾶςἔσχατον τόπον ἀμφὶ Μαι-ῶτιν ἔχουσι λίμναν,Ἀραβίας τ' ἄρειον ἄνθος, [ἀντ. β.] 420ὑψίκρημνον οἳ πόλισμαΚαυκάσου πέλας νέμονται,δάιος στρατός, ὀξυπρῴ-ροισι βρέμων ἐν αἰχμαῖς.μόνον δὴ πρόσθεν ἄλλον ἐν πόνοις 425δαμέντ' ἀκαμαντοδέτοιςΤιτᾶνα λύμαις εἰσιδόμαν, θεὸνἌτλανθ', ὃς αἰὲν ὑπέροχον σθένος κραταιὸν... οὐράνιόν τε πόλοννώτοις ὑποστενάζει. 430βοᾷ δὲ πόντιος κλύδωνξυμπίτνων, στένει βυθός,κελαινὸς [δ'] Ἄιδος ὑποβρέμει μυχὸς γᾶς,παγαί θ' ἁγνορύτων ποταμῶνστένουσιν ἄλγος οἰκτρόν. 435

Ἐπεισόδια βʹ (436 - 525)

ΠΡ.

μή τοι χλιδῇ δοκεῖτε μηδ' αὐθαδίᾳσιγᾶν με. συννοίᾳ δὲ δάπτομαι κέαρ,ὁρῶν ἐμαυτὸν ὧδε προυσελούμενον.καίτοι θεοῖσι τοῖς νέοις τούτοις γέρατίς ἄλλος ἢ 'γὼ παντελῶς διώρισεν; 440ἀλλ' αὐτὰ σιγῶ. καὶ γὰρ εἰδυίαισιν ἂνὑμῖν λέγοιμι. τἀν βροτοῖς δὲ πήματαἀκούσαθ', ὥς σφας νηπίους ὄντας τὸ πρὶν

Page 8: Προμηθεύς Δεσμώτης

8

ἔννους ἔθηκα καὶ φρενῶν ἐπηβόλους.λέξω δέ, μέμψιν οὔτιν' ἀνθρώποις ἔχων, 445ἀλλ' ὧν δέδωκ' εὔνοιαν ἐξηγούμενος.οἳ πρῶτα μὲν βλέποντες ἔβλεπον μάτην,κλύοντες οὐκ ἤκουον, ἀλλ' ὀνειράτωνἀλίγκιοι μορφαῖσι τὸν μακρὸν βίονἔφυρον εἰκῇ πάντα, κοὔτε πλινθυφεῖς 450δόμους προσείλους ἦσαν, οὐ ξυλουργίαν.κατώρυχες δ' ἔναιον ὥστ' ἀήσυροιμύρμηκες ἄντρων ἐν μυχοῖς ἀνηλίοις.ἦν δ' οὐδὲν αὐτοῖς οὔτε χείματος τέκμαροὔτ' ἀνθεμώδους ἦρος οὔτε καρπίμου 455θέρους βέβαιον, ἀλλ' ἄτερ γνώμης τὸ πᾶνἔπρασσον, ἔστε δή σφιν ἀντολὰς ἐγὼἄστρων ἔδειξα τάς τε δυσκρίτους δύσεις.καὶ μὴν ἀριθμόν, ἔξοχον σοφισμάτων,ἐξηῦρον αὐτοῖς, γραμμάτων τε συνθέσεις, 460μνήμην ἁπάντων, μουσομήτορ' ἐργάνην.κἄζευξα πρῶτος ἐν ζυγοῖσι κνώδαλαζεύγλαισι δουλεύοντα σώμασίν θ' ὅπωςθνητοῖς μεγίστων διάδοχοι μοχθημάτωνγένοινθ', ὑφ' ἅρμα τ' ἤγαγον φιληνίους 465ἵππους, ἄγαλμα τῆς ὑπερπλούτου χλιδῆς.θαλασσόπλαγκτα δ' οὔτις ἄλλος ἀντ' ἐμοῦλινόπτερ' ηὗρε ναυτίλων ὀχήματα.τοιαῦτα μηχανήματ' ἐξευρὼν τάλαςβροτοῖσιν, αὐτὸς οὐκ ἔχω σόφισμ' ὅτῳ 470τῆς νῦν παρούσης πημονῆς ἀπαλλαγῶ.

ΧΟ.

πέπονθας αἰκὲς πῆμ' ἀποσφαλεὶς φρενῶνπλάνῃ, κακὸς δ' ἰατρὸς ὥς τις ἐς νόσονπεσὼν ἀθυμεῖς καὶ σεαυτὸν οὐκ ἔχειςεὑρεῖν ὁποίοις φαρμάκοις ἰάσιμος. 475

ΠΡ.

τὰ λοιπά μου κλύουσα θαυμάσῃ πλέον,οἵας τέχνας τε καὶ πόρους ἐμησάμην.τὸ μὲν μέγιστον, εἴ τις ἐς νόσον πέσοι,οὐκ ἦν ἀλέξημ' οὐδέν, οὔτε βρώσιμον,οὐ χριστόν, οὐδὲ πιστόν, ἀλλὰ φαρμάκων 480χρείᾳ κατεσκέλλοντο, πρίν γ' ἐγώ σφισινἔδειξα κράσεις ἠπίων ἀκεσμάτων,αἷς τὰς ἁπάσας ἐξαμύνονται νόσους.τρόπους τε πολλοὺς μαντικῆς ἐστοίχισα,κἄκρινα πρῶτος ἐξ ὀνειράτων ἃ χρὴ 485ὕπαρ γενέσθαι, κληδόνας τε δυσκρίτουςἐγνώρισ' αὐτοῖς ἐνοδίους τε συμβόλους.γαμψωνύχων τε πτῆσιν οἰωνῶν σκεθρῶςδιώρισ', οἵτινές τε δεξιοὶ φύσινεὐωνύμους τε, καὶ δίαιταν ἥντινα 490ἔχουσ' ἕκαστοι, καὶ πρὸς ἀλλήλους τίνεςἔχθραι τε καὶ στέργηθρα καὶ συνεδρίαι.σπλάγχνων τε λειότητα, καὶ χροιὰν τίνα

ἔχουσ' ἂν εἴη δαίμοσιν πρὸς ἡδονὴνχολή, λοβοῦ τε ποικίλην εὐμορφίαν. 495κνίσῃ τε κῶλα συγκαλυπτὰ καὶ μακρὰνὀσφῦν πυρώσας δυστέκμαρτον εἰς τέχνηνὥδωσα θνητούς, καὶ φλογωπὰ σήματαἐξωμμάτωσα, πρόσθεν ὄντ' ἐπάργεμα.τοιαῦτα μὲν δὴ ταῦτ'. ἔνερθε δὲ χθονὸς 500κεκρυμμέν' ἀνθρώποισιν ὠφελήματα,χαλκόν, σίδηρον, ἄργυρον χρυσόν τε, τίςφήσειεν ἂν πάροιθεν ἐξευρεῖν ἐμοῦοὐδείς, σάφ' οἶδα, μὴ μάτην φλῦσαι θέλων.βραχεῖ δὲ μύθῳ πάντα συλλήβδην μάθε, 505πᾶσαι τέχναι βροτοῖσιν ἐκ Προμηθέως.

ΧΟ.

μή νυν βροτοὺς μὲν ὠφέλει καιροῦ πέρα,σαυτοῦ δ' ἀκήδει δυστυχοῦντος. ὡς ἐγὼεὔελπίς εἰμι τῶνδέ σ' ἐκ δεσμῶν ἔτιλυθέντα μηδὲν μεῖον ἰσχύσειν Διός. 510

ΠΡ.

οὐ ταῦτα ταύτῃ Μοῖρά πω τελεσφόροςκρᾶναι πέπρωται, μυρίαις δὲ πημοναῖςδύαις τε καμφθεὶς ὧδε δεσμὰ φυγγάνω.τέχνη δ' ἀνάγκης ἀσθενεστέρα μακρῷ.

ΧΟ.

τίς οὖν ἀνάγκης ἐστὶν οἰακοστρόφος; 515

ΠΡ.

Μοῖραι τρίμορφοι μνήμονές τ' Ἐρινύες.

ΧΟ.

τούτων ἄρα Ζεύς ἐστιν ἀσθενέστερος;

ΠΡ.

οὔκουν ἂν ἐκφύγοι γε τὴν πεπρωμένην.

ΧΟ.

τί γὰρ πέπρωται Ζηνὶ πλὴν ἀεὶ κρατεῖν;

Page 9: Προμηθεύς Δεσμώτης

9

ΠΡ.

τοῦτ' οὐκέτ' ἂν πύθοιο, μηδὲ λιπάρει. 520

ΧΟ.

ἦ πού τι σεμνόν ἐστιν ὃ ξυναμπέχεις.

ΠΡ.

ἄλλου λόγου μέμνησθε, τόνδε δ' οὐδαμῶςκαιρὸς γεγωνεῖν, ἀλλὰ συγκαλυπτέοςὅσον μάλιστα. τόνδε γὰρ σῴζων ἐγὼδεσμοὺς ἀεικεῖς καὶ δύας ἐκφυγγάνω. 525

Στάσιμος βʹ (526 - 560)

ΧΟΡΟΣ

μηδάμ' ὁ πάντα νέμωνθεῖτ' ἐμᾷ γνώμᾳ κράτος ἀντίπαλον Ζεύς,μηδ' ἐλινύσαιμι θεοὺς ὁσίαις 530θοίναις ποτινισσομέναβουφόνοις παρ' Ὠκεανοῦ πατρὸς ἄσβεστον πόρον,μηδ' ἀλίτοιμι λόγοις.ἀλλά μοι τόδ' ἐμμένοι 535καὶ μήποτ' ἐκτακείη.ἡδύ τι θαρσαλέαιςτὸν μακρὸν τείνειν βίον ἐλπίσι, φαναῖςθυμὸν ἀλδαίνουσαν ἐν εὐφροσύναις, 540φρίσσω δέ σε δερκομέναμυρίοις μόχθοις διακναιόμενον.Ζῆνα γὰρ οὐ τρομέωνἰδίᾳ γνώμᾳ σέβῃθνατοὺς ἄγαν, Προμηθεῦ.φέρε, πῶς χάρις ἁ χάρις, ὦ 545φίλος; εἰπέ, ποῦ τις ἀλκά;τίς ἐφαμερίων ἄρηξις; οὐδ' ἐδέρχθηςὀλιγοδρανίαν ἄκικυν,ἰσόνειρον, ἇ τὸ φωτῶνἀλαὸν γένος ἐμπεποδισμένον; οὔποτε 550τὰν Διὸς ἁρμονίαν θνατῶν παρεξίασι βουλαί.ἔμαθον τάδε σὰς προσιδοῦσ'ὀλοὰς τύχας, Προμηθεῦ.τὸ διαμφίδιον δέ μοι μέλος προσέπτα 555τόδ' ἐκεῖνό θ' ὅ τ' ἀμφὶ λουτρὰκαὶ λέχος σὸν ὑμεναίουνἰότατι γάμων, ὅτε τὰν ὁμοπάτριον ἕδνοιςἄγαγες Ἡσιόναν πιθὼν δάμαρτα κοινόλεκτρον. 560

Ἐπεισόδια γʹ (561 - 886)

ΙΩ

τίς γῆ τί γένος; τίνα φῶ λεύσσειντόνδε χαλινοῖς ἐν πετρίνοισιν χειμαζόμενον;τίνος ἀμπλακίας ποινὰς ὀλέκῃσήμηνον ὅποιγῆς ἡ μογερὰ πεπλάνημαι. 565ἆ ἆ, ἓ ἕ.χρίει τίς αὖ με τὰν τάλαιναν οἶστρος;εἴδωλον Ἄργου γηγενοῦς. ἄλευ', ἆ δᾶ. φοβοῦμαι,τὸν μυριωπὸν εἰσορῶσα βούταν.ὁ δὲ πορεύεται δόλιον ὄμμ' ἔχων, 570ὃν οὐδὲ κατθανόντα γαῖα κεύθει.ἀλλ' ἐμὲ τὰν τάλαινανἐξ ἐνέρων περῶν κυναγεῖ, πλανᾷτε νῆστιν ἀνὰ τὰν παραλίαν ψάμμον.ὑπὸ δὲ κηρόπλαστος ὀτοβεῖ δόναξ [στρ. α.]ἀχέτας ὑπνοδόταν νόμον. 575ἰὼ ἰὼ πόποι, ποῖ μ' ἄγουσι τηλέπλαγκτοι πλάναι;τί ποτέ μ', ὦ Κρόνιε παῖ, τί ποτε ταῖσδ'ἐνέζευξας εὑρὼν ἁμαρτοῦσαν ἐν πημοναῖσιν,ἓ ἕ.οἰστρηλάτῳ δὲ δείματι δειλαίαν 580παράκοπον ὧδε τείρεις;πυρί <με> φλέξον, ἢ χθονὶ κάλυψον, ἢποντίοις δάκεσι δὸς βοράν,μηδέ μοι φθονήσῃς εὐγμάτων, ἄναξ.ἄδην με πολύπλανοι πλάναι 585γεγυμνάκασιν, οὐδ' ἔχω μαθεῖν ὅπῃπημονὰς ἀλύξω.κλύεις φθέγμα τᾶς βούκερω παρθένου;

ΠΡ.

πῶς δ' οὐ κλύω τῆς οἰστροδινήτου κόρηςτῆς Ἰναχείας, ἣ Διὸς θάλπει κέαρ 590ἔρωτι, καὶ νῦν τοὺς ὑπερμήκεις δρόμουςἭρᾳ στυγητὸς πρὸς βίαν γυμνάζεται;

ΙΩ.

πόθεν ἐμοῦ σὺ πατρὸς ὄνομ' ἀπύεις; {[ἀντ. α.}εἰπέ μοι τᾷ μογερᾷ τίς ὤν,τίς ἄρα μ', ὦ τάλας, [τὰν] ταλαίπωρον ὧδ' ἔτυμαπροσ-θροεῖς, 595θεόσυτόν τε νόσον ὠνόμασας, ἃμαραίνει με χρίουσα κέντροισι φοιταλέοισιν;ἓ ἕ.σκιρτημάτων δὲ νήστισιν αἰκείαις 600λαβρόσυτος ἦλθον, <Ἥρας>ἐπικότοισι μήδεσι δαμεῖσα. δυσ-δαιμόνων δὲ τίνες οἵ, ἓ ἕ,οἷ' ἐγὼ μογοῦσιν;ἀλλά μοι τορῶςτέκμηρον ὅ τι μ' ἐπαμμένει 605παθεῖν. τί μῆχαρ, ἢ τί φάρμακον νόσου;δεῖξον, εἴπερ οἶσθα.θρόει, φράζε τᾷ δυσπλάνῳ παρθένῳ.

Page 10: Προμηθεύς Δεσμώτης

10

ΠΡ.

λέξω τορῶς σοι πᾶν ὅπερ χρῄζεις μαθεῖν,οὐκ ἐμπλέκων αἰνίγματ', ἀλλ' ἁπλῷ λόγῳ, 610ὥσπερ δίκαιον πρὸς φίλους οἴγειν στόμα.πυρὸς βροτοῖς δοτῆρ' ὁρᾷς Προμηθέα.

ΙΩ.

ὦ κοινὸν ὠφέλημα θνητοῖσιν φανείς,τλῆμον Προμηθεῦ, τοῦ δίκην πάσχεις τάδε;

ΠΡ.

ἁρμοῖ πέπαυμαι τοὺς ἐμοὺς θρηνῶν πόνους. 615

ΙΩ.

οὔκουν πόροις ἂν τήνδε δωρειὰν ἐμοί;

ΠΡ.

λέγ' ἥντιν' αἰτεῖ. πᾶν γὰρ ἂν πύθοιό μου.

ΙΩ.

σήμηνον ὅστις ἐν φάραγγί σ' ὤχμασεν.

ΠΡ.

βούλευμα μὲν τὸ Δῖον, Ἡφαίστου δὲ χείρ.

ΙΩ.

ποινὰς δὲ ποίων ἀμπλακημάτων τίνεις; 620

ΠΡ.

τοσοῦτον ἀρκῶ σοι σαφηνίσας μόνον.

ΙΩ.

καὶ πρός γε τούτοις τέρμα τῆς ἐμῆς πλάνηςδεῖξον, τίς ἔσται τῇ ταλαιπώρῳ χρόνος.

ΠΡ.

τὸ μὴ μαθεῖν σοι κρεῖσσον ἢ μαθεῖν τάδε.

ΙΩ.

μήτοι με κρύψῃς τοῦθ' ὅπερ μέλλω παθεῖν. 625

ΠΡ.

ἀλλ' οὐ μεγαίρω τοῦδέ σοι δωρήματος.

ΙΩ.

τί δῆτα μέλλεις μὴ οὐ γεγωνίσκειν τὸ πᾶν;

ΠΡ.

φθόνος μὲν οὐδείς, σὰς δ' ὀκνῶ θράξαι φρένας.

ΙΩ.

μή μου προκήδου μᾶσσον ὧν ἐμοὶ γλυκύ.

ΠΡ.

ἐπεὶ προθυμῇ, χρὴ λέγειν. ἄκουε δή. 630

ΧΟ.

μήπω γε. μοῖραν δ' ἡδονῆς κἀμοὶ πόρε.τὴν τῆσδε πρῶτον ἱστορήσωμεν νόσον,αὐτῆς λεγούσης τὰς πολυφθόρους τύχας.τὰ λοιπὰ δ' ἄθλων σοῦ διδαχθήτω πάρα.

ΠΡ.

σὸν ἔργον, Ἰοῖ, ταῖσδ' ὑπουργῆσαι χάριν, 635ἄλλως τε πάντως καὶ κασιγνήταις πατρός.ὡς τἀποκλαῦσαι κἀποδύρασθαι τύχαςἐνταῦθ', ὅπου μέλλοι τις οἴσεσθαι δάκρυπρὸς τῶν κλυόντων, ἀξίαν τριβὴν ἔχει.

ΙΩ.

Page 11: Προμηθεύς Δεσμώτης

11

οὐκ οἶδ' ὅπως ὑμῖν ἀπιστῆσαί με χρή, 640σαφεῖ δὲ μύθῳ πᾶν ὅπερ προσχρῄζετεπεύσεσθε. καίτοι καὶ λέγουσ' αἰσχύνομαιθεόσσυτον χειμῶνα καὶ διαφθορὰνμορφῆς, ὅθεν μοι σχετλίᾳ προσέπτατο.αἰεὶ γὰρ ὄψεις ἔννυχοι πωλεύμεναι 645ἐς παρθενῶνας τοὺς ἐμοὺς παρηγόρουνλείοισι μύθοις 'Ὦ μέγ' εὔδαιμον κόρη,τί παρθενεύῃ δαρόν, ἐξόν σοι γάμουτυχεῖν μεγίστου; Ζεὺς γὰρ ἱμέρου βέλειπρὸς σοῦ τέθαλπται καὶ συναίρεσθαι Κύπριν 650θέλει. σὺ δ', ὦ παῖ, μὴ 'πολακτίσῃς λέχοςτὸ Ζηνός, ἀλλ' ἔξελθε πρὸς Λέρνης βαθὺνλειμῶνα, ποίμνας βουστάσεις τε πρὸς πατρός,ὡς ἂν τὸ Δῖον ὄμμα λωφήσῃ πόθου.'τοιοῖσδε πάσας εὐφρόνας ὀνείρασι 655ξυνειχόμην δύστηνος, ἔστε δὴ πατρὶἔτλην γεγωνεῖν νυκτίφοιτ' ὀνείρατα.ὁ δ' ἔς τε Πυθὼ κἀπὶ Δωδώνης πυκνοὺςθεοπρόπους ἴαλλεν, ὡς μάθοι τί χρὴδρῶντ' ἢ λέγοντα δαίμοσιν πράσσειν φίλα. 660ἧκον δ' ἀναγγέλλοντες αἰολοστόμουςχρησμοὺς ἀσήμους δυσκρίτως τ' εἰρημένους.τέλος δ' ἐναργὴς βάξις ἦλθεν Ἰνάχῳσαφῶς ἐπισκήπτουσα καὶ μυθουμένηἔξω δόμων τε καὶ πάτρας ὠθεῖν ἐμέ, 665ἄφετον ἀλᾶσθαι γῆς ἐπ' ἐσχάτοις ὅροις,εἰ μὴ θέλοι πυρωπὸν ἐκ Διὸς μολεῖνκεραυνόν, ὃς πᾶν ἐξαϊστώσοι γένος.τοιοῖσδε πεισθεὶς Λοξίου μαντεύμασινἐξήλασέν με κἀπέκλῃσε δωμάτων 670ἄκουσαν ἄκων. ἀλλ' ἐπηνάγκαζέ νινΔιὸς χαλινὸς πρὸς βίαν πράσσειν τάδε.εὐθὺς δὲ μορφὴ καὶ φρένες διάστροφοιἦσαν, κεραστὶς δ', ὡς ὁρᾶτ', ὀξυστόμῳμύωπι χρισθεῖσ' ἐμμανεῖ σκιρτήματι 675ἦσσον πρὸς εὔποτόν τε Κερχνείας ῥέοςΛέρνης τε κρήνην. βουκόλος δὲ γηγενὴςἄκρατος ὀργὴν Ἄργος ὡμάρτει, πυκνοῖςὄσσοις δεδορκὼς τοὺς ἐμοὺς κατὰ στίβους.ἀπροσδόκητος δ' αὐτὸν αἰφνίδιος μόρος 680τοῦ ζῆν ἀπεστέρησεν. οἰστροπλὴξ δ' ἐγὼμάστιγι θείᾳ γῆν πρὸ γῆς ἐλαύνομαι.κλύεις τὰ πραχθέντ'. εἰ δ' ἔχεις εἰπεῖν ὅ τιλοιπὸν πόνων, σήμαινε μηδέ μ' οἰκτίσαςσύνθαλπε μύθοις ψευδέσιν. νόσημα γὰρ 685αἴσχιστον εἶναί φημι συνθέτους λόγους.

ΧΟ.

ἔα ἔα, ἄπεχε, φεῦ.οὔποτ' οὔποτ' ηὔχουν <ὧδε> ξένουςμολεῖσθαι λόγους ἐς ἀκοὰν ἐμάν,οὐδ' ὧδε δυσθέατα καὶ δύσοιστα 690πήματα λύμα[τα δείμα]τ' ἀμ-φήκει κέντρῳ ψύχειν ψυχὰν ἐμάν.ἰὼ ἰὼ μοῖρα μοῖρα,

πέφρικ' εἰσιδοῦσα πρᾶξιν Ἰοῦς. 695

ΠΡ.

πρῴ γε στενάζεις καὶ φόβου πλέα τις εἶ.ἐπίσχες ἔστ' ἂν καὶ τὰ λοιπὰ προσμάθῃς.

ΧΟ.

λέγ', ἐκδίδασκε. τοῖς νοσοῦσί τοι γλυκὺτὸ λοιπὸν ἄλγος προυξεπίστασθαι τορῶς.

ΠΡ.

τὴν πρίν γε χρείαν ἠνύσασθ' ἐμοῦ πάρα 700κούφως. μαθεῖν γὰρ τῆσδε πρῶτ' ἐχρῄζετετὸν ἀμφ' ἑαυτῆς ἆθλον ἐξηγουμένης.τὰ λοιπὰ νῦν ἀκούσαθ', οἷα χρὴ πάθητλῆναι πρὸς Ἥρας τήνδε τὴν νεάνιδα.σύ τ', Ἰνάχειον σπέρμα, τοὺς ἐμοὺς λόγους 705θυμῷ βάλ', ὡς ἂν τέρματ' ἐκμάθῃς ὁδοῦ.πρῶτον μὲν ἐνθένδ' ἡλίου πρὸς ἀντολὰςστρέψασα σαυτὴν στεῖχ' ἀνηρότους γύας.Σκύθας δ' ἀφίξῃ νομάδας, οἳ πλεκτὰς στέγαςπεδάρσιοι ναίουσ' ἐπ' εὐκύκλοις ὄχοις, 710ἑκηβόλοις τόξοισιν ἐξηρτυμένοι.οἷς μὴ πελάζειν, ἀλλ' ἁλιστόνοις πόδαςχρίμπτουσα ῥαχίαισιν ἐκπερᾶν χθόνα.λαιᾶς δὲ χειρὸς οἱ σιδηροτέκτονεςοἰκοῦσι Χάλυβες, οὓς φυλάξασθαί σε χρή, 715ἀνήμεροι γὰρ οὐδὲ πρόσπλατοι ξένοις.ἥξεις δ' ὑβριστὴν ποταμὸν οὐ ψευδώνυμον,ὃν μὴ περάσῃς, οὐ γὰρ εὔβατος περᾶν,πρὶν ἂν πρὸς αὐτὸν Καύκασον μόλῃς, ὀρῶνὕψιστον, ἔνθα ποταμὸς ἐκφυσᾷ μένος 720κροτάφων ἀπ' αὐτῶν. ἀστρογείτονας δὲ χρὴκορυφὰς ὑπερβάλλουσαν ἐς μεσημβρινὴνβῆναι κέλευθον, ἔνθ' Ἀμαζόνων στρατὸνἥξεις στυγάνορ', αἳ Θεμίσκυράν ποτεκατοικιοῦσιν ἀμφὶ Θερμώδονθ', ἵνα 725τραχεῖα πόντου Σαλμυδησσία γνάθος,ἐχθρόξενος ναύτῃσι, μητρυιὰ νεῶν.αὗταί σ' ὁδηγήσουσι καὶ μάλ' ἀσμένως.ἰσθμὸν δ' ἐπ' αὐταῖς στενοπόροις λίμνης πύλαιςΚιμμερικὸν ἥξεις, ὃν θρασυσπλάγχνως σε χρὴ 730λιποῦσαν αὐλῶν' ἐκπερᾶν Μαιωτικόν.ἔσται δὲ θνητοῖς εἰσαεὶ λόγος μέγαςτῆς σῆς πορείας, Βόσπορος δ' ἐπώνυμοςκεκλήσεται. λιποῦσα δ' Εὐρώπης πέδονἤπειρον ἥξεις Ἀσιάδα. ἆρ' ὑμῖν δοκεῖ 735ὁ τῶν θεῶν τύραννος ἐς τὰ πάνθ' ὁμῶςβίαιος εἶναι; τῇδε γὰρ θνητῇ θεὸςχρῄζων μιγῆναι τάσδ' ἐπέῤῥιψεν πλάνας.πικροῦ δ' ἔκυρσας, ὦ κόρη, τῶν σῶν γάμων

Page 12: Προμηθεύς Δεσμώτης

12

μνηστῆρος. οὓς γὰρ νῦν ἀκήκοας λόγους, 740εἶναι δόκει σοὶ μηδέπω 'ν προοιμίοις.

ΙΩ.

ἰώ μοί μοι. ἓ ἕ.

ΠΡ.

σὺ δ' αὖ κέκραγας κἀναμυχθίζῃ. τί πουδράσεις, ὅταν τὰ λοιπὰ πυνθάνῃ κακά;

ΧΟ.

ἦ γάρ τι λοιπὸν τῇδε πημάτων ἐρεῖς; 745

ΠΡ.

δυσχείμερόν γε πέλαγος ἀτηρᾶς δύης.

ΙΩ.

τί δῆτ' ἐμοὶ ζῆν κέρδος, ἀλλ' οὐκ ἐν τάχειἔῤῥιψ' ἐμαυτὴν τῆσδ' ἀπὸ στύφλου πέτρας,ὅπως πέδοι σκήψασα τῶν πάντων πόνωνἀπηλλάγην; κρεῖσσον γὰρ εἰσάπαξ θανεῖν 750ἢ τὰς ἁπάσας ἡμέρας πάσχειν κακῶς.

ΠΡ.

ἦ δυσπετῶν ἂν τοὺς ἐμοὺς ἄθλους φέροις,ὅτῳ θανεῖν μέν ἐστιν οὐ πεπρωμένον.αὕτη γὰρ ἦν ἂν πημάτων ἀπαλλαγή.νῦν δ' οὐδέν ἐστι τέρμα μοι προκείμενον 755μόχθων, πρὶν ἂν Ζεὺς ἐκπέσῃ τυραννίδος.

ΙΩ.

ἦ γάρ ποτ' ἔστιν ἐκπεσεῖν ἀρχῆς Δία;

ΠΡ.

ἥδοι' ἄν, οἶμαι, τήνδ' ἰδοῦσα συμφοράν.

ΙΩ.

πῶς δ' οὐκ ἄν, ἥτις ἐκ Διὸς πάσχω κακῶς;

ΠΡ.

ὡς τοίνυν ὄντων τῶνδε γαθεῖν σοι πάρα. 760

ΙΩ.

πρὸς τοῦ τύραννα σκῆπτρα συληθήσεται;

ΠΡ.

πρὸς αὐτὸς αὐτοῦ κενοφρόνων βουλευμάτων.

ΙΩ.

ποίῳ τρόπῳ σήμηνον, εἰ μή τις βλάβη.

ΠΡ.

γαμεῖ γάμον τοιοῦτον ὧ ποτ' ἀσχαλεῖ.

ΙΩ.

θέορτον, ἢ βρότειον; εἰ ῥητόν, φράσον. 765

ΠΡ.

τί δ' ὅντιν'; οὐ γὰρ ῥητὸν αὐδᾶσθαι τόδε.

ΙΩ.

ἦ πρὸς δάμαρτος ἐξανίσταται θρόνων;

ΠΡ.

ἣ τέξεταί γε παῖδα φέρτερον πατρός.

ΙΩ.

οὐδ' ἔστιν αὐτῷ τῆσδ' ἀποστροφὴ τύχης;

ΠΡ.

Page 13: Προμηθεύς Δεσμώτης

13

οὐ δῆτα, πλὴν ἔγωγ' ἂν ἐκ δεσμῶν λυθείς. 770

ΙΩ.

τίς οὖν ὁ λύσων ἐστὶν ἄκοντος Διός;

ΠΡ.

τῶν σῶν τιν' αὐτὸν ἐγγόνων εἶναι χρεών.

ΙΩ.

πῶς εἶπας; ἦ 'μὸς παῖς σ' ἀπαλλάξει κακῶν;

ΠΡ.

τρίτος γε γένναν πρὸς δέκ' ἄλλαισιν γοναῖς.

ΙΩ.

ἥδ' οὐκέτ' εὐξύμβλητος ἡ χρησμῳδία. 775

ΠΡ.

καὶ μηδὲ σαυτῆς ἐκμαθεῖν ζήτει πόνους.

ΙΩ.

μή μοι προτείνων κέρδος εἶτ' ἀποστέρει.

ΠΡ.

δυοῖν λόγοιν σε θατέρῳ δωρήσομαι.

ΙΩ.

ποίοιν; πρόδειξον, αἵρεσίν τ' ἐμοὶ δίδου.

ΠΡ.

δίδωμ'. ἑλοῦ γάρ, ἢ πόνων τὰ λοιπά σοι 780φράσω σαφηνῶς, ἢ τὸν ἐκλύσοντ' ἐμέ.

ΧΟ.

τούτων σὺ τὴν μὲν τῇδε, τὴν δ' ἐμοὶ χάρινθέσθαι θέλησον, μηδ' ἀτιμάσῃς λόγου.καὶ τῇδε μὲν γέγωνε τὴν λοιπὴν πλάνην,ἐμοὶ δὲ τὸν λύσοντα. τοῦτο γὰρ ποθῶ. 785

ΠΡ.

ἐπεὶ προθυμεῖσθ', οὐκ ἐναντιώσομαιτὸ μὴ οὐ γεγωνεῖν πᾶν ὅσον προσχρῄζετε.σοὶ πρῶτον, Ἰοῖ, πολύδονον πλάνην φράσω,ἣν ἐγγράφου σὺ μνήμοσιν δέλτοις φρενῶν.ὅταν περάσῃς ῥεῖθρον ἠπείροιν ὅρον, 790πρὸς ἀντολὰς φλογῶπας ἡλιοστιβεῖς . . . .&nbsp. . .πόντου περῶσα φλοῖσβον, ἔστ' ἂν ἐξίκῃπρὸς Γοργόνεια πεδία Κισθήνης, ἵνααἱ Φορκίδες ναίουσι, δηναιαὶ κόραιτρεῖς κυκνόμορφοι, κοινὸν ὄμμ' ἐκτημέναι, 795μονόδοντες, ἃς οὔθ' ἥλιος προσδέρκεταιἀκτῖσιν οὔθ' ἡ νύκτερος μήνη ποτέ.πέλας δ' ἀδελφαὶ τῶνδε τρεῖς κατάπτεροι,δρακοντόμαλλοι Γοργόνες βροτοστυγεῖς,ἃς θνητὸς οὐδεὶς εἰσιδὼν ἕξει πνοάς. 800τοιοῦτο μέν σοι τοῦτο φρούριον λέγω.ἄλλην δ' ἄκουσον δυσχερῆ θεωρίαν.ὀξυστόμους γὰρ Ζηνὸς ἀκραγεῖς κύναςγρῦπας φύλαξαι, τόν τε μουνῶπα στρατὸνἈριμασπὸν ἱπποβάμον', οἳ χρυσόῤῥυτον 805οἰκοῦσιν ἀμφὶ νᾶμα Πλούτωνος πόρου.τούτοις σὺ μὴ πέλαζε. τηλουρὸν δὲ γῆνἥξεις, κελαινὸν φῦλον, οἳ πρὸς ἡλίουναίουσι πηγαῖς, ἔνθα ποταμὸς Αἰθίοψ.τούτου παρ' ὄχθας ἕρφ', ἕως ἂν ἐξίκῃ 810καταβασμόν, ἔνθα Βυβλίνων ὀρῶν ἄποἵησι σεπτὸν Νεῖλος εὔποτον ῥέος.οὗτός σ' ὁδώσει τὴν τρίγωνον ἐς χθόναΝειλῶτιν, οὗ δὴ τὴν μακρὰν ἀποικίαν,Ἰοῖ, πέπρωται σοί τε καὶ τέκνοις κτίσαι. 815τῶνδ' εἴ τί σοι ψελλόν τε καὶ δυσεύρετον,ἐπανδίπλαζε καὶ σαφῶς ἐκμάνθανε.σχολὴ δὲ πλείων ἢ θέλω πάρεστί μοι.

ΧΟ.

εἰ μέν τι τῇδε λοιπὸν ἢ παρειμένονἔχεις γεγωνεῖν τῆς πολυφθόρου πλάνης, 820λέγ'. εἰ δὲ πάντ' εἴρηκας, ἡμῖν αὖ χάρινδὸς ἣν πρὶν ᾐτούμεσθα. μέμνησαι δέ που.

ΠΡ.

τὸ πᾶν πορείας ἥδε τέρμ' ἀκήκοεν.ὅπως δ' ἂν εἰδῇ μὴ μάτην κλύουσά μου,

Page 14: Προμηθεύς Δεσμώτης

14

ἃ πρὶν μολεῖν δεῦρ' ἐκμεμόχθηκεν φράσω, 825τεκμήριον τοῦτ' αὐτὸ δοὺς μύθων ἐμῶν.ὄχλον μὲν οὖν τὸν πλεῖστον ἐκλείψω λόγων,πρὸς αὐτὸ δ' εἶμι τέρμα σῶν πλανημάτων.ἐπεὶ γὰρ ἦλθες πρὸς Μολοσσὰ γάπεδα,τὴν αἰπύνωτόν τ' ἀμφὶ Δωδώνην, ἵνα 830μαντεῖα θᾶκός τ' ἐστὶ Θεσπρωτοῦ Διός,τέρας τ' ἄπιστον, αἱ προσήγοροι δρύες,ὑφ' ὧν σὺ λαμπρῶς κοὐδὲν αἰνικτηρίωςπροσηγορεύθης ἡ Διὸς κλεινὴ δάμαρμέλλουσ' ἔσεσθαι. τῶνδε προσσαίνει σέ τι; 835ἐντεῦθεν οἰστρήσασα τὴν παρακτίανκέλευθον ἦξας πρὸς μέγαν κόλπον Ῥέας,ἀφ' οὗ παλιμπλάγκτοισι χειμάζῃ δρόμοις.χρόνον δὲ τὸν μέλλοντα πόντιος μυχός,σαφῶς ἐπίστασ', Ἰόνιος κεκλήσεται, 840τῆς σῆς πορείας μνῆμα τοῖς πᾶσιν βροτοῖς.σημεῖά σοι τάδ' ἐστὶ τῆς ἐμῆς φρενός,ὡς δέρκεται πλέον τι τοῦ πεφασμένου.τὰ λοιπὰ δ' ὑμῖν τῇδέ τ' ἐς κοινὸν φράσω,ἐς ταὐτὸν ἐλθὼν τῶν πάλαι λόγων ἴχνος. 845ἔστιν πόλις Κάνωβος ἐσχάτη χθονός,Νείλου πρὸς αὐτῷ στόματι καὶ προσχώματι.ἐνταῦθα δή σε Ζεὺς τίθησιν ἔμφροναἐπαφῶν ἀταρβεῖ χειρὶ καὶ θιγὼν μόνον.ἐπώνυμον δὲ τῶν Διὸς γεννημάτων 850τέξεις κελαινὸν Ἔπαφον, ὃς καρπώσεταιὅσην πλατύῤῥους Νεῖλος ἀρδεύει χθόνα.πέμπτη δ' ἀπ' αὐτοῦ γέννα πεντηκοντάπαιςπάλιν πρὸς Ἄργος οὐχ ἑκοῦσ' ἐλεύσεταιθηλύσπορος, φεύγουσα συγγενῆ γάμον 855ἀνεψιῶν. οἱ δ' ἐπτοημένοι φρένας,κίρκοι πελειῶν οὐ μακρὰν λελειμμένοι,ἥξουσι θηρεύοντες οὐ θηρασίμουςγάμους, φθόνον δὲ σωμάτων ἕξει θεός.Πελασγία δὲ δέξεται θηλυκτόνῳ 860Ἄρει δαμέντων νυκτιφρουρήτῳ θράσει.γυνὴ γὰρ ἄνδρ' ἕκαστον αἰῶνος στερεῖ,δίθηκτον ἐν σφαγαῖσι βάψασα ξίφος.τοιάδ' ἐπ' ἐχθροὺς ἐμοὺς ἔλθοι Κύπρις.μίαν δὲ παίδων ἵμερος θέλξει τὸ μὴ 865κτεῖναι σύνευνον, ἀλλ' ἀπαμβλυνθήσεταιγνώμην. δυοῖν δὲ θάτερον βουλήσεται,κλύειν ἄναλκις μᾶλλον ἢ μιαιφόνος.αὕτη κατ' Ἄργος βασιλικὸν τέξει γένος.μακροῦ λόγου δεῖ ταῦτ' ἐπεξελθεῖν τορῶς. 870σπορᾶς γε μὴν ἐκ τῆσδε φύσεται θρασὺςτόξοισι κλεινός, ὃς πόνων ἐκ τῶνδ' ἐμὲλύσει. τοιόνδε χρησμὸν ἡ παλαιγενὴςμήτηρ ἐμοὶ διῆλθε Τιτανὶς Θέμις.ὅπως δὲ χὤπη, ταῦτα δεῖ μακροῦ λόγου 875εἰπεῖν, σύ τ' οὐδὲν ἐκμαθοῦσα κερδανεῖς.

ΙΩ.

ἐλελεῦ, ἐλελεῦ,ὑπό μ' αὖ σφάκελος καὶ φρενοπληγεῖς

μανίαι θάλπουσ', οἴστρου δ' ἄρδιςχρίει μ' ἄπυρος. 880κραδία δὲ φόβῳ φρένα λακτίζει,τροχοδινεῖται δ' ὄμμαθ' ἑλίγδην,ἔξω δὲ δρόμου φέρομαι λύσσηςπνεύματι μάργῳ, γλώσσης ἀκρατής.θολεροὶ δὲ λόγοι παίουσ' εἰκῇ 885στυγνῆς πρὸς κύμασιν ἄτης.

Στάσιμος γʹ (887 - 906)

ΧΟ.

ἦ σοφὸς ἦ σοφὸς ἦν {[στρ. α.}ὃς πρῶτος ἐν γνώμᾳ τόδ' ἐβάστασε καὶ γλώσ-σᾳ διεμυθολόγησεν,ὡς τὸ κηδεῦσαι καθ' ἑαυτὸν ἀριστεύει μακρῷ, 890καὶ μήτε τῶν πλούτῳ διαθρυπτομένωνμήτε τῶν γέννᾳ μεγαλυνομένωνὄντα χερνήταν ἐραστεῦσαι γάμων.μήποτε μήποτέ μ', ὦ {[ἀντ. α.}Μοῖραι <μακραίωνες>, λεχέων Διὸς εὐνά- 895τειραν ἴδοισθε πέλουσαν.μηδὲ πλαθείην γαμέτᾳ τινὶ τῶν ἐξ οὐρανοῦ.ταρβῶ γὰρ ἀστεργάνορα παρθενίανεἰσορῶσ' Ἰοῦς ἀμαλαπτομένανδυσπλάνοις Ἥρας ἀλατείαις πόνων. 900ἐμοὶ δ' ὅτε μὲν ὁμαλὸς ὁ γάμος, {[ἐπῳδ.}ἄφοβος. ὃν δὲ δέδια, μὴκρεισσόνων [θεῶν] ἔρως ἄφυκτον ὄμμα προσδράκοιμε.ἀπόλεμος ὅδε γ' ὁ πόλεμος, ἄπορα πόριμος. οὐδ' 905ἔχω τίς ἂν γενοίμαν.τὰν Διὸς γὰρ οὐχ ὁρῶ μῆτιν ὅπα φύγοιμ' ἄν.

Ἔξοδος (907 - 1093)

ΠΡ.

ἦ μὴν ἔτι Ζεύς, καίπερ αὐθάδης φρονῶν,ἔσται ταπεινός, οἷον ἐξαρτύεταιγάμον γαμεῖν, ὃς αὐτὸν ἐκ τυραννίδοςθρόνων τ' ἄιστον ἐκβαλεῖ. πατρὸς δ' ἀρὰ 910Κρόνου τότ' ἤδη παντελῶς κρανθήσεται,ἣν ἐκπίτνων ἠρᾶτο δηναιῶν θρόνων.τοιῶνδε μόχθων ἐκτροπὴν οὐδεὶς θεῶνδύναιτ' ἂν αὐτῷ πλὴν ἐμοῦ δεῖξαι σαφῶς.ἐγὼ τάδ' οἶδα χὦ τρόπῳ. πρὸς ταῦτα νῦν 915θαρσῶν καθήσθω τοῖς πεδαρσίοις κτύποιςπιστός, τινάσσων τ' ἐν χεροῖν πύρπνουν βέλος.οὐδὲν γὰρ αὐτῷ ταῦτ' ἐπαρκέσει τὸ μὴ οὐπεσεῖν ἀτίμως πτώματ' οὐκ ἀνασχετά.τοῖον παλαιστὴν νῦν παρασκευάζεται 920ἐπ' αὐτὸς αὑτῷ, δυσμαχώτατον τέρας.ὃς δὴ κεραυνοῦ κρείσσον' εὑρήσει φλόγα,

Page 15: Προμηθεύς Δεσμώτης

15

βροντῆς θ' ὑπερβάλλοντα καρτερὸν κτύπον,θαλασσίαν τε γῆς τινάκτειραν νόσον,τρίαιναν αἰχμὴν τὴν Ποσειδῶνος, σκεδᾷ. 925πταίσας δὲ τῷδε πρὸς κακῷ μαθήσεταιὅσον τό τ' ἄρχειν καὶ τὸ δουλεύειν δίχα.

ΧΟ.

σύ θην ἃ χρῄζεις, ταῦτ' ἐπιγλωσσᾷ Διός.

ΠΡ.

ἅπερ τελεῖται, πρὸς δ' ἃ βούλομαι λέγω.

ΧΟ.

καὶ προσδοκᾶν χρὴ δεσπόσειν Ζηνός τινα; 930

ΠΡ.

καὶ τῶνδέ γ' ἕξει δυσλοφωτέρους πόνους.

ΧΟ.

πῶς οὐχὶ ταρβεῖς τοιάδ' ἐκρίπτων ἔπη;

ΠΡ.

τί δ' ἂν φοβοίμην ὧ θανεῖν οὐ μόρσιμον;

ΧΟ.

ἀλλ' ἆθλον ἄν σοι τοῦδ' ἔτ' ἀλγίω πόροι.

ΠΡ.

ὁ δ' οὖν ποείτω. πάντα προσδοκητά μοι. 935

ΧΟ.

οἱ προσκυνοῦντες τὴν Ἀδράστειαν σοφοί.

ΠΡ.

σέβου, προσεύχου, θῶπτε τὸν κρατοῦντ' ἀεί.ἐμοὶ δ' ἔλασσον Ζηνὸς ἢ μηδὲν μέλει.δράτω, κρατείτω τόνδε τὸν βραχὺν χρόνονὅπως θέλει. δαρὸν γὰρ οὐκ ἄρξει θεοῖς. 940ἀλλ' εἰσορῶ γὰρ τόνδε τὸν Διὸς τρόχιν,τὸν τοῦ τυράννου τοῦ νέου διάκονον.πάντως τι καινὸν ἀγγελῶν ἐλήλυθεν.

ΕΡΜΗΣ

σὲ τὸν σοφιστήν, τὸν πικρῶς ὑπέρπικρον,τὸν ἐξαμαρτόντ' εἰς θεοὺς ἐφημέροις 945πορόντα τιμάς, τὸν πυρὸς κλέπτην λέγω.πατὴρ ἄνωγέ σ' οὕστινας κομπεῖς γάμουςαὐδᾶν, πρὸς ὧν ἐκεῖνος ἐκπίπτει κράτους.καὶ ταῦτα μέντοι μηδὲν αἰνικτηρίως,ἀλλ' αὔθ' ἕκαστα φράζε. μηδέ μοι διπλᾶς 950ὁδούς, Προμηθεῦ, προσβάλῃς. ὁρᾷς δ' ὅτιΖεὺς τοῖς τοιούτοις οὐχὶ μαλθακίζεται.

ΠΡ.

σεμνόστομός γε καὶ φρονήματος πλέωςὁ μῦθός ἐστιν, ὡς θεῶν ὑπηρέτου.νέον νέοι κρατεῖτε καὶ δοκεῖτε δὴ 955ναίειν ἀπενθῆ πέργαμ'. οὐκ ἐκ τῶνδ' ἐγὼδισσοὺς τυράννους ἐκπεσόντας ᾐσθόμην;τρίτον δὲ τὸν νῦν κοιρανοῦντ' ἐπόψομαιαἴσχιστα καὶ τάχιστα. μή τί σοι δοκῶταρβεῖν ὑποπτήσσειν τε τοὺς νέους θεούς; 960πολλοῦ γε καὶ τοῦ παντὸς ἐλλείπω. σὺ δὲκέλευθον ἥνπερ ἦλθες ἐγκόνει πάλιν.πεύσῃ γὰρ οὐδὲν ὧν ἀνιστορεῖς ἐμέ.

ΕΡ.

τοιοῖσδε μέντοι καὶ πρὶν αὐθαδίσμασινἐς τάσδε σαυτὸν πημονὰς καθώρμισας. 965

ΠΡ.

τῆς σῆς λατρείας τὴν ἐμὴν δυσπραξίαν,σαφῶς ἐπίστασ', οὐκ ἂν ἀλλάξαιμ' ἐγώ.

ΕΡ.

κρεῖσσον γὰρ οἶμαι τῇδε λατρεύειν πέτρᾳἢ πατρὶ φῦναι Ζηνὶ πιστὸν ἄγγελον;

ΠΡ.

Page 16: Προμηθεύς Δεσμώτης

16

οὕτως ὑβρίζειν τοὺς ὑβρίζοντας χρεών. 970

ΕΡ.

χλιδᾶν ἔοικας τοῖς παροῦσι πράγμασιν.

ΠΡ.

χλιδῶ χλιδῶντας ὧδε τοὺς ἐμοὺς ἐγὼἐχθροὺς ἴδοιμι. καὶ σὲ δ' ἐν τούτοις λέγω.

ΕΡ.

ἦ κἀμὲ γάρ τι συμφοραῖς ἐπαιτιᾷ

ΠΡ.

ἁπλῷ λόγῳ τοὺς πάντας ἐχθαίρω θεούς, 975ὅσοι παθόντες εὖ κακοῦσί μ' ἐκδίκως.

ΕΡ.

κλύω σ' ἐγὼ μεμηνότ' οὐ σμικρὰν νόσον.

ΠΡ.

νοσοῖμ' ἄν, εἰ νόσημα τοὺς ἐχθροὺς στυγεῖν.

ΕΡ.

εἴης φορητὸς οὐκ ἄν, εἰ πράσσοις καλῶς.

ΠΡ.

ὤμοι. 980

ΕΡ.

<ὤμοι.> τόδε Ζεὺς τοὔπος οὐκ ἐπίσταται.

ΠΡ.

ἀλλ' ἐκδιδάσκει πάνθ' ὁ γηράσκων χρόνος.

ΕΡ.

καὶ μὴν σύ γ' οὔπω σωφρονεῖν ἐπίστασαι.

ΠΡ.

σὲ γὰρ προσηύδων οὐκ ἂν ὄνθ' ὑπηρέτην.

ΕΡ.

ἐρεῖν ἔοικας οὐδὲν ὧν χρῄζει πατήρ.

ΠΡ.

καὶ μὴν ὀφείλων γ' ἂν τίνοιμ' αὐτῷ χάριν. 985

ΕΡ.

ἐκερτόμησας δῆθεν ὥστε παῖδά με.

ΠΡ.

οὐ γὰρ σὺ παῖς τε κἄτι τοῦδ' ἀνούστερος,εἰ προσδοκᾷς ἐμοῦ τι πεύσεσθαι πάρα;οὐκ ἔστιν αἴκισμ' οὐδὲ μηχάνημ' ὅτῳπροτρέψεταί με Ζεὺς γεγωνῆσαι τάδε, 990πρὶν ἂν χαλασθῇ δεσμὰ λυμαντήρια.πρὸς ταῦτα ῥιπτέσθω μὲν αἰθαλοῦσσα φλόξ,λευκοπτέρῳ δὲ νιφάδι καὶ βροντήμασιχθονίοις κυκάτω πάντα καὶ ταρασσέτω.γνάμψει γὰρ οὐδὲν τῶνδέ μ' ὥστε καὶ φράσαι 995πρὸς οὗ χρεών νιν ἐκπεσεῖν τυραννίδος.

ΕΡ.

ὅρα νυν εἴ σοι ταῦτ' ἀρωγὰ φαίνεται.

ΠΡ.

ὦπται πάλαι δὴ καὶ βεβούλευται τάδε.

ΕΡ.

τόλμησον, ὦ μάταιε, τόλμησόν ποτεπρὸς τὰς παρούσας πημονὰς ὀρθῶς φρονεῖν. 1000

Page 17: Προμηθεύς Δεσμώτης

17

ΠΡ.

ὀχλεῖς μάτην με κῦμ' ὅπως παρηγορῶν.εἰσελθέτω σε μήποθ' ὡς ἐγὼ Διὸςγνώμην φοβηθεὶς θηλύνους γενήσομαι,καὶ λιπαρήσω τὸν μέγα στυγούμενονγυναικομίμοις ὑπτιάσμασιν χερῶν 1005λῦσαί με δεσμῶν τῶνδε. τοῦ παντὸς δέω.

ΕΡ.

λέγων ἔοικα πολλὰ καὶ μάτην ἐρεῖν.τέγγῃ γὰρ οὐδὲν οὐδὲ μαλθάσσῃ λιταῖςἐμαῖς. δακὼν δὲ στόμιον ὡς νεοζυγὴςπῶλος βιάζῃ καὶ πρὸς ἡνίας μάχῃ. 1010ἀτὰρ σφοδρύνῃ γ' ἀσθενεῖ σοφίσματι.αὐθαδία γὰρ τῷ φρονοῦντι μὴ καλῶςαὐτὴ καθ' αὑτὴν οὐδενὸς μεῖζον σθένει.σκέψαι δ', ἐὰν μὴ τοῖς ἐμοῖς πεισθῇς λόγοις,οἷός σε χειμὼν καὶ κακῶν τρικυμία 1015ἔπεισ' ἄφυκτος. πρῶτα μὲν γὰρ ὀκρίδαφάραγγα βροντῇ καὶ κεραυνίᾳ φλογὶπατὴρ σπαράξει τήνδε, καὶ κρύψει δέμαςτὸ σόν, πετραία δ' ἀγκάλη σε βαστάσει.μακρὸν δὲ μῆκος ἐκτελευτήσας χρόνου 1020ἄψοῤῥον ἥξεις εἰς φάος. Διὸς δέ σοιπτηνὸς κύων, δαφοινὸς αἰετός, λάβρωςδιαρταμήσει σώματος μέγα ῥάκος,ἄκλητος ἕρπων δαιταλεὺς πανήμερος,κελαινόβρωτον δ' ἧπαρ ἐκθοινήσεται. 1025τοιοῦδε μόχθου τέρμα μή τι προσδόκα,πρὶν ἂν θεῶν τις διάδοχος τῶν σῶν πόνωνφανῇ, θελήσῃ τ' εἰς ἀναύγητον μολεῖνἍιδην κνεφαῖά τ' ἀμφὶ Ταρτάρου βάθη.πρὸς ταῦτα βούλευ'. ὡς ὅδ' οὐ πεπλασμένος 1030ὁ κόμπος, ἀλλὰ καὶ λίαν εἰρημένος.ψευδηγορεῖν γὰρ οὐκ ἐπίσταται στόματὸ Δῖον, ἀλλὰ πᾶν ἔπος τελεῖ. σὺ δὲπάπταινε καὶ φρόντιζε, μηδ' αὐθαδίανεὐβουλίας ἀμείνον' ἡγήσῃ ποτέ. 1035

ΧΟ.

ἡμῖν μὲν Ἑρμῆς οὐκ ἄκαιρα φαίνεταιλέγειν. ἄνωγε γάρ σε τὴν αὐθαδίανμεθέντ' ἐρευνᾶν τὴν σοφὴν εὐβουλίαν.πιθοῦ. σοφῷ γὰρ αἰσχρὸν ἐξαμαρτάνειν.

ΠΡ.

εἰδότι τοί μοι τάσδ' ἀγγελίας 1040ὅδ' ἐθώυξεν, πάσχειν δὲ κακῶςἐχθρὸν ὑπ' ἐχθρῶν οὐδὲν ἀεικές.πρὸς ταῦτ' ἐπ' ἐμοὶ ῥιπτέσθω μὲν

πυρὸς ἀμφήκης βόστρυχος, αἰθὴρ δ'ἐρεθιζέσθω βροντῇ σφακέλῳ τ' 1045ἀγρίων ἀνέμων. χθόνα δ' ἐκ πυθμένωναὐταῖς ῥίζαις πνεῦμα κραδαίνοι,κῦμα δὲ πόντου τραχεῖ ῥοθίῳσυγχώσειεν τῶν οὐρανίωνἄστρων διόδους, εἴς τε κελαινὸν 1050Τάρταρον ἄρδην ῥίψειε δέμαςτοὐμὸν ἀνάγκης στεῤῥαῖς δίναις.πάντως ἐμέ γ' οὐ θανατώσει.

ΕΡ.

τοιάδε μέντοι τῶν φρενοπλήκτωνβουλεύματ' ἔπη τ' ἔστιν ἀκοῦσαι. 1055τί γὰρ ἐλλείπει μὴ <οὐ> παραπαίεινἡ τοῦδ' εὐχή; τί χαλᾷ μανιῶν;ἀλλ' οὖν ὑμεῖς γ' αἱ πημοσύναιςσυγκάμνουσαι ταῖς τοῦδε τόπωνμετά ποι χωρεῖτ' ἐκ τῶνδε θοῶς, 1060μὴ φρένας ὑμῶν ἠλιθιώσῃβροντῆς μύκημ' ἀτέραμνον.

ΧΟ.

ἄλλο τι φώνει καὶ παραμυθοῦ μ'ὅ τι καὶ πείσεις. οὐ γὰρ δή πουτοῦτό γε τλητὸν παρέσυρας ἔπος. 1065πῶς με κελεύεις κακότητ' ἀσκεῖν;μετὰ τοῦδ' ὅ τι χρὴ πάσχειν ἐθέλω.τοὺς προδότας γὰρ μισεῖν ἔμαθον,κοὐκ ἔστι νόσοςτῆσδ' ἥντιν' ἀπέπτυσα μᾶλλον. 1070

ΕΡ.

ἀλλ' οὖν μέμνησθ' ἁγὼ προλέγω,μηδὲ πρὸς ἄτης θηραθεῖσαιμέμψησθε τύχην, μηδέ ποτ' εἴπηθ'ὡς Ζεὺς ὑμᾶς εἰς ἀπρόοπτονπῆμ' εἰσέβαλεν. μὴ δῆτ', αὐταὶ δ' 1075ὑμᾶς αὐτάς. εἰδυῖαι γὰρκοὐκ ἐξαίφνης οὐδὲ λαθραίωςεἰς ἀπέρατον δίκτυον ἄτηςἐμπλεχθήσεσθ' ὑπ' ἀνοίας.

ΠΡ.

καὶ μὴν ἔργῳ κοὐκέτι μύθῳ 1080χθὼν σεσάλευται.βρυχία δ' ἠχὼ παραμυκᾶταιβροντῆς, ἕλικες δ' ἐκλάμπουσιστεροπῆς ζάπυροι, στρόμβοι δὲ κόνιν

Page 18: Προμηθεύς Δεσμώτης

18

εἱλίσσουσιν. σκιρτᾷ δ' ἀνέμων 1085πνεύματα πάντων εἰς ἄλληλαστάσιν ἀντίπνουν [ἀποδεικνύμενα].ξυντετάρακται δ' αἰθὴρ πόντῳ.τοιάδ' ἐπ' ἐμοὶ ῥιπὴ Διόθεντεύχουσα φόβον στείχει φανερῶς. 1090ὦ μητρὸς ἐμῆς σέβας, ὦ πάντωναἰθὴρ κοινὸν φάος εἱλίσσων,ἐσορᾷς ὡς ἔκδικα πάσχω.

Page 19: Προμηθεύς Δεσμώτης

19

1 Text and image sources, contributors, and licenses

1.1 Text• Προμηθεύς Δεσμώτης Πηγή: https://el.wikisource.org/wiki/%CE%A0%CF%81%CE%BF%CE%BC%CE%B7%CE%B8%CE%

B5%CF%8D%CF%82_%CE%94%CE%B5%CF%83%CE%BC%CF%8E%CF%84%CE%B7%CF%82?oldid=57767 Συνεισφέρο-ντες: AndreasJS, AndreasBot, Tonyesopi~elwikisource, Veron, Wikielwikingo και Ανώνυμες συνεισφορές: 2

1.2 Images

1.3 Content license• Creative Commons Attribution-Share Alike 3.0