ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1...

80
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 1:1 1 ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 1:11 ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 1 Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν, 2 ἄχρι ἧς ἡμέρας, ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ πνεύματος ἁγίου οὓς ἐξελέξατο, ἀνελήφθη· 3 οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις, δι᾿ ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς, καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ. 4 Καὶ * συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρός, Ἣν ἠκούσατέ μου· 5 ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν πνεύματι ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας. 6 Οἱ μὲν οὖν συνελθόντες ἐπηρώτων αὐτὸν λέγοντες, Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ; 7 Εἶπε δὲ πρὸς αὐτούς, Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. 8 Ἀλλὰ λήψεσθε δύναμιν, ἐπελθόντος τοῦ ἁγίου πνεύματος ἐφ᾿ ὑμᾶς· καὶ ἔσεσθέ μοι μάρτυρες ἔν τε Ἱερουσαλήμ, καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ, καὶ ἕως ἐσχάτου τῆς γῆς. 9 Καὶ ταῦτα εἰπών, βλεπόντων αὐτῶν ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. 10 Καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανόν, πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ἐσθῆτι λευκῇ, 11 οἳ καὶ εἶπον, Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε ἐμβλέποντες εἰς τὸν οὐρανόν; Οὗτος ὁ Ἰησοῦς, ὁ ἀναληφθεὶς ἀφ᾿ὑμῶν εἰς τὸν * 1:4 συναλιζόμενος ¦ συναλιζόμενος μετ᾿αὐτῶν Bez. Sc.

Transcript of ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1...

Page 1: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 1:1 1 ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 1:11

ΠΡΑΞΕΙΣΤΩΝ ΑΠΟΣΤΟΛΩΝ1 Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ

Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν,2 ἄχρι ἧς ἡμέρας, ἐντειλάμενος τοῖς ἀποστόλοις διὰπνεύματος ἁγίου οὓς ἐξελέξατο, ἀνελήφθη· 3 οἷς καὶπαρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸνἐν πολλοῖς τεκμηρίοις, δι᾿ ἡμερῶν τεσσαράκονταὀπτανόμενος αὐτοῖς, καὶ λέγων τὰ περὶ τῆς βασιλείαςτοῦ Θεοῦ. 4 Καὶ *συναλιζόμενος παρήγγειλεν αὐτοῖςἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴνἐπαγγελίαν τοῦ πατρός, Ἣν ἠκούσατέ μου· 5 ὅτι Ἰωάννηςμὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν πνεύματιἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας.

6 Οἱ μὲν οὖν συνελθόντες ἐπηρώτων αὐτὸν λέγοντες,Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴνβασιλείαν τῷ Ἰσραήλ; 7 Εἶπε δὲ πρὸς αὐτούς, Οὐχ ὑμῶνἐστι γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τῇἰδίᾳ ἐξουσίᾳ. 8 Ἀλλὰ λήψεσθε δύναμιν, ἐπελθόντος τοῦἁγίου πνεύματος ἐφ᾿ ὑμᾶς· καὶ ἔσεσθέ μοι μάρτυρες ἔντε Ἱερουσαλήμ, καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ,καὶ ἕως ἐσχάτου τῆς γῆς. 9 Καὶ ταῦτα εἰπών, βλεπόντωναὐτῶν ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶνὀφθαλμῶν αὐτῶν. 10 Καὶ ὡς ἀτενίζοντες ἦσαν εἰςτὸν οὐρανόν, πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύοπαρειστήκεισαν αὐτοῖς ἐν ἐσθῆτι λευκῇ, 11 οἳ καὶ εἶπον,Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε ἐμβλέποντες εἰς τὸνοὐρανόν; Οὗτος ὁ Ἰησοῦς, ὁ ἀναληφθεὶς ἀφ᾿ὑμῶν εἰς τὸν* 1:4 συναλιζόμενος ¦ συναλιζόμενος μετ᾿αὐτῶν Bez. Sc.

Page 2: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 1:12 2 ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 1:22οὐρανόν, οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸνπορευόμενον εἰς τὸν οὐρανόν.

12 Τότε ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ἀπὸ ὄρους τοῦκαλουμένου Ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἱερουσαλήμ,σαββάτου ἔχον ὁδόν. 13 Καὶ ὅτε εἰσῆλθον, ἀνέβησανεἰς τὸ ὑπερῷον οὗ ἦσαν καταμένοντες, ὅ τε Πέτρος καὶἸάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας, Φίλιππος καὶ Θωμᾶς,Βαρθολομαῖος καὶ Ματθαῖος, Ἰάκωβος Ἀλφαίου καὶΣίμων ὁ Ζηλωτής, καὶ Ἰούδας Ἰακώβου. 14 Οὗτοι πάντεςἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ προσευχῇ καὶ τῇδεήσει, σὺν γυναιξὶ καὶ Μαρίᾳ τῇ μητρὶ τοῦ Ἰησοῦ, καὶσὺν τοῖς ἀδελφοῖς αὐτοῦ.

15 Καὶ ἐν ταῖς ἡμέραις ταύταις ἀναστὰς Πέτρος ἐνμέσῳ τῶν μαθητῶν εἶπεν — ἦν τε ὄχλος ὀνομάτωνἐπὶ τὸ αὐτὸ ὡς ἑκατὸν εἴκοσι — 16 Ἄνδρες ἀδελφοί,ἔδει πληρωθῆναι τὴν γραφὴν ταύτην, ἣν προεῖπε τὸπνεῦμα τὸ ἅγιον διὰ στόματος Δαβὶδ περὶ Ἰούδα, τοῦγενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσι τὸν Ἰησοῦν. 17 Ὅτικατηριθμημένος ἦν σὺν ἡμῖν, καὶ ἔλαχε τὸν κλῆρον τῆςδιακονίας ταύτης — 18Οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκτοῦ μισθοῦ τῆς ἀδικίας, καὶ πρηνὴς γενόμενος ἐλάκησεμέσος, καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ. 19 Καὶγνωστὸν ἐγένετο πᾶσι τοῖς κατοικοῦσιν Ἱερουσαλήμ,ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇ ἰδίᾳ διαλέκτῳ αὐτῶνἈκελδαμά, τοῦτ᾿ἔστι, χωρίον αἵματος — 20 Γέγραπται γὰρἐν βίβλῳ Ψαλμῶν, Γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος,καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ· καί, Τὴν ἐπισκοπὴναὐτοῦ λάβοι ἕτερος. 21 Δεῖ οὖν τῶν συνελθόντων ἡμῖνἀνδρῶν ἐν παντὶ χρόνῳ ἐν ᾧ εἰσῆλθε καὶ ἐξῆλθεν ἐφ᾿ἡμᾶς ὁ Κύριος Ἰησοῦς, 22 ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματοςἸωάννου, ἕως τῆς ἡμέρας ἧς ἀνελήφθηἀφ᾿ἡμῶν, μάρτυρατῆς ἀναστάσεως αὐτοῦ γενέσθαι σὺν ἡμῖν ἕνα τούτων.

Page 3: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 1:23 3 ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2:1023Καὶ ἔστησαν δύο, Ἰωσὴφ τὸν καλούμενον Βαρσαβᾶν, ὃςἐπεκλήθη Ἰοῦστος, καὶ Ματθίαν. 24 Καὶ προσευξάμενοιεἶπον, Σὺ Κύριε καρδιογνῶστα πάντων, ἀνάδειξον †ἐκτούτων τῶν δύο ἕνα ὃν ἐξελέξω, 25 λαβεῖν τὸν κλῆροντῆς διακονίας ταύτης καὶ ἀποστολῆς, ἐξ ἧς παρέβηἸούδας,πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον. 26 Καὶ ἔδωκανκλήρους αὐτῶν, καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Ματθίαν, καὶσυγκατεψηφίσθη μετὰ τῶν ἕνδεκα ἀποστόλων.

21 Καὶ ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς

Πεντηκοστῆς, ἦσαν ἅπαντες ὁμοθυμαδὸν ἐπὶ τὸ αὐτό.2 Καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερφερομένης πνοῆς βιαίας, καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκονοὗἦσανκαθήμενοι. 3Καὶὤφθησαναὐτοῖς διαμεριζόμεναιγλῶσσαι ὡσεὶ πυρός, ἐκάθισέ τε ἐφ᾿ ἕνα ἕκαστον αὐτῶν.4Καὶ ἐπλήσθησαν ἅπαντες πνεύματος ἁγίου, καὶ ἤρξαντολαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ πνεῦμα ἐδίδου αὐτοῖςἀποφθέγγεσθαι.

5 Ἦσαν δὲ ἐν Ἱερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι,ἄνδρες εὐλαβεῖς, ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸνοὐρανόν. 6 Γενομένης δὲ τῆς φωνῆς ταύτης, συνῆλθετὸ πλῆθος καὶ συνεχύθη, ὅτι ἤκουον εἷς ἕκαστος τῇἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν. 7 Ἐξίσταντο δὲπάντες καὶ ἐθαύμαζον, λέγοντες πρὸς ἀλλήλους, Οὐκἰδοὺ πάντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι; 8 Καὶπῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶνἐν ᾗ ἐγεννήθημεν; 9 Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται,καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τεκαὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν, 10 Φρυγίαν τε† 1:24 ἐκ τούτων τῶν δύο ἕνα ὃν ¦ ἐκ τούτων τῶν δύο ὃν ἕνα Bez. Sc. ¦ ὃνἐξελέξω ἐκ τούτων δύο Er.

Page 4: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2:11 4 ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2:23καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆςκατὰ Κυρήνην, καὶ οἱ ἐπιδημοῦντες Ῥωμαῖοι, Ἰουδαῖοίτε καὶ προσήλυτοι, 11 Κρῆτες καὶ Ἄραβες, ἀκούομενλαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖατοῦ Θεοῦ. 12 Ἐξίσταντο δὲ πάντες καὶ διηπόρουν, ἄλλοςπρὸς ἄλλον λέγοντες, Τί ἂν θέλοι τοῦτο εἶναι; 13Ἕτεροιδὲ χλευάζοντες ἔλεγον ὅτι Γλεύκους μεμεστωμένοι εἰσί.

14 Σταθεὶς δὲ Πέτρος σὺν τοῖς ἕνδεκα, ἐπῆρε τὴνφωνὴν αὐτοῦ, καὶ ἀπεφθέγξατο αὐτοῖς, Ἄνδρες Ἰουδαῖοι,καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ ἅπαντες, τοῦτο ὑμῖνγνωστὸν ἔστω, καὶ ἐνωτίσασθε τὰ ῥήματά μου. 15 Οὐγάρ, ὡς ὑμεῖς ὑπολαμβάνετε, οὗτοι μεθύουσιν· ἔστι γὰρὥρα τρίτη τῆς ἡμέρας· 16 ἀλλὰ τοῦτό ἐστι τὸ εἰρημένονδιὰ τοῦ προφήτου Ἰωήλ, 17 Καὶ ἔσται ἐν ταῖς ἐσχάταιςἡμέραις, λέγει ὁ Θεός, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶπᾶσαν σάρκα· καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱθυγατέρες ὑμῶν, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται,καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται·18 καί γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλαςμου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματόςμου, καὶ προφητεύσουσι. 19 Καὶ δώσω τέρατα ἐν τῷοὐρανῷ ἄνω, καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω, αἷμα καὶπῦρ καὶ ἀτμίδα καπνοῦ· 20 ὁ ἥλιος μεταστραφήσεται εἰςσκότος, καὶ ἡ σελήνη εἰς αἷμα, πρὶν ἢ ἐλθεῖν τὴν ἡμέρανΚυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ· 21 καὶ ἔσται, πᾶς ὃςἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται. 22ἌνδρεςἸσραηλῖται, ἀκούσατε τοὺς λόγους τούτους· Ἰησοῦν τὸνΝαζωραῖον, ἄνδρα ἀπὸ τοῦ Θεοῦ ἀποδεδειγμένον εἰςὑμᾶς δυνάμεσι καὶ τέρασι καὶ σημείοις, οἷς ἐποίησε δι᾿αὐτοῦ ὁ Θεὸς ἐν μέσῳ ὑμῶν, καθὼς καὶ αὐτοὶ οἴδατε,23 τοῦτον τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ Θεοῦἔκδοτον λαβόντες, διὰ χειρῶν ἀνόμων προσπήξαντες

Page 5: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2:24 5 ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2:38ἀνείλετε· 24 ὃν ὁ Θεὸς ἀνέστησε, λύσας τὰς ὠδῖνας τοῦθανάτου, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ̓αὐτοῦ. 25 Δαβὶδ γὰρ λέγει εἰς αὐτόν, Προωρώμην τὸνΚύριον ἐνώπιόν μου διὰ παντός· ὅτι ἐκ δεξιῶν μου ἐστίν,ἵνα μὴ σαλευθῶ· 26 διὰ τοῦτο εὐφράνθη ἡ καρδία μου,καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου· ἔτι δὲ καὶ ἡ σάρξ μουκατασκηνώσει ἐπ̓ ἐλπίδι· 27 ὅτι οὐκ ἐγκαταλείψεις τὴνψυχήν μου εἰς ᾍδου, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖνδιαφθοράν. 28 Ἐγνώρισάς μοι ὁδοὺς ζωῆς· πληρώσειςμε εὐφροσύνης μετὰ τοῦ προσώπου σου. 29 Ἄνδρεςἀδελφοί, ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦπατριάρχου Δαβίδ, ὅτι καὶ ἐτελεύτησε καὶ ἐτάφη, καὶτὸ μνῆμα αὐτοῦ ἐστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης.30 Προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεναὐτῷ ὁ Θεός, ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ τὸ κατὰ σάρκαἀναστήσειν τὸν Χριστόν, καθίσαι ἐπὶ τοῦ θρόνου αὐτοῦ,31προϊδὼν ἐλάλησε περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, ὅτιοὐ κατελείφθηἡψυχὴαὐτοῦ εἰςᾍδου, οὐδὲ ἡ σὰρξ αὐτοῦεἶδε διαφθοράν. 32 Τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ Θεός,οὗ πάντες ἡμεῖς ἐσμεν μάρτυρες. 33Τῇ δεξιᾷ οὖν τοῦ Θεοῦὑψωθείς, τήν τε ἐπαγγελίαν τοῦ ἁγίου πνεύματος λαβὼνπαρὰ τοῦ πατρός, ἐξέχεε τοῦτο ὃ νῦν ὑμεῖς βλέπετε καὶἀκούετε. 34 Οὐ γὰρ Δαβὶδ ἀνέβη εἰς τοὺς οὐρανούς, λέγειδὲ αὐτός, Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶνμου, 35 ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶνσου. 36 Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραήλ, ὅτι*καὶ Κύριον καὶ Χριστὸν αὐτὸν ὁΘεὸς ἐποίησε, τοῦτον τὸνἸησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε.

37 Ἀκούσαντες δὲ κατενύγησαν τῇ καρδίᾳ, εἶπόν τεπρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους, Τίποιήσομεν, ἄνδρες ἀδελφοί; 38Πέτρος δὲ ἔφηπρὸς αὐτούς,* 2:36 καὶ ¦−Bez. El.

Page 6: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2:39 6 ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 3:3Μετανοήσατε, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷὀνόματι ἸησοῦΧριστοῦ εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ λήψεσθετὴν δωρεὰν τοῦ ἁγίου πνεύματος. 39 Ὑμῖν γάρ ἐστινἡ ἐπαγγελία, καὶ τοῖς τέκνοις ὑμῶν, καὶ πᾶσι τοῖς εἰςμακράν, ὅσους ἂν προσκαλέσηται Κύριος ὁ Θεὸς ἡμῶν.40Ἑτέροις τε λόγοις πλείοσι διεμαρτύρετο καὶ παρεκάλειλέγων, Σώθητε ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης.41 Οἱ μὲν οὖν ἀσμένως ἀποδεξάμενοι τὸν λόγον αὐτοῦἐβαπτίσθησαν· καὶ προσετέθησαν τῇ ἡμέρᾳ ἐκείνῃ ψυχαὶὡσεὶ τρισχίλιαι. 42Ἦσαν δὲ προσκαρτεροῦντες τῇ διδαχῇτῶν ἀποστόλων καὶ τῇ κοινωνίᾳ, καὶ τῇ κλάσει τοῦ ἄρτουκαὶ ταῖς προσευχαῖς.

43 Ἐγένετο δὲ πάσῃ ψυχῇ φόβος, πολλά τε τέρατα καὶσημεῖα διὰ τῶν ἀποστόλων ἐγίνετο. 44 Πάντες δὲ οἱπιστεύοντες ἦσαν ἐπὶ τὸ αὐτό, καὶ εἶχον ἅπαντα κοινά,45 καὶ τὰ κτήματα καὶ τὰς ὑπάρξεις ἐπίπρασκον, καὶδιεμέριζον αὐτὰ πᾶσι, καθότι ἄν τις χρείαν εἶχε. 46 Καθ̓ἡμέραν τε προσκαρτεροῦντες ὁμοθυμαδὸν ἐν τῷ ἱερῷ,κλῶντές τε κατ᾿ οἶκον ἄρτον, μετελάμβανον τροφῆς ἐνἀγαλλιάσει καὶ ἀφελότητι καρδίας, 47αἰνοῦντες τὸν Θεόν,καὶ ἔχοντες χάριν πρὸς ὅλον τὸν λαόν. Ὁ δὲ Κύριοςπροσετίθει τοὺς σῳζομένους καθ̓ ἡμέραν τῇ ἐκκλησίᾳ.

31 Ἐπὶ τὸ αὐτὸ δὲ Πέτρος καὶ Ἰωάννης ἀνέβαινον εἰς

τὸ ἱερὸν ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐννάτην.2 Καί τις ἀνὴρ χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχωνἐβαστάζετο· ὃν ἐτίθουν καθ̓ ἡμέραν πρὸς τὴν θύραν τοῦἱεροῦ τὴν λεγομένην Ὡραίαν, τοῦ αἰτεῖν ἐλεημοσύνηνπαρὰ τῶν εἰσπορευομένων εἰς τὸ ἱερόν. 3Ὃς ἰδὼν Πέτρονκαὶ Ἰωάννην μέλλοντας εἰσιέναι εἰς τὸ ἱερόν, ἠρώτα

Page 7: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 3:4 7 ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 3:17ἐλεημοσύνην *λαβεῖν. 4 Ἀτενίσας δὲ Πέτρος εἰς αὐτὸνσὺν τῷ Ἰωάννῃ, εἶπε, Βλέψον εἰς ἡμᾶς. 5 Ὁ δὲ ἐπεῖχεναὐτοῖς, προσδοκῶν τι παρ᾿αὐτῶν λαβεῖν. 6Εἶπε δὲ Πέτρος,Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι· ὃ δὲ ἔχω, τοῦτό σοιδίδωμι. Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου,ἔγειραι καὶ περιπάτει. 7Καὶ πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸςἤγειρε· παραχρῆμα δὲ ἐστερεώθησαν αὐτοῦ αἱ βάσεις καὶτὰ σφυρά. 8 Καὶ ἐξαλλόμενος ἔστη καὶ περιεπάτει, καὶεἰσῆλθε σὺν αὐτοῖς εἰς τὸ ἱερόν, περιπατῶν καὶ ἁλλόμενοςκαὶ αἰνῶν τὸν Θεόν. 9 Καὶ εἶδεν αὐτὸν πᾶς ὁ λαὸςπεριπατοῦντα καὶ αἰνοῦντα τὸν Θεόν· 10 ἐπεγίνωσκόν τεαὐτὸν ὅτι οὗτος ἦν ὁ πρὸς τὴν ἐλεημοσύνην καθήμενοςἐπὶ τῇὩραίᾳ πύλῃ τοῦ ἱεροῦ· καὶ ἐπλήσθησαν θάμβους καὶἐκστάσεως ἐπὶ τῷ συμβεβηκότι αὐτῷ.

11 Κρατοῦντος δὲ τοῦ ἰαθέντος χωλοῦ τὸν Πέτρον καὶἸωάννην, συνέδραμε πρὸς αὐτοὺς πᾶς ὁ λαὸς ἐπὶ τῇστοᾷ τῇ καλουμένῃ Σολομῶντος, ἔκθαμβοι. 12 Ἰδὼν δὲΠέτρος ἀπεκρίνατο πρὸς τὸν λαόν, Ἄνδρες Ἰσραηλῖται,τί θαυμάζετε ἐπὶ τούτῳ, ἢ ἡμῖν τί ἀτενίζετε, ὡς ἰδίᾳδυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν;13 Ὁ Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, ὁ Θεὸς τῶνπατέρων ἡμῶν, ἐδόξασε τὸν παῖδα αὐτοῦ Ἰησοῦν· ὃνὑμεῖς παρεδώκατε, καὶ ἠρνήσασθε αὐτὸν κατὰ πρόσωπονΠιλάτου, κρίναντος ἐκείνου ἀπολύειν. 14 Ὑμεῖς δὲ τὸνἅγιον καὶ δίκαιον ἠρνήσασθε, καὶ ᾐτήσασθε ἄνδρα φονέαχαρισθῆναι ὑμῖν, 15 τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε·ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, οὗ ἡμεῖς μάρτυρές ἐσμεν.16 Καὶ ἐπὶ τῇ πίστει τοῦ ὀνόματος αὐτοῦ, τοῦτον ὃνθεωρεῖτε καὶ οἴδατε ἐστερέωσε τὸ ὄνομα αὐτοῦ· καὶ ἡπίστις ἡ δι᾿ αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίαν ταύτηνἀπέναντι πάντων ὑμῶν. 17 Καὶ νῦν, ἀδελφοί, οἶδα ὅτι* 3:3 λαβεῖν ¦−Sc.

Page 8: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 3:18 8 ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 4:4κατὰ ἄγνοιαν ἐπράξατε, ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν.18 Ὁ δὲ Θεὸς ἃ προκατήγγειλε διὰ στόματος πάντωντῶν προφητῶν αὐτοῦ, παθεῖν τὸν Χριστόν, ἐπλήρωσενοὕτω. 19 Μετανοήσατε οὖν καὶ ἐπιστρέψατε, εἰς τὸἐξαλειφθῆναι ὑμῶν τὰς ἁμαρτίας, ὅπως ἂν ἔλθωσι καιροὶἀναψύξεως ἀπὸ προσώπου τοῦ Κυρίου, 20 καὶ ἀποστείλῃτὸν προκεκηρυγμένον ὑμῖν Ἰησοῦν Χριστὸν· 21 ὃν δεῖοὐρανὸν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεωςπάντων, ὧν ἐλάλησεν ὁ Θεὸς διὰ στόματος πάντων ἁγίωναὐτοῦ προφητῶν ἀπ̓ αἰῶνος. 22 Μωσῆς μὲν γὰρ πρὸςτοὺς πατέρας εἶπεν ὅτι Προφήτην ὑμῖν ἀναστήσει Κύριοςὁ Θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦἀκούσεσθε κατὰπάντα ὅσαἂνλαλήσῃπρὸς ὑμᾶς. 23Ἔσταιδέ, πᾶσα ψυχή, ἥτις ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου,ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ. 24 Καὶ πάντες δὲ οἱπροφῆται ἀπὸ Σαμουὴλ καὶ τῶν καθεξῆς, ὅσοι ἐλάλησαν,καὶ προκατήγγειλαν τὰς ἡμέρας ταύτας. 25Ὑμεῖς ἐστε υἱοὶτῶν προφητῶν, καὶ τῆς διαθήκης ἧς διέθετο ὁ Θεὸς πρὸςτοὺς πατέρας ἡμῶν, λέγων πρὸς Ἀβραάμ, Καὶ τῷ σπέρματίσου ἐνευλογηθήσονται πᾶσαι αἱ πατριαὶ τῆς γῆς. 26Ὑμῖνπρῶτον ὁ Θεός, ἀναστήσας τὸν παῖδα αὐτοῦ Ἰησοῦν,ἀπέστειλεν αὐτὸν εὐλογοῦντα ὑμᾶς, ἐν τῷ ἀποστρέφεινἕκαστον ἀπὸ τῶν πονηριῶν ὑμῶν.

41 Λαλούντων δὲ αὐτῶν πρὸς τὸν λαόν, ἐπέστησαν

αὐτοῖς οἱ ἱερεῖς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱΣαδδουκαῖοι, 2διαπονούμενοι διὰ τὸ διδάσκειν αὐτοὺς τὸνλαόν, καὶ καταγγέλλειν ἐν τῷ Ἰησοῦ τὴν ἀνάστασιν τὴνἐκ νεκρῶν. 3 Καὶ ἐπέβαλον αὐτοῖς τὰς χεῖρας, καὶ ἔθεντοεἰς τήρησιν εἰς τὴν αὔριον· ἦν γὰρ ἑσπέρα ἤδη. 4 Πολλοὶδὲ τῶν ἀκουσάντων τὸν λόγον ἐπίστευσαν· καὶ ἐγενήθη ὁἀριθμὸς τῶν ἀνδρῶν ὡσεὶ χιλιάδες πέντε.

Page 9: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 4:5 9 ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 4:185 Ἐγένετο δὲ ἐπὶ τὴν αὔριον συναχθῆναι αὐτῶν

τοὺς ἄρχοντας καὶ πρεσβυτέρους καὶ γραμματεῖς εἰςἹερουσαλήμ, 6 καὶ Ἄνναν τὸν ἀρχιερέα, καὶ Καϊάφαν,καὶ Ἰωάννην, καὶ Ἀλέξανδρον, καὶ ὅσοι ἦσαν ἐκγένους ἀρχιερατικοῦ. 7 Καὶ στήσαντες αὐτοὺς ἐντῷ μέσῳ ἐπυνθάνοντο, Ἐν ποίᾳ δυνάμει ἢ ἐν ποίῳὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς; 8 Τότε Πέτρος πλησθεὶςπνεύματος ἁγίου εἶπε πρὸς αὐτούς, Ἄρχοντες τοῦλαοῦ καὶ πρεσβύτεροι τοῦ Ἰσραήλ, 9 εἰ ἡμεῖς σήμερονἀνακρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, ἐν τίνιοὗτος σέσῳσται· 10 γνωστὸν ἔστω πᾶσιν ὑμῖν καὶ παντὶτῷ λαῷ Ἰσραήλ, ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦΝαζωραίου, ὃν ὑμεῖς ἐσταυρώσατε, ὃν ὁ Θεὸς ἤγειρενἐκ νεκρῶν, ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶνὑγιής. 11 Οὗτός ἐστιν ὁ λίθος ὁ ἐξουθενηθεὶς ὑφ᾿ ὑμῶντῶν οἰκοδομούντων, ὁ γενόμενος εἰς κεφαλὴν γωνίας.12 Καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία· οὔτε γὰρὄνομά ἐστιν ἕτερον ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἐνἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς.

13 Θεωροῦντες δὲ τὴν τοῦ Πέτρου παρρησίαν καὶἸωάννου, καὶ καταλαβόμενοι ὅτι ἄνθρωποι ἀγράμματοίεἰσι καὶ ἰδιῶται, ἐθαύμαζον, ἐπεγίνωσκόν τε αὐτοὺς ὅτισὺν τῷ Ἰησοῦ ἦσαν. 14 Τὸν δὲ ἄνθρωπον βλέποντεςσὺν αὐτοῖς ἑστῶτα τὸν τεθεραπευμένον, οὐδὲν εἶχονἀντειπεῖν. 15 Κελεύσαντες δὲ αὐτοὺς ἔξω τοῦ συνεδρίουἀπελθεῖν, συνέβαλον πρὸς ἀλλήλους, 16 λέγοντες,Τί ποιήσομεν τοῖς ἀνθρώποις τούτοις; Ὅτι μὲν γὰργνωστὸν σημεῖον γέγονε δι᾿αὐτῶν, πᾶσι τοῖς κατοικοῦσινἹερουσαλὴμ φανερόν, καὶ οὐ δυνάμεθα ἀρνήσασθαι.17Ἀλλ̓ ἵνα μὴ ἐπὶ πλεῖον διανεμηθῇ εἰς τὸν λαόν, ἀπειλῇἀπειλησώμεθα αὐτοῖς μηκέτι λαλεῖν ἐπὶ τῷ ὀνόματιτούτῳ μηδενὶ ἀνθρώπων. 18 Καὶ καλέσαντες αὐτούς,

Page 10: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 4:19 10 ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 4:31παρήγγειλαν αὐτοῖς τὸ καθόλου μὴ φθέγγεσθαι μηδὲδιδάσκειν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ. 19Ὁ δὲ Πέτρος καὶἸωάννης ἀποκριθέντες πρὸς αὐτοὺς εἶπον, Εἰ δίκαιόνἐστιν ἐνώπιον τοῦ Θεοῦ ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦΘεοῦ, κρίνατε. 20 Οὐ δυνάμεθα γὰρ ἡμεῖς, ἃ εἴδομενκαὶ ἠκούσαμεν, μὴ λαλεῖν. 21 Οἱ δὲ προσαπειλησάμενοιἀπέλυσαν αὐτούς, μηδὲν εὑρίσκοντες τὸ πῶς κολάσωνταιαὐτούς, διὰ τὸν λαόν, ὅτι πάντες ἐδόξαζον τὸν Θεὸν ἐπὶτῷ γεγονότι. 22 Ἐτῶν γὰρ ἦν πλειόνων τεσσαράκοντα ὁἄνθρωπος ἐφ᾿ὃν ἐγεγόνει τὸ σημεῖον τοῦτο τῆς ἰάσεως.

23 Ἀπολυθέντες δὲ ἦλθον πρὸς τοὺς ἰδίους, καὶἀπήγγειλαν ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱπρεσβύτεροι εἶπον. 24Οἱ δὲ ἀκούσαντες ὁμοθυμαδὸν ἦρανφωνὴν πρὸς τὸν Θεόν, καὶ εἶπον, Δέσποτα, σὺ ὁ Θεὸς ὁποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶπάντα τὰ ἐν αὐτοῖς· 25 *ὁ διὰ στόματος Δαβὶδ τοῦ παιδόςσου εἰπών, Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησανκενά; 26 Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντεςσυνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦΧριστοῦ αὐτοῦ· 27 συνήχθησαν γὰρ ἐπ̓ ἀληθείας †ἐπὶ τὸνἅγιον παῖδά σου Ἰησοῦν, ὃν ἔχρισας, Ἡρῴδης τε καὶΠόντιος Πιλάτος, σὺν ἔθνεσι καὶ λαοῖς Ἰσραήλ, 28 ποιῆσαιὅσα ἡ χείρ σου καὶ ἡ βουλή σου προώρισε γενέσθαι. 29Καὶτὰ νῦν, Κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν, καὶ δὸς τοῖςδούλοις σου μετὰ παρρησίας πάσης λαλεῖν τὸν λόγον σου,30 ἐν τῷ τὴν χεῖρά σου ἐκτείνειν σε εἰς ἴασιν, καὶ σημεῖακαὶ τέρατα γίνεσθαι διὰ τοῦ ὀνόματος τοῦ ἁγίου παιδόςσου Ἰησοῦ. 31Καὶ δεηθέντων αὐτῶν ἐσαλεύθη ὁ τόπος ἐνᾧ ἦσαν συνηγμένοι, καὶ ἐπλήσθησαν ἅπαντες πνεύματοςἁγίου, καὶ ἐλάλουν τὸν λόγον τοῦ Θεοῦ μετὰ παρρησίας.* 4:25 ὁ ¦ ὁ πνεύματι ἁγίῳ Bez. † 4:27 ἐπὶ ¦ ἐπὶ ἐν τῇ πόλει ταύτῃ Bez.

Page 11: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 4:32 11 ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 5:632 Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν ἡ καρδία

καὶ ἡ ψυχὴ μία· καὶ ‡οὐδὲ εἷς τι τῶν ὑπαρχόντων αὐτῷἔλεγεν ἴδιον εἶναι, ἀλλ̓ ἦν αὐτοῖς ἅπαντα κοινά. 33 Καὶμεγάλῃ δυνάμει ἀπεδίδουν τὸ μαρτύριον οἱ ἀπόστολοι τῆςἀναστάσεως τοῦ Κυρίου Ἰησοῦ, χάρις τε μεγάλη ἦν ἐπὶπάντας αὐτούς. 34Οὐδὲ γὰρ ἐνδεής τις ὑπῆρχεν ἐν αὐτοῖς·ὅσοι γὰρ κτήτορες χωρίων ἢ οἰκιῶν ὑπῆρχον, πωλοῦντεςἔφερον τὰς τιμὰς τῶνπιπρασκομένων, 35καὶ ἐτίθουνπαρὰτοὺς πόδας τῶν ἀποστόλων· διεδίδοτο δὲ ἑκάστῳ καθότιἄν τις χρείαν εἶχεν.

36 §Ἰωσῆς δέ, ὁ ἐπικληθεὶς Βαρνάβας ὑπὸ τῶνἀποστόλων — ὅ ἐστι, μεθερμηνευόμενον, υἱὸςπαρακλήσεως—Λευΐτης, Κύπριος τῷ γένει, 37ὑπάρχοντοςαὐτῷ ἀγροῦ, πωλήσας ἤνεγκε τὸ χρῆμα, καὶ ἔθηκε παρὰτοὺς πόδας τῶν ἀποστόλων.

51 Ἀνὴρ δέ τις Ἀνανίας ὀνόματι, σὺν Σαπφείρῃ τῇ

γυναικὶ αὐτοῦ, ἐπώλησε κτῆμα, 2 καὶ ἐνοσφίσατο ἀπὸ τῆςτιμῆς, συνειδυίας καὶ τῆς γυναικὸς αὐτοῦ, καὶ ἐνέγκαςμέρος τι παρὰ τοὺς πόδας τῶν ἀποστόλων ἔθηκεν. 3 Εἶπεδὲ Πέτρος, Ἀνανία, διὰ τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴνκαρδίαν σου, ψεύσασθαί σε τὸ πνεῦμα τὸ ἅγιον, καὶνοσφίσασθαι ἀπὸ τῆς τιμῆς τοῦ χωρίου; 4 Οὐχὶ μένονσοὶ ἔμενε, καὶ πραθὲν ἐν τῇ σῇ ἐξουσίᾳ ὑπῆρχε; Τί ὅτιἔθου ἐν τῇ καρδίᾳ σου τὸ πρᾶγμα τοῦτο; Οὐκ ἐψεύσωἀνθρώποις, ἀλλὰ τῷ Θεῷ. 5 Ἀκούων δὲ Ἀνανίας τοὺςλόγους τούτους, πεσὼν ἐξέψυξε· καὶ ἐγένετο φόβος μέγαςἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα. 6 Ἀναστάντες δὲ οἱνεώτεροι συνέστειλαν αὐτόν, καὶ ἐξενέγκαντες ἔθαψαν.‡ 4:32 οὐδὲ ¦ οὐδ̓ Bez. El. Sc. § 4:36 Ἰωσῆς ¦ Ἰωσὴφ Bez.

Page 12: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 5:7 12 ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 5:217 Ἐγένετο δὲ ὡς ὡρῶν τριῶν διάστημα, καὶ ἡ γυνὴ

αὐτοῦ μὴ εἰδυῖα τὸ γεγονὸς εἰσῆλθεν. 8Ἀπεκρίθη δὲ αὐτῇὁ Πέτρος, Εἰπέ μοι, εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε; Ἡδὲ εἶπε, Ναί, τοσούτου. 9Ὁ δὲ Πέτρος εἶπε πρὸς αὐτήν, Τίὅτι συνεφωνήθη ὑμῖν πειράσαι τὸ πνεῦμα Κυρίου; Ἰδού,οἱ πόδες τῶν θαψάντων τὸν ἄνδρα σου ἐπὶ τῇ θύρᾳ,καὶ ἐξοίσουσί σε. 10 Ἔπεσε δὲ παραχρῆμα παρὰ τοὺςπόδας αὐτοῦ, καὶ ἐξέψυξεν· εἰσελθόντες δὲ οἱ νεανίσκοιεὗρον αὐτὴν νεκράν, καὶ ἐξενέγκαντες ἔθαψαν πρὸς τὸνἄνδρα αὐτῆς. 11 Καὶ ἐγένετο φόβος μέγας ἐφ᾿ ὅλην τὴνἐκκλησίαν, καὶ ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα.

12 Διὰ δὲ τῶν χειρῶν τῶν ἀποστόλων *ἐγίνετο σημεῖακαὶ τέρατα ἐν τῷ λαῷ πολλά· καὶ ἦσαν ὁμοθυμαδὸνἅπαντες ἐν τῇ στοᾷ Σολομῶντος. 13 Τῶν δὲ λοιπῶνοὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς, ἀλλ̓ ἐμεγάλυνεν αὐτοὺςὁ λαός· 14 μᾶλλον δὲ προσετίθεντο πιστεύοντες τῷΚυρίῳ, πλήθη ἀνδρῶν τε καὶ γυναικῶν· 15 ὥστε κατὰτὰς πλατείας ἐκφέρειν τοὺς ἀσθενεῖς, καὶ τιθέναι ἐπὶκλινῶν καὶ κραββάτων, ἵνα ἐρχομένου Πέτρου κἂν ἡ σκιὰἐπισκιάσῃ τινὶ αὐτῶν. 16 Συνήρχετο δὲ καὶ τὸ πλῆθοςτῶν πέριξ πόλεων εἰς Ἱερουσαλήμ, φέροντες ἀσθενεῖςκαὶ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων, οἵτινεςἐθεραπεύοντο ἅπαντες.

17 Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς καὶ πάντες οἱ σὺν αὐτῷ —ἡ οὖσα αἵρεσις τῶν Σαδδουκαίων — ἐπλήσθησαν ζήλου,18 καὶ ἐπέβαλον τὰς χεῖρας αὐτῶν ἐπὶ τοὺς ἀποστόλους,καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ. 19 Ἄγγελος δὲΚυρίου διὰ τῆς νυκτὸς ἤνοιξε τὰς θύρας τῆς φυλακῆς,ἐξαγαγών τε αὐτοὺς εἶπε, 20 Πορεύεσθε, καὶ σταθέντεςλαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ῥήματα τῆςζωῆς ταύτης. 21 Ἀκούσαντες δὲ εἰσῆλθον ὑπὸ τὸν* 5:12 ἐγίνετο ¦ ἐγένετο Er. St.

Page 13: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 5:22 13 ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 5:34ὄρθρον εἰς τὸ ἱερόν, καὶ ἐδίδασκον. Παραγενόμενοςδὲ ὁ ἀρχιερεὺς καὶ οἱ σὺν αὐτῷ, συνεκάλεσαν τὸσυνέδριον καὶ πᾶσαν τὴν γερουσίαν τῶν υἱῶν Ἰσραήλ,καὶ ἀπέστειλαν εἰς τὸ δεσμωτήριον, ἀχθῆναι αὐτούς.22 Οἱ δὲ ὑπηρέται παραγενόμενοι οὐχ εὗρον αὐτοὺς ἐντῇ φυλακῇ· ἀναστρέψαντες δὲ ἀπήγγειλαν, 23 λέγοντεςὅτι Τὸ μὲν δεσμωτήριον εὕρομεν κεκλεισμένον ἐν πάσῃἀσφαλείᾳ, καὶ τοὺς φύλακας ἔξω ἑστῶτας πρὸ τῶν θυρῶν·ἀνοίξαντες δέ, ἔσω οὐδένα εὕρομεν. 24 Ὡς δὲ ἤκουσαντοὺς λόγους τούτους ὅ τε ἱερεὺς καὶ ὁ στρατηγὸς τοῦἱεροῦ καὶ οἱ ἀρχιερεῖς, διηπόρουν περὶ αὐτῶν, τί ἂνγένοιτο τοῦτο. 25 Παραγενόμενος δέ τις ἀπήγγειλεναὐτοῖς λέγων ὅτι Ἰδού, οἱ ἄνδρες οὓς ἔθεσθε ἐν τῇφυλακῇ εἰσὶν ἐν τῷ ἱερῷ ἑστῶτες καὶ διδάσκοντες τὸνλαόν. 26 Τότε ἀπελθὼν ὁ στρατηγὸς σὺν τοῖς ὑπηρέταιςἤγαγεν αὐτούς, οὐ μετὰ βίας, ἐφοβοῦντο γὰρ τὸν λαόν,ἵνα μὴ λιθασθῶσιν. 27Ἀγαγόντες δὲ αὐτοὺς ἔστησαν ἐν τῷσυνεδρίῳ. Καὶ ἐπηρώτησεν αὐτοὺς ὁ ἀρχιερεύς, 28 λέγων,Οὐ παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ διδάσκειν ἐπὶ τῷὀνόματι τούτῳ; Καὶ ἰδοὺ πεπληρώκατε τὴν Ἱερουσαλὴμτῆς διδαχῆς ὑμῶν, καὶ βούλεσθε ἐπαγαγεῖν ἐφ᾿ ἡμᾶς τὸαἷμα τοῦ ἀνθρώπου τούτου. 29 Ἀποκριθεὶς δὲ ὁ Πέτροςκαὶ οἱ ἀπόστολοι εἶπον, Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢἀνθρώποις. 30ὉΘεὸς τῶνπατέρωνἡμῶνἤγειρεν Ἰησοῦν,ὃν ὑμεῖς διεχειρίσασθε, κρεμάσαντες ἐπὶ ξύλου. 31ΤοῦτονὁΘεὸς ἀρχηγὸν καὶ σωτῆρα ὕψωσε τῇ δεξιᾷ αὐτοῦ, δοῦναιμετάνοιαν τῷ Ἰσραὴλ καὶ ἄφεσιν ἁμαρτιῶν. 32 Καὶ ἡμεῖςἐσμεν αὐτοῦ μάρτυρες τῶν ῥημάτων τούτων, καὶ τὸπνεῦμα δὲ τὸ ἅγιον, ὃ ἔδωκεν ὁ Θεὸς τοῖς πειθαρχοῦσιναὐτῷ.

33 Οἱ δὲ ἀκούσαντες διεπρίοντο, καὶ ἐβουλεύοντοἀνελεῖν αὐτούς. 34 Ἀναστὰς δέ τις ἐν τῷ συνεδρίῳ

Page 14: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 5:35 14 ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 6:2Φαρισαῖος, ὀνόματι Γαμαλιήλ, νομοδιδάσκαλος, τίμιοςπαντὶ τῷ λαῷ, ἐκέλευσεν ἔξω βραχύ τι τοὺς ἀποστόλουςποιῆσαι. 35 Εἶπέ τε πρὸς αὐτούς, Ἄνδρες Ἰσραηλῖται,προσέχετε ἑαυτοῖς ἐπὶ τοῖς ἀνθρώποις τούτοις, τί μέλλετεπράσσειν. 36 Πρὸ γὰρ τούτων τῶν ἡμερῶν ἀνέστηΘευδᾶς, λέγων εἶναί τινα ἑαυτόν, ᾧ προσεκολλήθηἀριθμὸς ἀνδρῶν ὡσεὶ τετρακοσίων· ὃς ἀνῃρέθη, καὶπάντες ὅσοι ἐπείθοντο αὐτῷ διελύθησαν καὶ ἐγένοντοεἰς οὐδέν. 37 Μετὰ τοῦτον ἀνέστη Ἰούδας ὁ Γαλιλαῖοςἐν ταῖς ἡμέραις τῆς ἀπογραφῆς, καὶ ἀπέστησε λαὸνἱκανὸν ὀπίσω αὐτοῦ· κἀκεῖνος ἀπώλετο, καὶ πάντεςὅσοι ἐπείθοντο αὐτῷ διεσκορπίσθησαν. 38 Καὶ τὰ νῦνλέγω ὑμῖν, ἀπόστητε ἀπὸ τῶν ἀνθρώπων τούτων, καὶἐάσατε αὐτούς· ὅτι ἐὰν ᾖ ἐξ ἀνθρώπων ἡ βουλὴ αὕτηἢ τὸ ἔργον τοῦτο, καταλυθήσεται· 39 εἰ δὲ ἐκ Θεοῦἐστιν, οὐ δύνασθε καταλῦσαι αὐτό, μήποτε καὶ θεομάχοιεὑρεθῆτε. 40 Ἐπείσθησαν δὲ αὐτῷ· καὶ προσκαλεσάμενοιτοὺς ἀποστόλους, δείραντες παρήγγειλαν μὴ λαλεῖν ἐπὶτῷ ὀνόματι τοῦ Ἰησοῦ, καὶ ἀπέλυσαν αὐτούς. 41 Οἱ μὲνοὖν ἐπορεύοντο χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου,ὅτι ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ κατηξιώθησαν ἀτιμασθῆναι.42 Πᾶσάν τε ἡμέραν, ἐν τῷ ἱερῷ καὶ κατ᾿ οἶκον, οὐκἐπαύοντο διδάσκοντες καὶ εὐαγγελιζόμενοι Ἰησοῦν τὸνΧριστόν.

61 Ἐν δὲ ταῖς ἡμέραις ταύταις, πληθυνόντων τῶν

μαθητῶν, ἐγένετο γογγυσμὸς τῶν Ἑλληνιστῶν πρὸςτοὺς Ἑβραίους, ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇκαθημερινῇ αἱ χῆραι αὐτῶν. 2 Προσκαλεσάμενοι δὲ οἱδώδεκα τὸ πλῆθος τῶν μαθητῶν, εἶπον, Οὐκ ἀρεστόνἐστιν ἡμᾶς, καταλείψαντας τὸν λόγον τοῦΘεοῦ, διακονεῖν

Page 15: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 6:3 15 ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 6:15τραπέζαις. 3 Ἐπισκέψασθε οὖν, ἀδελφοί, ἄνδρας ἐξὑμῶν μαρτυρουμένους ἑπτά, πλήρεις πνεύματος ἁγίουκαὶ σοφίας, οὓς *καταστήσομεν ἐπὶ τῆς χρείας ταύτης.4 Ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγουπροσκαρτερήσομεν. 5 Καὶ ἤρεσεν ὁ λόγος ἐνώπιονπαντὸς τοῦ πλήθους· καὶ ἐξελέξαντο Στέφανον, ἄνδραπλήρη πίστεως καὶ πνεύματος ἁγίου, καὶ Φίλιππον, καὶΠρόχορον, καὶ Νικάνορα, καὶ Τίμωνα, καὶ Παρμενᾶν, καὶΝικόλαον προσήλυτον Ἀντιοχέα, 6 οὓς ἔστησαν ἐνώπιοντῶν ἀποστόλων· καὶ προσευξάμενοι ἐπέθηκαν αὐτοῖς τὰςχεῖρας.

7 Καὶ ὁ λόγος τοῦ Θεοῦ ηὔξανε, καὶ ἐπληθύνετο ὁἀριθμὸς τῶν μαθητῶν ἐν Ἱερουσαλὴμ σφόδρα, πολύς τεὄχλος τῶν ἱερέων ὑπήκουον τῇ πίστει.

8 Στέφανος δὲ πλήρης πίστεως καὶ δυνάμεως ἐποίειτέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ. 9 Ἀνέστησαν δέτινες τῶν ἐκ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτίνων,καὶ Κυρηναίων, καὶ Ἀλεξανδρέων, καὶ τῶν ἀπὸ Κιλικίαςκαὶ Ἀσίας, συζητοῦντες τῷ Στεφάνῳ. 10 Καὶ οὐκἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ πνεύματι ᾧ ἐλάλει.11 Τότε ὑπέβαλον ἄνδρας λέγοντας ὅτι Ἀκηκόαμεν αὐτοῦλαλοῦντος ῥήματα βλάσφημα εἰς Μωσῆν καὶ τὸν Θεόν.12 Συνεκίνησάν τε τὸν λαὸν καὶ τοὺς πρεσβυτέρους καὶτοὺς γραμματεῖς, καὶ ἐπιστάντες συνήρπασαν αὐτόν,καὶ ἤγαγον εἰς τὸ συνέδριον, 13 ἔστησάν τε μάρτυραςψευδεῖς λέγοντας, Ὁ ἄνθρωπος οὗτος οὐ παύεται ῥήματαβλάσφημα λαλῶν κατὰ τοῦ τόπου τοῦ ἁγίου τούτου καὶτοῦ νόμου· 14 ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος ὅτι Ἰησοῦςὁ Ναζωραῖος οὗτος καταλύσει τὸν τόπον τοῦτον, καὶἀλλάξει τὰ ἔθη ἃ παρέδωκεν ἡμῖν Μωϋσῆς. 15 Καὶἀτενίσαντες εἰς αὐτὸν ἅπαντες οἱ καθεζόμενοι ἐν τῷ* 6:3 καταστήσομεν ¦ καταστήσωμεν El.

Page 16: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 7:1 16 ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 7:11συνεδρίῳ, εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπονἀγγέλου.

71 Εἶπε δὲ ὁ ἀρχιερεύς, Εἰ ἄρα ταῦτα οὕτως ἔχει; 2Ὁ δὲ

ἔφη,Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε. Ὁ Θεὸς

τῆς δόξης ὤφθη τῷ πατρὶ *ἡμῶν Ἀβραὰμ ὄντι ἐν τῇΜεσοποταμίᾳ, πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαρράν,3 καὶ εἶπε πρὸς αὐτόν, Ἔξελθε ἐκ τῆς γῆς σου καὶἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς γῆν ἣν ἄν σοιδείξω. 4 Τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων κατῴκησενἐν Χαρράν· κἀκεῖθεν, μετὰ τὸ ἀποθανεῖν τὸν πατέρααὐτοῦ, μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖςνῦν κατοικεῖτε· 5 καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐναὐτῇ, οὐδὲ βῆμα ποδός· καὶ ἐπηγγείλατο αὐτῷ δοῦναιεἰς κατάσχεσιν αὐτήν, καὶ τῷ σπέρματι αὐτοῦ μετ᾿αὐτόν,οὐκ ὄντος αὐτῷ τέκνου. 6 Ἐλάλησε δὲ οὕτως ὁ Θεός,ὅτι ἔσται τὸ σπέρμα αὐτοῦ πάροικον ἐν γῇ ἀλλοτρίᾳ, καὶδουλώσουσιν αὐτὸ καὶ κακώσουσιν, ἔτη τετρακόσια. 7Καὶτὸ ἔθνος, ᾧ ἐὰν δουλεύσωσι, κρινῶ ἐγώ, εἶπεν ὁ Θεός·καὶ μετὰ ταῦτα ἐξελεύσονται, καὶ λατρεύσουσί μοι ἐν τῷτόπῳ τούτῳ. 8 Καὶ ἔδωκεν αὐτῷ διαθήκην περιτομῆς·καὶ οὕτως ἐγέννησε τὸν Ἰσαάκ, καὶ περιέτεμεν αὐτὸν τῇἡμέρᾳ τῇ ὀγδόῃ· καὶ ὁ Ἰσαὰκ τὸν Ἰακώβ, καὶ ὁ Ἰακὼβ τοὺςδώδεκα πατριάρχας. 9 Καὶ οἱ πατριάρχαι ζηλώσαντες τὸνἸωσὴφ ἀπέδοντο εἰς Αἴγυπτον· καὶ ἦν ὁ Θεὸς μετ᾿αὐτοῦ,10 καὶ ἐξείλετο αὐτὸν ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ, καὶἔδωκεν αὐτῷ χάριν καὶ σοφίαν ἐναντίονΦαραὼβασιλέωςΑἰγύπτου, καὶ κατέστησεν αὐτὸν ἡγούμενον ἐπ̓ Αἴγυπτονκαὶ ὅλον τὸν οἶκον αὐτοῦ. 11Ἦλθε δὲ λιμὸς ἐφ᾿ὅλην τὴν* 7:2 ἡμῶν ¦ ὑμῶν Bez.

Page 17: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 7:12 17 ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 7:26γῆν Αἰγύπτου καὶ Χαναάν, καὶ θλίψις μεγάλη· καὶ οὐχεὕρισκον χορτάσματα οἱ πατέρες ἡμῶν. 12 Ἀκούσας δὲἸακὼβ ὄντα σῖτα ἐν Αἰγύπτῳ, ἐξαπέστειλε τοὺς πατέραςἡμῶν πρῶτον. 13Καὶ ἐν τῷ δευτέρῳ ἀνεγνωρίσθη Ἰωσὴφτοῖς ἀδελφοῖς αὐτοῦ, καὶ φανερὸν ἐγένετο τῷ Φαραὼ τὸγένος τοῦ Ἰωσήφ. 14Ἀποστείλας δὲ Ἰωσὴφ μετεκαλέσατοτὸν πατέρα αὐτοῦ Ἰακώβ, καὶ πᾶσαν τὴν συγγένειαναὐτοῦ, ἐν ψυχαῖς ἑβδομήκοντα πέντε. 15 Κατέβη δὲἸακὼβ εἰς Αἴγυπτον, καὶ ἐτελεύτησεν αὐτὸς καὶ οἱ πατέρεςἡμῶν· 16 καὶ μετετέθησαν εἰς †Συχέμ, καὶ ἐτέθησαν ἐντῷ μνήματι ὃ ὠνήσατο Ἀβραὰμ τιμῆς ἀργυρίου παρὰτῶν υἱῶν ‡Ἐμμὸρ τοῦ §Συχέμ. 17 Καθὼς δὲ ἤγγιζεν ὁχρόνος τῆς ἐπαγγελίας ἧς ὤμοσεν ὁ Θεὸς τῷ Ἀβραάμ,ηὔξησεν ὁ λαὸς καὶ ἐπληθύνθη ἐν Αἰγύπτῳ, 18 ἄχρις οὗἀνέστη βασιλεὺς ἕτερος, ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ. 19Οὗτοςκατασοφισάμενος τὸ γένος ἡμῶν, ἐκάκωσε τοὺς πατέραςἡμῶν, τοῦ ποιεῖν ἔκθετα τὰ βρέφη αὐτῶν, εἰς τὸ μὴζῳογονεῖσθαι. 20 Ἐν ᾧ καιρῷ ἐγεννήθη Μωσῆς, καὶ ἦνἀστεῖος τῷ Θεῷ· ὃς ἀνετράφη μῆνας τρεῖς ἐν τῷ οἴκῳ τοῦπατρὸς αὐτοῦ. 21 Ἐκτεθέντα δὲ αὐτόν, ἀνείλετο αὐτὸν ἡθυγάτηρ Φαραώ, καὶ ἀνεθρέψατο αὐτὸν ἑαυτῇ εἰς υἱόν.22 Καὶ ἐπαιδεύθη Μωσῆς πάσῃ σοφίᾳ Αἰγυπτίων· ἦν δὲδυνατὸς ἐν λόγοις καὶ ἐν ἔργοις. 23Ὡς δὲ ἐπληροῦτο αὐτῷτεσσαρακονταετὴς χρόνος, ἀνέβη ἐπὶ τὴν καρδίαν αὐτοῦἐπισκέψασθαι τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ἰσραήλ.24 Καὶ ἰδών τινα ἀδικούμενον, ἠμύνατο καὶ ἐποίησενἐκδίκησιν τῷ καταπονουμένῳ, πατάξας τὸν Αἰγύπτιον·25 ἐνόμιζε δὲ συνιέναι τοὺς ἀδελφοὺς αὐτοῦ ὅτι ὁ Θεὸς διὰχειρὸς αὐτοῦ δίδωσιν αὐτοῖς σωτηρίαν· οἱ δὲ οὐ συνῆκαν.26 Τῇ *τε ἐπιούσῃ ἡμέρᾳ ὤφθη αὐτοῖς μαχομένοις, καὶ† 7:16 Συχέμ ¦ Σιχέμ Bez. Sc. ‡ 7:16 Ἐμμὸρ ¦ Ἐμὸρ Er. Sc. § 7:16Συχέμ ¦ Σιχέμ Bez. Sc. * 7:26 τε ¦ δὲ Bez. El. Sc.

Page 18: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 7:27 18 ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 7:39συνήλασεν αὐτοὺς εἰς εἰρήνην, εἰπών, Ἄνδρες, ἀδελφοίἐστε ὑμεῖς· ἵνα τί ἀδικεῖτε ἀλλήλους; 27 Ὁ δὲ ἀδικῶντὸν πλησίον ἀπώσατο αὐτόν, εἰπών, Τίς σε κατέστησενἄρχοντα καὶ δικαστὴν ἐφ᾿ ἡμᾶς; 28 Μὴ ἀνελεῖν με σὺθέλεις, ὃν τρόπον ἀνεῖλες χθὲς τὸν Αἰγύπτιον; 29Ἔφυγεδὲ Μωσῆς ἐν τῷ λόγῳ τούτῳ, καὶ ἐγένετο πάροικος ἐν γῇΜαδιάμ, οὗ ἐγέννησεν υἱοὺς δύο. 30 Καὶ πληρωθέντωνἐτῶν τεσσαράκοντα, ὤφθη αὐτῷ ἐν τῇ ἐρήμῳ τοῦ ὄρουςΣινᾶ ἄγγελος Κυρίου ἐν φλογὶ πυρὸς βάτου. 31 Ὁ δὲΜωσῆς ἰδὼν ἐθαύμασε τὸ ὅραμα· προσερχομένου δὲ αὐτοῦκατανοῆσαι, ἐγένετο φωνὴ Κυρίου πρὸς αὐτόν, 32 Ἐγὼ ὁΘεὸς τῶν πατέρων σου, ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκκαὶ ὁ Θεὸς Ἰακώβ. Ἔντρομος δὲ γενόμενος Μωσῆς οὐκἐτόλμα κατανοῆσαι. 33 Εἶπε δὲ αὐτῷ ὁ Κύριος, Λῦσον τὸὑπόδημα τῶν ποδῶν σου· ὁ γὰρ τόπος ἐν ᾧ ἕστηκας γῆἁγία ἐστίν. 34 Ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μουτοῦ ἐν Αἰγύπτῳ, καὶ τοῦ στεναγμοῦ αὐτῶν ἤκουσα· καὶκατέβην ἐξελέσθαι αὐτούς· καὶ νῦν δεῦρο, ἀποστελῶσε εἰςΑἴγυπτον. 35Τοῦτον τὸν Μωϋσῆν ὃν ἠρνήσαντο εἰπόντες,Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστήν; τοῦτον ὁΘεὸς ἄρχοντα καὶ λυτρωτὴν ἀπέστειλεν ἐν χειρὶ ἀγγέλουτοῦ ὀφθέντος αὐτῷ ἐν τῇ βάτῳ. 36 Οὗτος ἐξήγαγεναὐτούς, ποιήσας τέρατα καὶ σημεῖα ἐν γῇ Αἰγύπτου καὶἐν Ἐρυθρᾷ θαλάσσῃ, καὶ ἐν τῇ ἐρήμῳ ἔτη τεσσαράκοντα.37 Οὗτός ἐστιν ὁ Μωϋσῆς ὁ εἰπὼν τοῖς υἱοῖς Ἰσραήλ,Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν ἐκ τῶνἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε. 38 Οὗτόςἐστιν ὁ γενόμενος ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ μετὰτοῦ ἀγγέλου τοῦ λαλοῦντος αὐτῷ ἐν τῷ ὄρει Σινᾶ καὶτῶν πατέρων ἡμῶν· ὃς ἐδέξατο λόγια ζῶντα δοῦναιἡμῖν· 39 ᾧ οὐκ ἠθέλησαν ὑπήκοοι γενέσθαι οἱ πατέρεςἡμῶν, ἀλλ̓ ἀπώσαντο, καὶ ἐστράφησαν ταῖς καρδίαις

Page 19: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 7:40 19 ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 7:53αὐτῶν εἰς Αἴγυπτον, 40 εἰπόντες τῷ Ἀαρών, Ποίησον ἡμῖνθεοὺς οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωσῆς οὗτος, ὃςἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί γέγονεναὐτῷ. 41 Καὶ ἐμοσχοποίησαν ἐν ταῖς ἡμέραις ἐκείναις,καὶ ἀνήγαγον θυσίαν τῷ εἰδώλῳ, καὶ εὐφραίνοντο ἐντοῖς ἔργοις τῶν χειρῶν αὐτῶν. 42 Ἔστρεψε δὲ ὁ Θεός,καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ·καθὼς γέγραπται ἐν βίβλῳ τῶνπροφητῶν,Μὴ σφάγια καὶθυσίας προσηνέγκατέ μοι ἔτη τεσσαράκοντα ἐν τῇ ἐρήμῳ,οἶκος Ἰσραήλ; 43 Καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολόχ,καὶ τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν Ῥεμφάν, τοὺς τύπους οὓςἐποιήσατε προσκυνεῖν αὐτοῖς· καὶ μετοικιῶ ὑμᾶς ἐπέκειναΒαβυλῶνος. 44 Ἡ σκηνὴ τοῦ μαρτυρίου ἦν †ἐν τοῖςπατράσιν ἡμῶν ἐν τῇ ἐρήμῳ, καθὼς διετάξατο ὁ λαλῶντῷ Μωσῇ, ποιῆσαι αὐτὴν κατὰ τὸν τύπον ὃν ἑωράκει.45Ἣν καὶ εἰσήγαγον διαδεξάμενοι οἱ πατέρες ἡμῶν μετὰἸησοῦ ἐν τῇ κατασχέσει τῶν ἐθνῶν, ὧν ἐξῶσεν ὁ Θεὸς ἀπὸπροσώπου τῶν πατέρων ἡμῶν, ἕως τῶν ἡμερῶν Δαβίδ·46 ὃς εὗρε χάριν ἐνώπιον τοῦ Θεοῦ, καὶ ᾐτήσατο εὑρεῖνσκήνωμα τῷ Θεῷ Ἰακώβ. 47 Σολομῶν δὲ ᾠκοδόμησεναὐτῷ οἶκον. 48 Ἀλλ̓ οὐχ ὁ ὕψιστος ἐν χειροποιήτοιςναοῖς κατοικεῖ, καθὼς ὁ προφήτης λέγει, 49 Ὁ οὐρανόςμοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖονοἶκον οἰκοδομήσετέ μοι; λέγει Κύριος· ἢ τίς τόπος τῆςκαταπαύσεώςμου; 50Οὐχὶ ἡ χείρ μου ἐποίησε ταῦταπάντα;

51 Σκληροτράχηλοι καὶ ἀπερίτμητοι τῇ καρδίᾳ καὶ τοῖςὠσίν, ὑμεῖς ἀεὶ τῷ πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε· ὡςοἱ πατέρες ὑμῶν, καὶ ὑμεῖς. 52 Τίνα τῶν προφητῶνοὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; Καὶ ἀπέκτειναν τοὺςπροκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου, οὗνῦν ὑμεῖς προδόται καὶ φονεῖς γεγένησθε· 53 οἵτινες† 7:44 ἐν ¦−Er. Sc.

Page 20: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 7:54 20 ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 7:6ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκἐφυλάξατε.

54Ἀκούοντες δὲ ταῦτα, διεπρίοντο ταῖς καρδίαις αὐτῶν,καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπ̓ αὐτόν. 55 Ὑπάρχων δὲπλήρης πνεύματος ἁγίου, ἀτενίσας εἰς τὸν οὐρανόν, εἶδεδόξαν Θεοῦ, καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ,56 καὶ εἶπεν, Ἰδού, θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους,καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦΘεοῦ. 57 Κράξαντες δὲ φωνῇ μεγάλῃ, συνέσχον τὰὦτα αὐτῶν, καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπ̓ αὐτόν· 58 καὶἐκβαλόντες ἔξω τῆς πόλεως, ἐλιθοβόλουν· καὶ οἱμάρτυρες ἀπέθεντο τὰ ἱμάτια αὐτῶν παρὰ τοὺς πόδαςνεανίου καλουμένου Σαύλου. 59 Καὶ ἐλιθοβόλουν τὸνΣτέφανον, ἐπικαλούμενον καὶ λέγοντα, Κύριε Ἰησοῦ,δέξαι τὸ πνεῦμά μου. 60 Θεὶς δὲ τὰ γόνατα, ἔκραξε φωνῇμεγάλῃ, Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην.Καὶ τοῦτο εἰπὼν ἐκοιμήθη.

81 Σαῦλος δὲ ἦν συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ.

Ἐγένετο δὲ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διωγμὸς μέγας ἐπὶ τὴνἐκκλησίαν τὴν ἐν Ἱεροσολύμοις· πάντες τε διεσπάρησανκατὰ τὰς χώρας τῆς Ἰουδαίας καὶ Σαμαρείας, πλὴντῶν ἀποστόλων. 2 Συνεκόμισαν δὲ τὸν Στέφανονἄνδρες εὐλαβεῖς, καὶ ἐποιήσαντο κοπετὸν μέγαν ἐπ̓αὐτῷ. 3 Σαῦλος δὲ ἐλυμαίνετο τὴν ἐκκλησίαν, κατὰ τοὺςοἴκους εἰσπορευόμενος, σύρων τε ἄνδρας καὶ γυναῖκαςπαρεδίδου εἰς φυλακήν.

4 Οἱ μὲν οὖν διασπαρέντες διῆλθον, εὐαγγελιζόμενοιτὸν λόγον. 5 Φίλιππος δὲ κατελθὼν εἰς πόλιν τῆςΣαμαρείας, ἐκήρυσσεν αὐτοῖς τὸν Χριστόν. 6Προσεῖχόν τεοἱ ὄχλοι τοῖς λεγομένοις ὑπὸ τοῦ Φιλίππου ὁμοθυμαδόν,ἐν τῷ ἀκούειν αὐτοὺς καὶ βλέπειν τὰ σημεῖα ἃ ἐποίει.

Page 21: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 7:7 21 ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 7:217Πολλῶν γὰρ τῶν ἐχόντων πνεύματα ἀκάθαρτα, βοῶνταμεγάλῃ φωνῇ ἐξήρχετο· πολλοὶ δὲ παραλελυμένοι καὶχωλοὶ ἐθεραπεύθησαν. 8 Καὶ ἐγένετο χαρὰ μεγάλη ἐν τῇπόλει ἐκείνῃ.

9 Ἀνὴρ δέ τις ὀνόματι Σίμων προϋπῆρχεν ἐν τῇ πόλειμαγεύωνκαὶ ἐξιστῶν τὸ ἔθνος τῆς Σαμαρείας, λέγων εἶναίτινα ἑαυτὸν μέγαν· 10 ᾧ προσεῖχον πάντες ἀπὸ μικροῦἕως μεγάλου, λέγοντες, Οὗτός ἐστιν ἡ δύναμις τοῦ Θεοῦἡ μεγάλη. 11 Προσεῖχον δὲ αὐτῷ, διὰ τὸ ἱκανῷ χρόνῳταῖς μαγείαις ἐξεστακέναι αὐτούς. 12Ὅτε δὲ ἐπίστευσαντῷ Φιλίππῳ εὐαγγελιζομένῳ τὰ περὶ τῆς βασιλείας τοῦΘεοῦ καὶ τοῦ ὀνόματος τοῦ Ἰησοῦ Χριστοῦ, ἐβαπτίζοντοἄνδρες τε καὶ γυναῖκες. 13ὉδὲΣίμωνκαὶ αὐτὸς ἐπίστευσε,καὶ βαπτισθεὶς ἦν προσκαρτερῶν τῷ Φιλίππῳ· θεωρῶν τε*σημεῖα καὶ δυνάμεις μεγάλας γινομένας, ἐξίστατο.

14 Ἀκούσαντες δὲ οἱ ἐν Ἱεροσολύμοις ἀπόστολοι ὅτιδέδεκται ἡ Σαμάρεια τὸνλόγον τοῦΘεοῦ, ἀπέστειλανπρὸςαὐτοὺς τὸν Πέτρον καὶ Ἰωάννην· 15 οἵτινες καταβάντεςπροσηύξαντο περὶ αὐτῶν, ὅπως λάβωσι πνεῦμα ἅγιον·16 οὔπω γὰρ ἦν ἐπ̓ οὐδενὶ αὐτῶν ἐπιπεπτωκός, μόνον δὲβεβαπτισμένοι ὑπῆρχον εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ.17 Τότε ἐπετίθουν τὰς χεῖρας ἐπ̓ αὐτούς, καὶ ἐλάμβανονπνεῦμα ἅγιον. 18 Θεασάμενος δὲ ὁ Σίμων ὅτι διὰ τῆςἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ πνεῦματὸ ἅγιον, προσήνεγκεν αὐτοῖς χρήματα, 19 λέγων, Δότεκἀμοὶ τὴν ἐξουσίαν ταύτην, ἵνα ᾧ †ἐὰν ἐπιθῶ τὰς χεῖρας,λαμβάνῃ πνεῦμα ἅγιον. 20 Πέτρος δὲ εἶπε πρὸς αὐτόν, Τὸἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰντοῦ Θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι. 21 Οὐκ ἔστισοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ. Ἡ γὰρ καρδία* 8:13 σημεῖα καὶ δυνάμεις μεγάλας γινομένας ¦ δυνάμεις καὶ σημεῖαγινόμενα Er. Sc. † 8:19 ἐὰν ¦ ἂν St.

Page 22: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 7:22 22 ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 7:34σου οὐκ ἔστιν εὐθεῖα ἐνώπιον τοῦ Θεοῦ. 22Μετανόησονοὖν ἀπὸ τῆς κακίας σου ταύτης, καὶ δεήθητι τοῦ Θεοῦ,εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου. 23 Εἰςγὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα.24 Ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπε, Δεήθητε ὑμεῖς ὑπὲρ ἐμοῦπρὸς τὸν Κύριον, ὅπως μηδὲν ἐπέλθῃ ἐπ̓ ἐμὲ ὧν εἰρήκατε.

25 Οἱ μὲν οὖν διαμαρτυράμενοι καὶ λαλήσαντες τὸνλόγον τοῦ Κυρίου, ὑπέστρεψαν εἰς Ἱερουσαλήμ, πολλάςτε κώμας τῶν Σαμαρειτῶν εὐηγγελίσαντο.

26 Ἄγγελος δὲ Κυρίου ἐλάλησε πρὸς Φίλιππον,λέγων, Ἀνάστηθι καὶ πορεύου κατὰ μεσημβρίαν ἐπὶτὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἱερουσαλὴμ εἰςΓάζαν· αὕτη ἐστὶν ἔρημος. 27 Καὶ ἀναστὰς ἐπορεύθη·καὶ ἰδού, ἀνὴρ Αἰθίοψ εὐνοῦχος δυνάστης Κανδάκηςτῆς βασιλίσσης Αἰθιόπων, ὃς ἦν ἐπὶ πάσης τῆς γάζηςαὐτῆς, ὃς ἐληλύθει προσκυνήσων εἰς Ἱερουσαλήμ, 28 ἦντε ὑποστρέφων καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ,‡καὶ ἀνεγίνωσκε τὸν προφήτην Ἠσαΐαν. 29 Εἶπε δὲ τὸπνεῦμα τῷ Φιλίππῳ, Πρόσελθε καὶ κολλήθητι τῷ ἅρματιτούτῳ. 30 Προσδραμὼν δὲ ὁ Φίλιππος ἤκουσεν αὐτοῦἀναγινώσκοντος τὸν προφήτην Ἠσαΐαν, καὶ εἶπεν, Ἆράγε γινώσκεις ἃ ἀναγινώσκεις; 31 Ὁ δὲ εἶπε, Πῶς γὰρ ἂνδυναίμην, ἐὰν μή τις ὁδηγήσῃ με; Παρεκάλεσέ τε τὸνΦίλιππον ἀναβάντα καθίσαι σὺν αὐτῷ. 32 Ἡ δὲ περιοχὴτῆς γραφῆς ἣν ἀνεγίνωσκεν ἦν αὕτη, Ὡς πρόβατον ἐπὶσφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντοςαὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. 33Ἐντῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη, τὴν δὲ γενεὰναὐτοῦ τίς διηγήσεται; Ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴαὐτοῦ. 34 Ἀποκριθεὶς δὲ ὁ εὐνοῦχος τῷ Φιλίππῳ εἶπε,Δέομαί σου, περὶ τίνος ὁ προφήτης λέγει τοῦτο; Περὶ‡ 8:28 καὶ ¦−Sc.

Page 23: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 7:35 23 ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 9:7ἑαυτοῦ, ἢ περὶ ἑτέρου τινός; 35 Ἀνοίξας δὲ ὁ Φίλιπποςτὸ στόμα αὐτοῦ, καὶ ἀρξάμενος ἀπὸ τῆς γραφῆς ταύτης,εὐηγγελίσατο αὐτῷ τὸν Ἰησοῦν. 36 Ὡς δὲ ἐπορεύοντοκατὰ τὴν ὁδόν, ἦλθον ἐπί τι ὕδωρ· καί φησιν ὁ εὐνοῦχος,Ἰδού, ὕδωρ· τί κωλύει με βαπτισθῆναι; 37 Εἶπε δὲ ὁΦίλιππος, Εἰ πιστεύεις ἐξ ὅλης τῆς καρδίας, ἔξεστιν.Ἀποκριθεὶς δὲ εἶπε, Πιστεύω τὸν υἱὸν τοῦ Θεοῦ εἶναι τὸνἸησοῦν Χριστόν. 38 Καὶ ἐκέλευσε στῆναι τὸ ἅρμα· καὶκατέβησαν ἀμφότεροι εἰς τὸ ὕδωρ, ὅ τε Φίλιππος καὶ ὁεὐνοῦχος· καὶ ἐβάπτισεν αὐτόν. 39 Ὅτε δὲ ἀνέβησαν ἐκτοῦ ὕδατος, πνεῦμα Κυρίου ἥρπασε τὸν Φίλιππον· καὶοὐκ εἶδεν αὐτὸν οὐκέτι ὁ εὐνοῦχος, ἐπορεύετο γὰρ τὴνὁδὸν αὐτοῦ χαίρων. 40 Φίλιππος δὲ εὑρέθη εἰς Ἄζωτον·καὶ διερχόμενος εὐηγγελίζετο τὰς πόλεις πάσας, ἕως τοῦἐλθεῖν αὐτὸν εἰς Καισάρειαν.

91 Ὁ δὲ Σαῦλος ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς

μαθητὰς τοῦ Κυρίου, προσελθὼν τῷ ἀρχιερεῖ, 2 ᾐτήσατοπαρ᾿αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς,ὅπως ἐάν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας ἄνδρας τε καὶγυναῖκας, δεδεμένους ἀγάγῃ εἰς Ἱερουσαλήμ. 3 Ἐν δὲτῷ πορεύεσθαι, ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ· καὶἐξαίφνης *περιήστραψεν αὐτὸν φῶς ἀπὸ τοῦ οὐρανοῦ·4 καὶ πεσὼν ἐπὶ τὴν γῆν, ἤκουσε φωνὴν λέγουσαν αὐτῷ,Σαούλ, Σαούλ, τί με διώκεις; 5 Εἶπε δέ, Τίς εἶ, Κύριε; Ὁδὲ Κύριος εἶπεν, Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις· σκληρόνσοι πρὸς κέντρα λακτίζειν. 6 Τρέμων τε καὶ θαμβῶν εἶπε,Κύριε, τί με θέλεις ποιῆσαι; Καὶ ὁ Κύριος πρὸς αὐτόν,Ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοιτί σε δεῖ ποιεῖν. 7 Οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ* 9:3 περιήστραψεν ¦ περιέστραψεν El.

Page 24: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 9:8 24 ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 9:21εἱστήκεισαν ἐννεοί, ἀκούοντες μὲν τῆς φωνῆς, μηδέναδὲ θεωροῦντες. 8 Ἠγέρθη δὲ ὁ Σαῦλος ἀπὸ τῆς γῆς·ἀνεῳγμένων δὲ τῶν ὀφθαλμῶν αὐτοῦ, οὐδένα ἔβλεπε,χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαμασκόν. 9 Καὶἦν ἡμέρας τρεῖς μὴ βλέπων, καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν.

10Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἀνανίας, καὶεἶπε πρὸς αὐτὸν ὁ Κύριος ἐν ὁράματι, Ἀνανία. Ὁ δὲ εἶπεν,Ἰδοὺ ἐγώ, Κύριε. 11 Ὁ δὲ Κύριος πρὸς αὐτόν, Ἀναστὰςπορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην Εὐθεῖαν, καὶζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι, Ταρσέα· ἰδοὺγὰρ προσεύχεται, 12 καὶ εἶδεν ἐν ὁράματι ἄνδρα ὀνόματιἈνανίαν εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ χεῖρα, ὅπωςἀναβλέψῃ. 13Ἀπεκρίθη δὲ ὁ Ἀνανίας, Κύριε, ἀκήκοα ἀπὸπολλῶν περὶ τοῦ ἀνδρὸς τούτου, ὅσα κακὰ ἐποίησε τοῖςἁγίοις σου ἐν Ἱερουσαλήμ· 14 καὶ ὧδε ἔχει ἐξουσίαν παρὰτῶν ἀρχιερέων, δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸὄνομά σου. 15 Εἶπε δὲ πρὸς αὐτὸν ὁ Κύριος, Πορεύου, ὅτισκεῦος ἐκλογῆς μοι ἐστὶν οὗτος, τοῦ βαστάσαι τὸ ὄνομάμου ἐνώπιον ἐθνῶν καὶ βασιλέων, υἱῶν τε Ἰσραήλ· 16 ἐγὼγὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μουπαθεῖν. 17Ἀπῆλθε δὲ Ἀνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν,καὶ ἐπιθεὶς ἐπ̓ αὐτὸν τὰς χεῖρας εἶπε, Σαοὺλ ἀδελφέ, ὁΚύριος ἀπέσταλκέ με, Ἰησοῦς ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗἤρχου, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς πνεύματος ἁγίου.18 Καὶ εὐθέως ἀπέπεσον ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ ὡσεὶλεπίδες, ἀνέβλεψέ τε παραχρῆμα, καὶ ἀναστὰς ἐβαπτίσθη,19 καὶ λαβὼν τροφὴν ἐνίσχυσεν.Ἐγένετο δὲ ὁ Σαῦλος μετὰ τῶν ἐν Δαμασκῷ μαθητῶν

ἡμέρας τινάς. 20Καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσετὸν Χριστόν, ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ. 21Ἐξίσταντοδὲ πάντες οἱ ἀκούοντες καὶ ἔλεγον, Οὐχ οὗτός ἐστινὁ πορθήσας ἐν Ἱερουσαλὴμ τοὺς ἐπικαλουμένους τὸ

Page 25: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 9:22 25 ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 9:34ὄνομα τοῦτο, καὶ ὧδε εἰς τοῦτο ἐληλύθει ἵνα δεδεμένουςαὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς; 22 Σαῦλος δὲ μᾶλλονἐνεδυναμοῦτο, καὶ συνέχυνε τοὺς Ἰουδαίους τοὺςκατοικοῦντας ἐν Δαμασκῷ, συμβιβάζων ὅτι οὗτός ἐστιν ὁΧριστός.

23 Ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναί, συνεβουλεύσαντοοἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν· 24 ἐγνώσθη δὲ τῷ Σαύλῳ ἡἐπιβουλὴ αὐτῶν. Παρετήρουν τε τὰς πύλας ἡμέρας τεκαὶ νυκτός, ὅπως αὐτὸν ἀνέλωσι· 25 λαβόντες δὲ αὐτὸν οἱμαθηταὶ νυκτός, καθῆκαν διὰ τοῦ τείχους, χαλάσαντες ἐνσπυρίδι.

26 Παραγενόμενος δὲ ὁ Σαῦλος εἰς Ἱερουσαλήμ,ἐπειρᾶτο κολλᾶσθαι τοῖς μαθηταῖς· καὶ πάντες ἐφοβοῦντοαὐτόν, μὴ πιστεύοντες ὅτι ἐστὶ μαθητής. 27 Βαρνάβας δὲἐπιλαβόμενος αὐτὸν ἤγαγε πρὸς τοὺς ἀποστόλους, καὶδιηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδε τὸν Κύριον, καὶ ὅτιἐλάλησεν αὐτῷ, καὶ πῶς ἐν Δαμασκῷ ἐπαρρησιάσατοἐν τῷ ὀνόματι τοῦ Ἰησοῦ. 28 Καὶ ἦν μετ᾿ αὐτῶνεἰσπορευόμενος καὶ ἐκπορευόμενος ἐν Ἱερουσαλήμ,καὶ παρρησιαζόμενος ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ,29 ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς· οἱ δὲἐπεχείρουν αὐτὸν ἀνελεῖν. 30 Ἐπιγνόντες δὲ οἱ ἀδελφοὶκατήγαγον αὐτὸν εἰς Καισάρειαν, καὶ ἐξαπέστειλαναὐτὸν εἰς Ταρσόν. 31 Αἱ μὲν οὖν ἐκκλησίαι καθ̓ ὅλης τῆςἸουδαίας καὶ Γαλιλαίας καὶ Σαμαρείας εἶχον εἰρήνηνοἰκοδομούμεναι, καὶ πορευόμεναι τῷ φόβῳ τοῦ Κυρίουκαὶ τῇ παρακλήσει τοῦ ἁγίου πνεύματος ἐπληθύνοντο.

32 Ἐγένετο δὲ Πέτρον διερχόμενον διὰ πάντωνκατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦνταςΛύδδαν. 33 Εὗρε δὲ ἐκεῖ ἄνθρωπόν τινα Αἰνέαν ὀνόματι,ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ κραββάτῳ, ὃς ἦνπαραλελυμένος. 34 Καὶ εἶπεν αὐτῷ ὁ Πέτρος, Αἰνέα, ἰᾶταί

Page 26: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 9:35 26 ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 10:3σε Ἰησοῦς ὁ Χριστός· ἀνάστηθι καὶ στρῶσον σεαυτῷ. Καὶεὐθέως ἀνέστη. 35Καὶ εἶδον αὐτὸν πάντες οἱ κατοικοῦντεςΛύδδαν καὶ τὸν †Σάρωνα, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸνΚύριον.

36 Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβιθά, ἣδιερμηνευομένη λέγεται Δορκάς· αὕτη ἦν πλήρης ἀγαθῶνἔργων καὶ ἐλεημοσυνῶν ὧν ἐποίει. 37 Ἐγένετο δὲ ἐνταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν·λούσαντες δὲ αὐτὴν ἔθηκαν ἐν ὑπερῴῳ. 38 Ἐγγὺς δὲοὔσης Λύδδης τῇ Ἰόππῃ, οἱ μαθηταὶ ἀκούσαντες ὅτιΠέτρος ἐστὶν ἐν αὐτῇ, ἀπέστειλαν δύο ἄνδρας πρὸςαὐτόν, παρακαλοῦντες μὴ ὀκνῆσαι διελθεῖν ἕως αὐτῶν.39Ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενονἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱχῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτιαὅσα ἐποίει μετ᾿ αὐτῶν οὖσα ἡ Δορκάς. 40 Ἐκβαλὼν δὲἔξω πάντας ὁ Πέτρος θεὶς τὰ γόνατα προσηύξατο· καὶἐπιστρέψας πρὸς τὸ σῶμα, εἶπε, Ταβιθά, ἀνάστηθι. Ἡ δὲἤνοιξε τοὺς ὀφθαλμοὺς αὐτῆς· καὶ ἰδοῦσα τὸν Πέτρον,ἀνεκάθισε. 41 Δοὺς δὲ αὐτῇ χεῖρα, ἀνέστησεν αὐτήν·φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας, παρέστησεν αὐτὴνζῶσαν. 42 Γνωστὸν δὲ ἐγένετο καθ̓ ὅλης τῆς Ἰόππης, καὶπολλοὶ ἐπίστευσαν ἐπὶ τὸν Κύριον. 43Ἐγένετο δὲ ἡμέραςἱκανὰς μεῖναι αὐτὸν ἐν Ἰόππῃ παρά τινι Σίμωνι βυρσεῖ.

101 Ἀνὴρ δέ τις ἦν ἐν Καισαρείᾳ ὀνόματι Κορνήλιος,

ἑκατοντάρχης ἐκ σπείρης τῆς καλουμένης Ἰταλικῆς,2 εὐσεβὴς καὶ φοβούμενος τὸν Θεὸν σὺν παντὶ τῷ οἴκῳαὐτοῦ, ποιῶν τε ἐλεημοσύνας πολλὰς τῷ λαῷ, καὶδεόμενος τοῦ Θεοῦ διὰ παντός. 3 Εἶδεν ἐν ὁράματι† 9:35 Σάρωνα ¦ Ἀσσαρώνα Er. ¦ Σαρωνᾶν St.

Page 27: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 10:427ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 10:18φανερῶς, ὡσεὶ ὥραν ἐννάτην τῆς ἡμέρας, ἄγγελον τοῦΘεοῦ εἰσελθόνταπρὸς αὐτόν, καὶ εἰπόντααὐτῷ, Κορνήλιε.4Ὁδὲ ἀτενίσας αὐτῷ καὶ ἔμφοβος γενόμενος εἶπε, Τί ἐστι,Κύριε; Εἶπε δὲ αὐτῷ, Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναισου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ. 5 Καὶνῦν πέμψον εἰς Ἰόππην ἄνδρας, καὶ μετάπεμψαι Σίμωναὃς ἐπικαλεῖται Πέτρος· 6 οὗτος ξενίζεται παρά τινι Σίμωνιβυρσεῖ, ᾧ ἐστιν οἰκία παρὰ θάλασσαν· οὗτος λαλήσει σοιτί σε δεῖ ποιεῖν. 7 Ὡς δὲ ἀπῆλθεν ὁ ἄγγελος ὁ λαλῶντῷ Κορνηλίῳ, φωνήσας δύο τῶν οἰκετῶν αὐτοῦ, καὶστρατιώτην εὐσεβῆ τῶν προσκαρτερούντων αὐτῷ, 8 καὶἐξηγησάμενος αὐτοῖς ἅπαντα, ἀπέστειλεν αὐτοὺς εἰς τὴνἸόππην.

9 Τῇ δὲ ἐπαύριον, ὁδοιπορούντων ἐκείνων καὶ τῇ πόλειἐγγιζόντων, ἀνέβη Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι,περὶ ὥραν ἕκτην· 10 ἐγένετο δὲ πρόσπεινος, καὶ ἤθελεγεύσασθαι· παρασκευαζόντων δὲ ἐκείνων, ἐπέπεσεν ἐπ̓αὐτὸν ἔκστασις, 11 καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον,καὶ καταβαῖνον ἐπ̓ αὐτὸν σκεῦός τι ὡς ὀθόνην μεγάλην,τέσσαρσιν ἀρχαῖς δεδεμένον, καὶ καθιέμενον ἐπὶ τῆς γῆς·12 ἐν ᾧ ὑπῆρχε πάντα τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρίακαὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ. 13 Καὶ ἐγένετοφωνὴ πρὸς αὐτόν, Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε. 14ὉδὲΠέτρος εἶπε, Μηδαμῶς, Κύριε· ὅτι οὐδέποτε ἔφαγον πᾶνκοινὸν ἢ ἀκάθαρτον. 15Καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸςαὐτόν, Ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου. 16 Τοῦτο δὲἐγένετο ἐπὶ τρίς· καὶ πάλιν ἀνελήφθη τὸ σκεῦος εἰς τὸνοὐρανόν.

17 Ὡς δὲ ἐν ἑαυτῷ διηπόρει ὁ Πέτρος τί ἂν εἴη τὸὅραμα ὃ εἶδε, καὶ ἰδού, οἱ ἄνδρες οἱ ἀπεσταλμένοι ἀπὸτοῦ Κορνηλίου, διερωτήσαντες τὴν οἰκίαν Σίμωνος,ἐπέστησαν ἐπὶ τὸν πυλῶνα, 18 καὶ φωνήσαντες

Page 28: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ10:1928ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ10:31ἐπυνθάνοντο εἰ Σίμων, ὁ ἐπικαλούμενος Πέτρος, ἐνθάδεξενίζεται. 19 Τοῦ δὲ Πέτρου ἐνθυμουμένου περὶ τοῦὁράματος, εἶπεν αὐτῷ τὸ πνεῦμα, Ἰδού, ἄνδρες τρεῖςζητοῦσί σε. 20 Ἀλλὰ ἀναστὰς κατάβηθι, καὶ πορεύουσὺν αὐτοῖς, μηδὲν διακρινόμενος· διότι ἐγὼ ἀπέσταλκααὐτούς. 21 Καταβὰς δὲ Πέτρος πρὸς τοὺς ἄνδρας τοὺςἀπεσταλμένους ἀπὸ τοῦ Κορνηλίου πρὸς αὐτόν, εἶπεν,Ἰδού, ἐγώ εἰμι ὃν ζητεῖτε· τίς ἡ αἰτία δι᾿ἣν πάρεστε; 22 Οἱδὲ εἶπον, Κορνήλιος ἑκατοντάρχης, ἀνὴρ δίκαιος καὶφοβούμενος τὸν Θεόν, μαρτυρούμενός τε ὑπὸ ὅλου τοῦἔθνους τῶν Ἰουδαίων, ἐχρηματίσθη ὑπὸ ἀγγέλου ἁγίουμεταπέμψασθαί σε εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἀκοῦσαιῥήματα παρὰ σοῦ. 23 Εἰσκαλεσάμενος οὖν αὐτοὺς ἐξένισε.Τῇ δὲ ἐπαύριον ὁ Πέτρος ἐξῆλθε σὺν αὐτοῖς, καί τινες

τῶν ἀδελφῶν τῶν ἀπὸ τῆς Ἰόππης συνῆλθον αὐτῷ. 24Καὶτῇ ἐπαύριον εἰσῆλθον εἰς τὴνΚαισάρειαν. Ὁ δὲ Κορνήλιοςἦν προσδοκῶν αὐτούς, συγκαλεσάμενος τοὺς συγγενεῖςαὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους. 25 Ὡς δὲ ἐγένετοεἰσελθεῖν τὸν Πέτρον, συναντήσας αὐτῷ ὁ Κορνήλιος,πεσὼν ἐπὶ τοὺς πόδας, προσεκύνησεν. 26 Ὁ δὲ Πέτροςαὐτὸν ἤγειρε λέγων, Ἀνάστηθι· κἀγὼ αὐτὸς ἄνθρωπόςεἰμι. 27 Καὶ συνομιλῶν αὐτῷ εἰσῆλθε, καὶ εὑρίσκεισυνεληλυθότας πολλούς, 28 ἔφη τε πρὸς αὐτούς, Ὑμεῖςἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν ἀνδρὶ Ἰουδαίῳ κολλᾶσθαιἢ προσέρχεσθαι ἀλλοφύλῳ· καὶ ἐμοὶ ὁ Θεὸς ἔδειξεμηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον· 29 διὸ καὶἀναντιρρήτως ἦλθον μεταπεμφθείς. Πυνθάνομαι οὖν,τίνι λόγῳ μετεπέμψασθέ με. 30Καὶ ὁ Κορνήλιος ἔφη, Ἀπὸτετάρτης ἡμέρας μέχρι ταύτης τῆς ὥρας ἤμην νηστεύων,καὶ τὴν ἐννάτην ὥραν προσευχόμενος ἐν τῷ οἴκῳ μου·καὶ ἰδού, ἀνὴρ ἔστη ἐνώπιόν μου ἐν ἐσθῆτι λαμπρᾷ,31 καί φησι, Κορνήλιε, εἰσηκούσθη σου ἡ προσευχή,

Page 29: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 10:32 29 ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 10:43

καὶ αἱ ἐλεημοσύναι σου ἐμνήσθησαν ἐνώπιον τοῦ Θεοῦ.32 Πέμψον οὖν εἰς Ἰόππην, καὶ μετακάλεσαι Σίμωνα ὃςἐπικαλεῖται Πέτρος· οὗτος ξενίζεται ἐν οἰκίᾳ Σίμωνοςβυρσέως παρὰ θάλασσαν· ὃς παραγενόμενος λαλήσει σοι.33 Ἐξαυτῆς οὖν ἔπεμψα πρός σε· σύ τε καλῶς ἐποίησαςπαραγενόμενος. Νῦν οὖν πάντες ἡμεῖς ἐνώπιον τοῦ Θεοῦπάρεσμεν ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ τοῦΘεοῦ. 34Ἀνοίξας δὲ Πέτρος τὸ στόμα εἶπεν,Ἐπ̓ ἀληθείας καταλαμβάνομαι ὅτι οὐκ ἔστι

προσωπολήπτης ὁ Θεός· 35 ἀλλ̓ ἐν παντὶ ἔθνει ὁφοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην, δεκτὸςαὐτῷ ἐστι. 36 Τὸν λόγον ὃν ἀπέστειλε τοῖς υἱοῖς Ἰσραήλ,εὐαγγελιζόμενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ — οὗτόςἐστι πάντων Κύριος — 37 ὑμεῖς οἴδατε, τὸ γενόμενον ῥῆμακαθ̓ ὅλης τῆς Ἰουδαίας, ἀρξάμενον ἀπὸ τῆς Γαλιλαίας,μετὰ τὸ βάπτισμα ὃ ἐκήρυξεν Ἰωάννης· 38 Ἰησοῦν τὸνἀπὸ *Ναζαρέτ, ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς πνεύματιἁγίῳ καὶ δυνάμει, ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενοςπάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου,ὅτι ὁ Θεὸς ἦν μετ᾿ αὐτοῦ. 39 Καὶ ἡμεῖς ἐσμεν μάρτυρεςπάντων ὧν ἐποίησεν ἔν τε τῇ χώρᾳ τῶν Ἰουδαίων καὶἐν Ἱερουσαλήμ· ὃν ἀνεῖλον κρεμάσαντες ἐπὶ ξύλου.40Τοῦτον ὁ Θεὸς ἤγειρε τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἔδωκεν αὐτὸνἐμφανῆ γενέσθαι, 41 οὐ παντὶ τῷ λαῷ, ἀλλὰ μάρτυσιτοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ Θεοῦ, ἡμῖν, οἵτινεςσυνεφάγομεν καὶ συνεπίομεν αὐτῷ μετὰ τὸ ἀναστῆναιαὐτὸν ἐκ νεκρῶν. 42 Καὶ παρήγγειλεν ἡμῖν κηρύξαι τῷλαῷ, καὶ διαμαρτύρασθαι ὅτι αὐτός ἐστιν ὁὡρισμένος ὑπὸτοῦ Θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν. 43 Τούτῳ πάντες οἱπροφῆται μαρτυροῦσιν, ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ* 10:38 Ναζαρέτ ¦ Ναζαρέθ El. Er. Sc.

Page 30: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ10:4430ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ11:11ὀνόματος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν.

44Ἔτι λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα, ἐπέπεσετὸ πνεῦμα τὸ ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον.45Καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοί, ὅσοι συνῆλθον τῷΠέτρῳ, ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ τοῦ ἁγίου πνεύματοςἐκκέχυται. 46Ἤκουον γὰρ αὐτῶν λαλούντων γλώσσαις,καὶ μεγαλυνόντων τὸν Θεόν. Τότε ἀπεκρίθη ὁ Πέτρος,47Μήτι τὸ ὕδωρ κωλῦσαι δύναταί τις, τοῦ μὴ βαπτισθῆναιτούτους, οἵτινες τὸ πνεῦμα τὸ ἅγιον ἔλαβον καθὼς καὶἡμεῖς; 48Προσέταξέ τε αὐτοὺς βαπτισθῆναι ἐν τῷ ὀνόματιτοῦ Κυρίου. Τότε ἠρώτησαν αὐτὸν ἐπιμεῖναι ἡμέρας τινάς.

111 Ἤκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες

κατὰ τὴν Ἰουδαίαν ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τὸνλόγον τοῦΘεοῦ. 2Καὶ ὅτε ἀνέβηΠέτρος εἰς Ἱεροσόλυμα, διεκρίνοντοπρὸς αὐτὸν οἱ ἐκ περιτομῆς, 3 λέγοντες ὅτι Πρὸς ἄνδραςἀκροβυστίαν ἔχοντας εἰσῆλθες, καὶ συνέφαγες αὐτοῖς.4Ἀρξάμενος δὲ ὁ Πέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς λέγων,5 Ἐγὼ ἤμην ἐν πόλει Ἰόππῃ προσευχόμενος, καὶ εἶδονἐν ἐκστάσει ὅραμα, καταβαῖνον σκεῦός τι, ὡς ὀθόνηνμεγάλην τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρανοῦ,καὶ ἦλθεν ἄχρις ἐμοῦ· 6 εἰς ἣν ἀτενίσας κατενόουν, καὶεἶδον τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰκαὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ. 7 Ἤκουσα δὲ φωνῆςλεγούσης μοι, Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε. 8Εἶπον δέ,Μηδαμῶς, Κύριε· ὅτι πᾶν κοινὸν ἢ ἀκάθαρτον οὐδέποτεεἰσῆλθεν εἰς τὸ στόμα μου. 9 Ἀπεκρίθη δέ μοι φωνὴ ἐκδευτέρου ἐκ τοῦ οὐρανοῦ, Ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴκοίνου. 10Τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ πάλιν ἀνεσπάσθηἅπαντα εἰς τὸν οὐρανόν. 11 Καὶ ἰδού, ἐξαυτῆς τρεῖςἄνδρες ἐπέστησαν ἐπὶ τὴν οἰκίαν ἐν ᾗ ἤμην, ἀπεσταλμένοι

Page 31: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ11:1231ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ11:24ἀπὸ Καισαρείας πρός με. 12 Εἶπε δέ μοι τὸ πνεῦμασυνελθεῖν αὐτοῖς, μηδὲν διακρινόμενον. Ἦλθον δὲ σὺνἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὗτοι, καὶ εἰσήλθομεν εἰς τὸνοἶκον τοῦ ἀνδρός· 13 ἀπήγγειλέ τε ἡμῖν πῶς εἶδε τὸνἄγγελον ἐν τῷ οἴκῳ αὐτοῦ σταθέντα, καὶ εἰπόντα αὐτῷ,Ἀπόστειλον εἰς Ἰόππην ἄνδρας, καὶ μετάπεμψαι Σίμωνα,τὸν ἐπικαλούμενον Πέτρον, 14 ὃς λαλήσει ῥήματα πρόςσε, ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου. 15 Ἐν δὲτῷ ἄρξασθαί με λαλεῖν, ἐπέπεσε τὸ πνεῦμα τὸ ἅγιον ἐπ̓αὐτούς, ὥσπερ καὶ ἐφ᾿ ἡμᾶς ἐν ἀρχῇ. 16 Ἐμνήσθην δὲτοῦ ῥήματος Κυρίου, ὡς ἔλεγεν, Ἰωάννης μὲν ἐβάπτισενὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν πνεύματι ἁγίῳ. 17 Εἰοὖν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς ὁ Θεὸς ὡς καὶ ἡμῖν,πιστεύσασιν ἐπὶ τὸν Κύριον Ἰησοῦν Χριστόν, ἐγὼ δὲ τίςἤμην δυνατὸς κωλῦσαι τὸν Θεόν; 18Ἀκούσαντες δὲ ταῦταἡσύχασαν, καὶ ἐδόξαζον τὸν Θεόν, λέγοντες, Ἄρα γε καὶτοῖς ἔθνεσιν ὁ Θεὸς τὴν μετάνοιαν ἔδωκεν εἰς ζωήν.

19 Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆςγενομένης ἐπὶ Στεφάνῳ διῆλθον ἕως Φοινίκης καὶΚύπρου καὶ Ἀντιοχείας, μηδενὶ λαλοῦντες τὸν λόγονεἰ μὴ μόνον Ἰουδαίοις. 20 Ἦσαν δέ τινες ἐξ αὐτῶνἄνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες εἰσελθόντεςεἰς Ἀντιόχειαν, ἐλάλουν πρὸς τοὺς Ἑλληνιστάς,εὐαγγελιζόμενοι τὸνΚύριον Ἰησοῦν. 21Καὶ ἦν χεὶρ Κυρίουμετ᾿ αὐτῶν· πολύς τε ἀριθμὸς πιστεύσας ἐπέστρεψενἐπὶ τὸν Κύριον. 22 Ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτατῆς ἐκκλησίας τῆς ἐν Ἱεροσολύμοις περὶ αὐτῶν· καὶἐξαπέστειλαν Βαρνάβαν διελθεῖν ἕως Ἀντιοχείας· 23 ὃςπαραγενόμενος καὶ ἰδὼν τὴν χάριν τοῦ Θεοῦ ἐχάρη, καὶπαρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας προσμένειντῷ Κυρίῳ· 24 ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης πνεύματοςἁγίου καὶ πίστεως· καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ Κυρίῳ.

Page 32: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 11:2532ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 12:725Ἐξῆλθε δὲ εἰς Ταρσὸν ὁ Βαρνάβας ἀναζητῆσαι Σαῦλον,26καὶ εὑρὼν αὐτὸν ἤγαγεν αὐτὸν εἰς Ἀντιόχειαν. Ἐγένετοδὲ αὐτοὺς ἐνιαυτὸν ὅλον συναχθῆναι ἐν τῇ ἐκκλησίᾳ καὶδιδάξαι ὄχλον ἱκανόν, χρηματίσαι τε πρῶτον ἐνἈντιοχείᾳτοὺς μαθητὰς Χριστιανούς.

27 Ἐν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸἹεροσολύμων προφῆται εἰς Ἀντιόχειαν. 28 Ἀναστὰς δὲεἷς ἐξ αὐτῶν ὀνόματι Ἄγαβος, ἐσήμανε διὰ τοῦ πνεύματοςλιμὸν μέγαν μέλλειν ἔσεσθαι ἐφ᾿ ὅλην τὴν οἰκουμένην·ὅστις καὶ ἐγένετο ἐπὶ Κλαυδίου Καίσαρος. 29 Τῶν δὲμαθητῶν καθὼς ηὐπορεῖτό τις, ὥρισαν ἕκαστος αὐτῶνεἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳἀδελφοῖς· 30 ὃ καὶ ἐποίησαν, ἀποστείλαντες πρὸς τοὺςπρεσβυτέρους διὰ χειρὸς Βαρνάβα καὶ Σαύλου.

121 Κατ᾿ ἐκεῖνον δὲ τὸν καιρὸν ἐπέβαλεν Ἡρῴδης

ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆςἐκκλησίας. 2 Ἀνεῖλε δὲ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννουμαχαίρᾳ. 3 Καὶ ἰδὼν ὅτι ἀρεστόν ἐστι τοῖς Ἰουδαίοις,προσέθετο συλλαβεῖν καὶ Πέτρον — ἦσαν δὲ ἡμέραιτῶν ἀζύμων — 4 ὃν καὶ πιάσας ἔθετο εἰς φυλακήν,παραδοὺς τέσσαρσι τετραδίοις στρατιωτῶν φυλάσσειναὐτόν, βουλόμενος μετὰ τὸ Πάσχα ἀναγαγεῖν αὐτὸν τῷλαῷ. 5ὉμὲνοὖνΠέτρος ἐτηρεῖτο ἐν τῇφυλακῇ· προσευχὴδὲ ἦν ἐκτενὴς γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸνΘεὸν ὑπὲρ αὐτοῦ. 6 Ὅτε δὲ ἔμελλεν αὐτὸν προάγεινὁ Ἡρῴδης, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιμώμενοςμεταξὺ δύο στρατιωτῶν, δεδεμένος ἁλύσεσι δυσί· φύλακέςτε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν. 7 Καὶ ἰδού,ἄγγελος Κυρίου ἐπέστη, καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι·πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου, ἤγειρεν αὐτὸνλέγων, Ἀνάστα ἐν τάχει. Καὶ ἐξέπεσον αὐτοῦ αἱ ἁλύσεις

Page 33: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 12:833ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 12:19ἐκ τῶν χειρῶν. 8Εἶπέ τε ὁ ἄγγελος πρὸς αὐτόν, Περίζωσαικαὶ ὑπόδησαι τὰ σανδάλιά σου. Ἐποίησε δὲ οὕτω. Καὶλέγει αὐτῷ, Περιβαλοῦ τὸ ἱμάτιόν σου, καὶ ἀκολούθειμοι. 9 Καὶ ἐξελθὼν ἠκολούθει αὐτῷ· καὶ οὐκ ᾔδειὅτι ἀληθές ἐστι τὸ γινόμενον διὰ τοῦ ἀγγέλου, ἐδόκειδὲ ὅραμα βλέπειν. 10 Διελθόντες δὲ πρώτην φυλακὴνκαὶ δευτέραν, ἦλθον ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν, τὴνφέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη ἠνοίχθη αὐτοῖς·καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν, καὶ εὐθέως ἀπέστηὁ ἄγγελος ἀπ̓ αὐτοῦ. 11 Καὶ ὁ Πέτρος, γενόμενος ἐνἑαυτῷ, εἶπε, Νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλε Κύριοςτὸν ἄγγελον αὐτοῦ, καὶ ἐξείλετό με ἐκ χειρὸς Ἡρῴδουκαὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων.12 Συνιδών τε ἦλθεν ἐπὶ τὴν οἰκίαν Μαρίας τῆς μητρὸςἸωάννου τοῦ ἐπικαλουμένου Μάρκου, οὗ ἦσαν ἱκανοὶσυνηθροισμένοι καὶ προσευχόμενοι. 13 Κρούσαντος δὲτοῦ Πέτρου τὴν θύραν τοῦ πυλῶνος, προσῆλθε παιδίσκηὑπακοῦσαι, ὀνόματι Ῥόδη. 14 Καὶ ἐπιγνοῦσα τὴν φωνὴντοῦ Πέτρου, ἀπὸ τῆς χαρᾶς οὐκ ἤνοιξε τὸν πυλῶνα,εἰσδραμοῦσα δὲ ἀπήγγειλεν ἑστάναι τὸν Πέτρον πρὸ τοῦπυλῶνος. 15 Οἱ δὲ πρὸς αὐτὴν εἶπον, Μαίνῃ. Ἡ δὲδιϊσχυρίζετο οὕτως ἔχειν. Οἱ δ̓ ἔλεγον, Ὁ ἄγγελος αὐτοῦἐστιν. 16ὉδὲΠέτρος ἐπέμενε κρούων· ἀνοίξαντες δὲ εἶδοναὐτόν, καὶ ἐξέστησαν. 17 Κατασείσας δὲ αὐτοῖς τῇ χειρὶσιγᾷν, διηγήσατο αὐτοῖς πῶς ὁ Κύριος αὐτὸν ἐξήγαγενἐκ τῆς φυλακῆς. Εἶπε δέ, Ἀπαγγείλατε Ἰακώβῳ καὶ τοῖςἀδελφοῖς ταῦτα. Καὶ ἐξελθὼν ἐπορεύθη εἰς ἕτερον τόπον.18 Γενομένης δὲ ἡμέρας, ἦν τάραχος οὐκ ὀλίγος ἐν τοῖςστρατιώταις, τί ἄρα ὁ Πέτρος ἐγένετο. 19 Ἡρῴδης δὲἐπιζητήσας αὐτὸν καὶ μὴ εὑρών, ἀνακρίνας τοὺςφύλακας,ἐκέλευσεν ἀπαχθῆναι. Καὶ κατελθὼν ἀπὸ τῆς Ἰουδαίαςεἰς τὴν Καισάρειαν διέτριβεν.

Page 34: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 12:2034ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 13:620 Ἦν δὲ ὁ Ἡρῴδης θυμομαχῶν Τυρίοις καὶ Σιδωνίοις·

ὁμοθυμαδὸν δὲ παρῆσαν πρὸς αὐτόν, καὶ πείσαντεςΒλάστον τὸν ἐπὶ τοῦ κοιτῶνος τοῦ βασιλέως, ᾐτοῦντοεἰρήνην, διὰ τὸ τρέφεσθαι αὐτῶν τὴν χώραν ἀπὸ τῆςβασιλικῆς. 21 Τακτῇ δὲ ἡμέρᾳ ὁ Ἡρῴδης ἐνδυσάμενοςἐσθῆτα βασιλικήν, καὶ καθίσας ἐπὶ τοῦ βήματος,ἐδημηγόρει πρὸς αὐτούς. 22Ὁ δὲ δῆμος ἐπεφώνει, Θεοῦφωνὴ καὶ οὐκ ἀνθρώπου. 23 Παραχρῆμα δὲ ἐπάταξεναὐτὸν ἄγγελος Κυρίου, ἀνθ̓ ὧν οὐκ ἔδωκε τὴν δόξαν τῷΘεῷ· καὶ γενόμενος σκωληκόβρωτος, ἐξέψυξεν.

24 Ὁ δὲ λόγος τοῦ Θεοῦ ηὔξανε καὶ ἐπληθύνετο.25 Βαρνάβας δὲ καὶ Σαῦλος ὑπέστρεψαν ἐξ Ἱερουσαλήμ,

πληρώσαντες τὴν διακονίαν, συμπαραλαβόντες καὶἸωάννην τὸν ἐπικληθέντα Μάρκον.

131Ἦσανδέ τινες ἐνἈντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν

προφῆται καὶ διδάσκαλοι, ὅ τε Βαρνάβας καὶ Συμεὼν ὁκαλούμενος Νίγερ, καὶ Λούκιος ὁ Κυρηναῖος, Μαναήντε Ἡρῴδου τοῦ τετράρχου σύντροφος, καὶ Σαῦλος.2 Λειτουργούντων δὲ αὐτῶν τῷ Κυρίῳ καὶ νηστευόντων,εἶπε τὸ πνεῦμα τὸ ἅγιον, Ἀφορίσατε δή μοι τὸν τεΒαρνάβαν καὶ τὸν Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαιαὐτούς. 3 Τότε νηστεύσαντες καὶ προσευξάμενοι καὶἐπιθέντες τὰς χεῖρας αὐτοῖς, ἀπέλυσαν.

4 Οὗτοι μὲν οὖν, ἐκπεμφθέντες ὑπὸ τοῦ πνεύματοςτοῦ ἁγίου, κατῆλθον εἰς τὴν Σελεύκειαν· ἐκεῖθέντε ἀπέπλευσαν εἰς τὴν Κύπρον. 5 Καὶ γενόμενοι ἐνΣαλαμῖνι, κατήγγελλον τὸν λόγον τοῦ Θεοῦ ἐν ταῖςσυναγωγαῖς τῶν Ἰουδαίων· εἶχον δὲ καὶ Ἰωάννηνὑπηρέτην. 6 Διελθόντες δὲ τὴν νῆσον ἄχρι Πάφου,εὗρόν τινα μάγον ψευδοπροφήτην Ἰουδαῖον, ᾧ ὄνομα

Page 35: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 13:735ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 13:19Βαρϊησοῦς, 7ὃς ἦν σὺν τῷἀνθυπάτῳΣεργίῳΠαύλῳ, ἀνδρὶσυνετῷ. Οὗτος προσκαλεσάμενος Βαρνάβαν καὶ Σαῦλονἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ. 8Ἀνθίστατο δὲαὐτοῖς Ἐλύμας, ὁ μάγος — οὕτω γὰρ μεθερμηνεύεται τὸὄνομα αὐτοῦ — ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆςπίστεως. 9 Σαῦλος δέ, ὁ καὶ Παῦλος, πλησθεὶς πνεύματοςἁγίου, καὶ ἀτενίσας εἰς αὐτὸν 10 εἶπεν, Ὦ πλήρης παντὸςδόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσηςδικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς Κυρίου τὰςεὐθείας; 11 Καὶ νῦν ἰδού, χεὶρ τοῦ Κυρίου ἐπὶ σέ, καὶ ἔσῃτυφλός, μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. Παραχρῆμαδὲ ἐπέπεσεν ἐπ̓ αὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιάγωνἐζήτει χειραγωγούς. 12Τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγονὸςἐπίστευσεν, ἐκπλησσόμενος ἐπὶ τῇ διδαχῇ τοῦ Κυρίου.

13 Ἀναχθέντες δὲ ἀπὸ τῆς Πάφου οἱ περὶ τὸνΠαῦλον ἦλθον εἰς Πέργην τῆς Παμφυλίας. Ἰωάννηςδὲ ἀποχωρήσας ἀπ̓ αὐτῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα.14 Αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς Πέργης, παρεγένοντοεἰς Ἀντιόχειαν τῆς Πισιδίας, καὶ εἰσελθόντες εἰς τὴνσυναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων, ἐκάθισαν. 15Μετὰδὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν,ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αὐτούς, λέγοντες,Ἄνδρες ἀδελφοί, εἰ ἔστι λόγος ἐν ὑμῖν παρακλήσεως πρὸςτὸν λαόν, λέγετε. 16 Ἀναστὰς δὲ Παῦλος, καὶ κατασείσαςτῇ χειρί, εἶπεν,Ἄνδρες Ἰσραηλῖται, καὶ οἱ φοβούμενοι τὸν Θεόν,

ἀκούσατε. 17Ὁ Θεὸς τοῦ λαοῦ τούτου Ἰσραὴλ ἐξελέξατοτοὺς πατέρας ἡμῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳἐν γῇ Αἰγύπτῳ, καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεναὐτοὺς ἐξ αὐτῆς. 18 Καὶ ὡς τεσσαρακονταετῆ χρόνονἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ. 19 Καὶ καθελὼνἔθνη ἑπτὰ ἐν γῇ Χαναάν, κατεκληροδότησεν αὐτοῖς τὴν

Page 36: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ13:2036ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ13:34γῆν αὐτῶν. 20 Καὶ μετὰ ταῦτα, ὡς ἔτεσι τετρακοσίοις καὶπεντήκοντα, ἔδωκε κριτὰς ἕως Σαμουὴλ τοῦ προφήτου.21 Κἀκεῖθεν ᾐτήσαντο βασιλέα, καὶ ἔδωκεν αὐτοῖς ὁΘεὸς τὸν Σαοὺλ υἱὸν Κίς, ἄνδρα ἐκ φυλῆς Βενιαμίν, ἔτητεσσαράκοντα. 22 Καὶ μεταστήσας αὐτόν, ἤγειρεν αὐτοῖςτὸν Δαβὶδ εἰς βασιλέα, ᾧ καὶ εἶπε μαρτυρήσας, ΕὗρονΔαβὶδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃςποιήσει πάντα τὰ θελήματά μου. 23 Τούτου ὁ Θεὸς ἀπὸτοῦ σπέρματος κατ᾿ἐπαγγελίαν ἤγειρε τῷ Ἰσραὴλ σωτῆραἸησοῦν, 24 προκηρύξαντος Ἰωάννου πρὸ προσώπου τῆςεἰσόδου αὐτοῦ βάπτισμα μετανοίας παντὶ τῷ λαῷ Ἰσραήλ.25Ὡς δὲ ἐπλήρου ὁ Ἰωάννης τὸν δρόμον, ἔλεγε, Τίνα μεὑπονοεῖτε εἶναι; Οὐκ εἰμὶ ἐγώ. Ἀλλ̓ ἰδού, ἔρχεται μετ᾿ἐμέ, οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι.26 Ἄνδρες ἀδελφοί, υἱοὶ γένους Ἀβραάμ, καὶ οἱ ἐν ὑμῖνφοβούμενοι τὸν Θεόν, ὑμῖν ὁ λόγος τῆς σωτηρίας ταύτηςἀπεστάλη. 27 Οἱ γὰρ κατοικοῦντες ἐν Ἱερουσαλὴμ καὶοἱ ἄρχοντες αὐτῶν, τοῦτον ἀγνοήσαντες, καὶ τὰς φωνὰςτῶνπροφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας,κρίναντες ἐπλήρωσαν. 28 Καὶ μηδεμίαν αἰτίαν θανάτουεὑρόντες, ᾐτήσαντο Πιλάτον ἀναιρεθῆναι αὐτόν. 29Ὡς δὲἐτέλεσαν ἅπαντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντεςἀπὸ τοῦ ξύλου, ἔθηκαν εἰς μνημεῖον. 30Ὁ δὲ Θεὸς ἤγειρεναὐτὸν ἐκ νεκρῶν· 31 ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖςσυναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἱερουσαλήμ,οἵτινές εἰσι μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν. 32 Καὶ ἡμεῖςὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίανγενομένην, ὅτι ταύτην ὁ Θεὸς ἐκπεπλήρωκε τοῖς τέκνοιςαὐτῶν ἡμῖν, ἀναστήσας Ἰησοῦν· 33 ὡς καὶ ἐν τῷ ψαλμῷτῷ δευτέρῳ γέγραπται, Υἱός μου εἶ σύ, ἐγὼ σήμερονγεγέννηκά σε. 34 Ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν,μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν, οὕτως

Page 37: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ13:3537ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ13:48εἴρηκεν ὅτι Δώσω ὑμῖν τὰ ὅσια Δαβὶδ τὰ πιστά. 35 Διὸκαὶ ἐν ἑτέρῳ λέγει, Οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖνδιαφθοράν· 36 Δαβὶδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇτοῦ Θεοῦ βουλῇ ἐκοιμήθη, καὶ προσετέθη πρὸς τοὺςπατέρας αὐτοῦ, καὶ εἶδε διαφθοράν· 37 ὃν δὲ ὁ Θεὸςἤγειρεν, οὐκ εἶδε διαφθοράν. 38 Γνωστὸν οὖν ἔστω ὑμῖν,ἄνδρες ἀδελφοί, ὅτι διὰ τούτου ὑμῖν ἄφεσις ἁμαρτιῶνκαταγγέλλεται· 39 καὶ ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε ἐντῷ νόμῳΜωσέως δικαιωθῆναι, ἐν τούτῳ πᾶς ὁ πιστεύωνδικαιοῦται. 40 Βλέπετε οὖν μὴ ἐπέλθῃ ἐφ᾿ ὑμᾶς τὸεἰρημένον ἐν τοῖς προφήταις, 41 Ἴδετε, οἱ καταφρονηταί,καὶ θαυμάσατε, καὶ ἀφανίσθητε· ὅτι ἔργον ἐγὼ ἐργάζομαιἐν ταῖς ἡμέραις ὑμῶν, ἔργον ᾧ οὐ μὴ πιστεύσητε, ἐάν τιςἐκδιηγῆται ὑμῖν.

42 Ἐξιόντων δὲ ἐκ τῆς συναγωγῆς τῶν Ἰουδαίων,παρεκάλουν τὰ ἔθνη εἰς τὸ μεταξὺ σάββατον λαληθῆναιαὐτοῖς τὰ ῥήματα ταῦτα. 43 Λυθείσης δὲ τῆς συναγωγῆς,ἠκολούθησαν πολλοὶ τῶν Ἰουδαίων καὶ τῶν σεβομένωνπροσηλύτων τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ· οἵτινεςπροσλαλοῦντες αὐτοῖς, ἔπειθον αὐτοὺς ἐπιμένειν τῇχάριτι τοῦ Θεοῦ.

44 Τῷ δὲ ἐρχομένῳ σαββάτῳ σχεδὸν πᾶσα ἡ πόλιςσυνήχθη ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ. 45 Ἰδόντεςδὲ οἱ Ἰουδαῖοι τοὺς ὄχλους ἐπλήσθησαν ζήλου, καὶἀντέλεγον τοῖς ὑπὸ τοῦΠαύλουλεγομένοις, ἀντιλέγοντεςκαὶ βλασφημοῦντες. 46 Παρρησιασάμενοι δὲ ὁ Παῦλοςκαὶ ὁ Βαρνάβας εἶπον, Ὑμῖν ἦν ἀναγκαῖον πρῶτονλαληθῆναι τὸν λόγον τοῦ Θεοῦ. Ἐπειδὴ δὲ ἀπωθεῖσθεαὐτόν, καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς,ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. 47 Οὕτω γὰρ ἐντέταλταιἡμῖν ὁ Κύριος, Τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναίσε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. 48 Ἀκούοντα δὲ

Page 38: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 13:4938ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 14:9τὰ ἔθνη ἔχαιρον, καὶ ἐδόξαζον τὸν λόγον τοῦ Κυρίου,καὶ ἐπίστευσαν ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον.49 Διεφέρετο δὲ ὁ λόγος τοῦ Κυρίου δι᾿ ὅλης τῆς χώρας.50 Οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας γυναῖκαςκαὶ τὰς εὐσχήμονας καὶ τοὺς πρώτους τῆς πόλεως, καὶἐπήγειραν διωγμὸν ἐπὶ τὸν Παῦλον καὶ τὸν Βαρνάβαν,καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν. 51 Οἱδὲ ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν αὐτῶν ἐπ̓αὐτούς, ἦλθον εἰς Ἰκόνιον. 52 Οἱ δὲ μαθηταὶ ἐπληροῦντοχαρᾶς καὶ πνεύματος ἁγίου.

141 Ἐγένετο δὲ ἐν Ἰκονίῳ, κατὰ τὸ αὐτὸ εἰσελθεῖν

αὐτοὺς εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων, καὶ λαλῆσαιοὕτως ὥστε πιστεῦσαι Ἰουδαίων τε καὶ Ἑλλήνων πολὺπλῆθος. 2 Οἱ δὲ ἀπειθοῦντες Ἰουδαῖοι ἐπήγειραν καὶἐκάκωσαν τὰς ψυχὰς τῶν ἐθνῶν κατὰ τῶν ἀδελφῶν.3 Ἱκανὸν μὲν οὖν χρόνον διέτριψαν παρρησιαζόμενοι ἐπὶτῷ Κυρίῳ τῷ μαρτυροῦντι τῷ λόγῳ τῆς χάριτος αὐτοῦ,καὶ διδόντι σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τῶν χειρῶναὐτῶν. 4 Ἐσχίσθη δὲ τὸ πλῆθος τῆς πόλεως· καὶ οἱμὲν ἦσαν σὺν τοῖς Ἰουδαίοις, οἱ δὲ σὺν τοῖς ἀποστόλοις.5 Ὡς δὲ ἐγένετο ὁρμὴ τῶν ἐθνῶν τε καὶ Ἰουδαίων σὺντοῖς ἄρχουσιν αὐτῶν, ὑβρίσαι καὶ λιθοβολῆσαι αὐτούς,6 συνιδόντες κατέφυγον εἰς τὰς πόλεις τῆς Λυκαονίας,Λύστραν καὶ Δέρβην, καὶ τὴν περίχωρον· 7 κἀκεῖ ἦσανεὐαγγελιζόμενοι.

8Καί τις ἀνὴρ ἐνΛύστροις ἀδύνατος τοῖς ποσὶν ἐκάθητο,χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων, ὃς οὐδέποτε*περιπεπατήκει. 9 Οὗτος ἤκουε τοῦ Παύλου λαλοῦντος·ὃς ἀτενίσας αὐτῷ, καὶ ἰδὼν ὅτι πίστιν ἔχει τοῦ σωθῆναι,* 14:8 περιπεπατήκει ¦ περιεπεπατήκει Bez. El. Sc.

Page 39: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ14:1039ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ14:2310 εἶπε μεγάλῃ τῇ φωνῇ, Ἀνάστηθι ἐπὶ τοὺς πόδας σουὀρθός. Καὶ ἥλλετο καὶ περιεπάτει. 11Οἱ δὲ ὄχλοι, ἰδόντες ὃἐποίησεν ὁΠαῦλος, ἐπῆραν τὴνφωνὴναὐτῶνΛυκαονιστὶλέγοντες, Οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβησανπρὸς ἡμᾶς. 12Ἐκάλουν τε τὸν μὲν Βαρνάβαν, Δία· τὸν δὲΠαῦλον, Ἑρμῆν, ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου.13Ὁ δὲ ἱερεὺς τοῦ Διὸς τοῦ ὄντος πρὸ τῆς πόλεως αὐτῶν,ταύρους καὶ στέμματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας, σὺντοῖς ὄχλοις ἤθελε θύειν. 14 Ἀκούσαντες δὲ οἱ ἀπόστολοιΒαρνάβας καὶ Παῦλος, διαρρήξαντες τὰ ἱμάτια αὐτῶν,εἰσεπήδησαν εἰς τὸν ὄχλον, κράζοντες 15 καὶ λέγοντες,Ἄνδρες, τί ταῦτα ποιεῖτε; Καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμενὑμῖν ἄνθρωποι, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶνματαίων ἐπιστρέφειν ἐπὶ τὸν Θεὸν τὸν ζῶντα, ὃς ἐποίησετὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντατὰ ἐν αὐτοῖς· 16 ὃς ἐν ταῖς παρῳχημέναις γενεαῖς εἴασεπάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν. 17 Καίτοιγεοὐκ ἀμάρτυρον ἑαυτὸν ἀφῆκεν ἀγαθοποιῶν, οὐρανόθενἡμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶντροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ἡμῶν. 18 Καὶ ταῦταλέγοντες, μόλις κατέπαυσαν τοὺς ὄχλους τοῦ μὴ θύειναὐτοῖς.

19 Ἐπῆλθον δὲ ἀπὸ Ἀντιοχείας καὶ Ἰκονίου Ἰουδαῖοι,καὶ πείσαντες τοὺς ὄχλους, καὶ λιθάσαντες τὸν Παῦλον,ἔσυρον ἔξω τῆς πόλεως, νομίσαντες αὐτὸν τεθνάναι.20 Κυκλωσάντων δὲ αὐτὸν τῶν μαθητῶν, ἀναστὰςεἰσῆλθεν εἰς τὴν πόλιν· καὶ τῇ ἐπαύριον ἐξῆλθε σὺντῷ Βαρνάβᾳ εἰς Δέρβην. 21 Εὐαγγελισάμενοί τε τὴν πόλινἐκείνην, καὶ μαθητεύσαντες ἱκανούς, ὑπέστρεψαν εἰς τὴνΛύστραν καὶ Ἰκόνιον καὶ Ἀντιόχειαν, 22 ἐπιστηρίζοντεςτὰς ψυχὰς τῶν μαθητῶν, παρακαλοῦντες ἐμμένειν τῇπίστει, καὶ ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖνεἰς τὴν βασιλείαν τοῦ Θεοῦ. 23 Χειροτονήσαντες δὲ

Page 40: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 14:2440ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 15:7αὐτοῖς πρεσβυτέρους κατ᾿ ἐκκλησίαν, προσευξάμενοιμετὰ νηστειῶν, παρέθεντο αὐτοὺς τῷ Κυρίῳ εἰς ὃνπεπιστεύκεισαν. 24 Καὶ διελθόντες τὴν Πισιδίαν ἦλθονεἰς Παμφυλίαν. 25 Καὶ λαλήσαντες ἐν Πέργῃ τὸν λόγον,κατέβησαν εἰς Ἀττάλειαν· 26 κἀκεῖθεν ἀπέπλευσαν εἰςἈντιόχειαν, ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦΘεοῦ εἰς τὸ ἔργον ὃ ἐπλήρωσαν. 27Παραγενόμενοι δὲ καὶσυναγαγόντες τὴν ἐκκλησίαν, ἀνήγγειλαν ὅσα ἐποίησεν ὁΘεὸς μετ᾿αὐτῶν, καὶ ὅτι ἤνοιξε τοῖς ἔθνεσι θύραν πίστεως.28Διέτριβον δὲ ἐκεῖ χρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς.

151 Καί τινες κατελθόντες ἀπὸ τῆς Ἰουδαίας, ἐδίδασκον

τοὺς ἀδελφοὺς ὅτι Ἐὰν μὴ περιτέμνησθε τῷ ἔθειΜωϋσέως, οὐ δύνασθε σωθῆναι. 2 Γενομένης οὖνστάσεως καὶ συζητήσεως οὐκ ὀλίγης τῷ Παύλῳ καὶτῷ Βαρνάβᾳ πρὸς αὐτούς, ἔταξαν ἀναβαίνειν Παῦλονκαὶ Βαρνάβαν καί τινας ἄλλους ἐξ αὐτῶν πρὸς τοὺςἀποστόλους καὶ πρεσβυτέρους εἰς Ἱερουσαλὴμ περὶ τοῦζητήματος τούτου. 3 Οἱ μὲν οὖν, προπεμφθέντες ὑπὸτῆς ἐκκλησίας, διήρχοντο τὴν Φοινίκην καὶ Σαμάρειαν,ἐκδιηγούμενοι τὴν ἐπιστροφὴν τῶν ἐθνῶν· καὶ ἐποίουνχαρὰν μεγάλην πᾶσι τοῖς ἀδελφοῖς. 4 Παραγενόμενοι δὲεἰς Ἱερουσαλήμ, ἀπεδέχθησαν ὑπὸ τῆς ἐκκλησίας καὶ τῶνἀποστόλων καὶ τῶν πρεσβυτέρων, ἀνήγγειλάν τε ὅσα ὁΘεὸς ἐποίησε μετ᾿αὐτῶν. 5Ἐξανέστησαν δέ τινες τῶν ἀπὸτῆς αἱρέσεως τῶν Φαρισαίων πεπιστευκότες, λέγοντεςὅτι Δεῖ περιτέμνειν αὐτούς, παραγγέλλειν τε τηρεῖν τὸννόμον Μωϋσέως.

6 Συνήχθησαν δὲ οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροιἰδεῖν περὶ τοῦ λόγου τούτου. 7 Πολλῆς δὲ συζητήσεωςγενομένης, ἀναστὰς Πέτρος εἶπε πρὸς αὐτούς,

Page 41: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 15:841ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 15:21Ἄνδρες ἀδελφοί, ὑμεῖς ἐπίστασθε ὅτι ἀφ᾿ ἡμερῶν

ἀρχαίων ὁ Θεὸς ἐν ἡμῖν ἐξελέξατο, διὰ τοῦ στόματόςμου ἀκοῦσαι τὰ ἔθνη τὸν λόγον τοῦ εὐαγγελίου, καὶπιστεῦσαι. 8 Καὶ ὁ καρδιογνώστης Θεὸς ἐμαρτύρησεναὐτοῖς, δοὺς αὐτοῖς τὸ πνεῦμα τὸ ἅγιον, καθὼς καὶ ἡμῖν·9 καὶ οὐδὲν διέκρινε μεταξὺ ἡμῶν τε καὶ αὐτῶν, τῇ πίστεικαθαρίσας τὰς καρδίας αὐτῶν. 10 Νῦν οὖν τί πειράζετετὸνΘεόν, ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶνμαθητῶν,ὃν οὔτε οἱ πατέρες ἡμῶν οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι;11Ἀλλὰ διὰ τῆς χάριτος Κυρίου ἸησοῦΧριστοῦ πιστεύομενσωθῆναι, καθ̓ ὃν τρόπον κἀκεῖνοι.

12 Ἐσίγησε δὲ πᾶν τὸ πλῆθος, καὶ ἤκουον Βαρνάβα καὶΠαύλου ἐξηγουμένων ὅσα ἐποίησεν ὁ Θεὸς σημεῖα καὶτέρατα ἐν τοῖς ἔθνεσι δι᾿ αὐτῶν. 13 Μετὰ δὲ τὸ σιγῆσαιαὐτούς, ἀπεκρίθη Ἰάκωβος λέγων,Ἄνδρες ἀδελφοί, ἀκούσατέ μου· 14 Συμεὼν ἐξηγήσατο

καθὼς πρῶτον ὁ Θεὸς ἐπεσκέψατο λαβεῖν ἐξ ἐθνῶν λαὸνἐπὶ τῷ ὀνόματι αὐτοῦ. 15 Καὶ τούτῳ συμφωνοῦσιν οἱλόγοι τῶν προφητῶν, καθὼς γέγραπται, 16 Μετὰ ταῦταἀναστρέψω, καὶ ἀνοικοδομήσω τὴν σκηνὴν Δαβὶδ τὴνπεπτωκυῖαν· καὶ τὰ κατεσκαμμένα αὐτῆς ἀνοικοδομήσω,καὶ ἀνορθώσω αὐτήν· 17 ὅπως ἂν ἐκζητήσωσιν οἱκατάλοιποι τῶν ἀνθρώπων τὸν Κύριον, καὶ πάντα τὰἔθνη, ἐφ᾿οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ̓ αὐτούς, λέγειΚύριος ὁ ποιῶν ταῦτα πάντα. 18 Γνωστὰ ἀπ̓ αἰῶνόςἐστι τῷ Θεῷ πάντα τὰ ἔργα αὐτοῦ. 19 Διὸ ἐγὼ κρίνωμὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν ἐπιστρέφουσιν ἐπὶτὸν Θεόν· 20 ἀλλὰ ἐπιστεῖλαι αὐτοῖς τοῦ ἀπέχεσθαι ἀπὸτῶν ἀλισγημάτων τῶν εἰδώλων καὶ τῆς πορνείας καὶτοῦ πνικτοῦ καὶ τοῦ αἵματος. 21 Μωσῆς γὰρ ἐκ γενεῶνἀρχαίων κατὰ πόλιν τοὺς κηρύσσοντας αὐτὸν ἔχει, ἐν ταῖςσυναγωγαῖς κατὰ πᾶν σάββατον ἀναγινωσκόμενος.

Page 42: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ15:2242ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ15:3522 Τότε ἔδοξε τοῖς ἀποστόλοις καὶ τοῖς πρεσβυτέροις

σὺν ὅλῃ τῇ ἐκκλησίᾳ, ἐκλεξαμένους ἄνδρας ἐξ αὐτῶνπέμψαι εἰς Ἀντιόχειαν σὺν τῷ Παύλῳ καὶ Βαρνάβᾳ,Ἰούδαν τὸν ἐπικαλούμενον Βαρσαβᾶν, καὶ Σίλαν, ἄνδραςἡγουμένους ἐν τοῖς ἀδελφοῖς, 23 γράψαντες διὰ χειρὸςαὐτῶν τάδε, Οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι καὶ οἱἀδελφοὶ τοῖς κατὰ τὴνἈντιόχειαν καὶ Συρίαν καὶ Κιλικίανἀδελφοῖς τοῖς ἐξ ἐθνῶν, χαίρειν· 24 ἐπειδὴ ἠκούσαμενὅτι τινὲς ἐξ ἡμῶν ἐξελθόντες ἐτάραξαν ὑμᾶς λόγοις,ἀνασκευάζοντες τὰςψυχὰς ὑμῶν, λέγοντες περιτέμνεσθαικαὶ τηρεῖν τὸν νόμον, οἷς οὐ διεστειλάμεθα· 25 ἔδοξεν ἡμῖνγενομένοις ὁμοθυμαδόν, ἐκλεξαμένους ἄνδρας πέμψαιπρὸς ὑμᾶς, σὺν τοῖς ἀγαπητοῖς ἡμῶν Βαρνάβᾳ καὶΠαύλῳ, 26 ἀνθρώποις παραδεδωκόσι τὰς ψυχὰς αὐτῶνὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.27 Ἀπεστάλκαμεν οὖν Ἰούδαν καὶ Σίλαν, καὶ αὐτοὺς διὰλόγου ἀπαγγέλλοντας τὰ αὐτά. 28 Ἔδοξε γὰρ τῷ ἁγίῳπνεύματι, καὶ ἡμῖν, μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος,πλὴν τῶν ἐπάναγκες τούτων, 29 ἀπέχεσθαι εἰδωλοθύτωνκαὶ αἵματος καὶ πνικτοῦ καὶ πορνείας· ἐξ ὧν διατηροῦντεςἑαυτούς, εὖ πράξετε. Ἔρρωσθε.

30 Οἱ μὲν οὖν ἀπολυθέντες ἦλθον εἰς Ἀντιόχειαν·καὶ συναγαγόντες τὸ πλῆθος, ἐπέδωκαν τὴν ἐπιστολήν.31Ἀναγνόντες δέ, ἐχάρησαν ἐπὶ τῇ παρακλήσει. 32 Ἰούδας*τε καὶ Σίλας, καὶ αὐτοὶ προφῆται ὄντες, διὰ λόγουπολλοῦ παρεκάλεσαν τοὺς ἀδελφούς, καὶ ἐπεστήριξαν.33 Ποιήσαντες δὲ χρόνον, ἀπελύθησαν μετ᾿ εἰρήνης ἀπὸτῶν ἀδελφῶν πρὸς τοὺς ἀποστόλους. 34Ἔδοξε δὲ τῷ Σίλᾳἐπιμεῖναι αὐτοῦ. 35 Παῦλος δὲ καὶ Βαρνάβας διέτριβονἐν Ἀντιοχείᾳ, διδάσκοντες καὶ εὐαγγελιζόμενοι, μετὰ καὶἑτέρων πολλῶν, τὸν λόγον τοῦ Κυρίου.* 15:32 τε ¦ δὲ Bez. El. Sc.

Page 43: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 15:3643ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 16:736 Μετὰ δέ τινας ἡμέρας εἶπε Παῦλος πρὸς Βαρνάβαν,

Ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺς ἀδελφοὺς ἡμῶνκατὰ πᾶσαν πόλιν, ἐν αἷς κατηγγείλαμεν τὸν λόγοντοῦ Κυρίου, πῶς ἔχουσι. 37 Βαρνάβας δὲ ἐβουλεύσατοσυμπαραλαβεῖν τὸν Ἰωάννην, τὸν καλούμενον Μάρκον.38 Παῦλος δὲ ἠξίου, τὸν ἀποστάντα ἀπ̓ αὐτῶν ἀπὸΠαμφυλίας, καὶ μὴ συνελθόντα αὐτοῖς εἰς τὸ ἔργον, μὴσυμπαραλαβεῖν τοῦτον. 39Ἐγένετο οὖν παροξυσμός, ὥστεἀποχωρισθῆναι αὐτοὺς ἀπ̓ ἀλλήλων, τόν τε Βαρνάβανπαραλαβόντα τὸν Μάρκον ἐκπλεῦσαι εἰς Κύπρον·40 Παῦλος δὲ ἐπιλεξάμενος Σίλαν ἐξῆλθε, παραδοθεὶςτῇ χάριτι τοῦ Θεοῦ ὑπὸ τῶν ἀδελφῶν. 41 Διήρχετο δὲ τὴνΣυρίαν καὶ Κιλικίαν, ἐπιστηρίζων τὰς ἐκκλησίας.

161 Κατήντησε δὲ εἰς Δέρβην καὶ Λύστραν· καὶ ἰδού,

μαθητής τις ἦν ἐκεῖ, ὀνόματι Τιμόθεος, υἱὸς γυναικόςτινος Ἰουδαίας πιστῆς, πατρὸς δὲ Ἕλληνος· 2 ὃςἐμαρτυρεῖτο ὑπὸ τῶν ἐν Λύστροις καὶ Ἰκονίῳ ἀδελφῶν.3 Τοῦτον ἠθέλησεν ὁ Παῦλος σὺν αὐτῷ ἐξελθεῖν, καὶλαβὼν περιέτεμεν αὐτόν, διὰ τοὺς Ἰουδαίους τοὺς ὄνταςἐν τοῖς τόποις ἐκείνοις· ᾔδεισαν γὰρ ἅπαντες τὸν πατέρααὐτοῦ, ὅτι Ἕλλην ὑπῆρχεν. 4 Ὡς δὲ διεπορεύοντο τὰςπόλεις, παρεδίδουν αὐτοῖς φυλάσσειν τὰ δόγματα τὰκεκριμένα ὑπὸ τῶν ἀποστόλων καὶ τῶν *πρεσβυτέρωντῶν ἐν Ἱερουσαλήμ. 5 Αἱ μὲν οὖν ἐκκλησίαι ἐστερεοῦντοτῇ πίστει, καὶ ἐπερίσσευον τῷ ἀριθμῷ καθ̓ ἡμέραν.

6 Διελθόντες δὲ τὴν Φρυγίαν καὶ τὴν Γαλατικὴν χώραν,κωλυθέντες ὑπὸ τοῦ ἁγίου πνεύματος λαλῆσαι τὸν λόγονἐν τῇ Ἀσίᾳ, 7 ἐλθόντες κατὰ τὴν Μυσίαν ἐπείραζονκατὰ τὴν Βιθυνίαν πορεύεσθαι· καὶ οὐκ εἴασεν αὐτοὺς* 16:4 πρεσβυτέρων ¦ πρεσβυπέρων El.

Page 44: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 16:8 44 ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 16:18

τὸ †πνεῦμα· 8 παρελθόντες δὲ τὴν Μυσίαν κατέβησαν εἰςΤρῳάδα. 9 Καὶ ὅραμα διὰ τῆς νυκτὸς ὤφθη τῷ Παύλῳ·ἀνήρ τις ἦν Μακεδὼν ἑστώς, παρακαλῶν αὐτὸν καὶλέγων, Διαβὰς εἰς Μακεδονίαν, βοήθησον ἡμῖν. 10 Ὡςδὲ τὸ ὅραμα εἶδεν, εὐθέως ἐζητήσαμεν ἐξελθεῖν εἰς τὴνΜακεδονίαν, συμβιβάζοντες ὅτι προσκέκληται ἡμᾶς ὁΚύριος εὐαγγελίσασθαι αὐτούς.

11 Ἀναχθέντες οὖν ἀπὸ τῆς Τρῳάδος, εὐθυδρομήσαμενεἰς Σαμοθρᾴκην, τῇ τε ἐπιούσῃ εἰς Νεάπολιν, 12 ἐκεῖθέντε εἰς Φιλίππους, ἥτις ἐστὶ πρώτη τῆς μερίδος τῆςΜακεδονίας πόλις, κολωνία· ἦμεν δὲ ἐν ταύτῃ τῇπόλει διατρίβοντες ἡμέρας τινάς. 13 Τῇ τε ἡμέρᾳ τῶνσαββάτων ἐξήλθομεν ἔξω τῆς πόλεως παρὰ ποταμόν, οὗἐνομίζετο προσευχὴ εἶναι, καὶ καθίσαντες ἐλαλοῦμεν ταῖςσυνελθούσαις γυναιξί. 14 Καί τις γυνὴ ὀνόματι Λυδία,πορφυρόπωλις πόλεως Θυατείρων, σεβομένη τὸν Θεόν,ἤκουεν· ἧς ὁ Κύριος διήνοιξε τὴν καρδίαν, προσέχειν τοῖςλαλουμένοις ὑπὸ τοῦ Παύλου. 15Ὡς δὲ ἐβαπτίσθη, καὶ ὁοἶκος αὐτῆς, παρεκάλεσε λέγουσα, Εἰ κεκρίκατέ με πιστὴντῷ Κυρίῳ εἶναι, εἰσελθόντες εἰς τὸν οἶκόν μου, μείνατε.Καὶ παρεβιάσατο ἡμᾶς.

16 Ἐγένετο δὲ πορευομένων ἡμῶν εἰς προσευχήν,παιδίσκην τινὰ ἔχουσαν πνεῦμα Πύθωνος ἀπαντῆσαιἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχε τοῖς κυρίοις αὐτῆς,μαντευομένη. 17 Αὕτη κατακολουθήσασα τῷ Παύλῳ καὶἡμῖν, ἔκραζε λέγουσα, Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦΘεοῦ τοῦ ὑψίστου εἰσίν, οἵτινες καταγγέλλουσιν ‡ἡμῖνὁδὸν σωτηρίας. 18 Τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας.Διαπονηθεὶς δὲ ὁ Παῦλος, καὶ ἐπιστρέψας, τῷ πνεύματι

† 16:7 πνεῦμα ¦ πνεῦμα Ἰησοῦ Bez. ‡ 16:17 ἡμῖν ¦ ὑμῖν Bez. El.

Page 45: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ16:1945ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ16:32εἶπε, Παραγγέλλω σοι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ,ἐξελθεῖν ἀπ̓ αὐτῆς. Καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ.

19 Ἰδόντες δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλθεν ἡ ἐλπὶςτῆς ἐργασίας αὐτῶν, ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸνΣίλαν, εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας,20 καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς εἶπον,Οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν,Ἰουδαῖοι ὑπάρχοντες, 21 καὶ καταγγέλλουσιν ἔθη ἃ οὐκἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν, Ῥωμαίοις οὖσι.22 Καὶ συνεπέστη ὁ ὄχλος κατ᾿ αὐτῶν, καὶ οἱ στρατηγοὶπεριρρήξαντες αὐτῶν τὰ ἱμάτια ἐκέλευον ῥαβδίζειν.23 Πολλάς τε ἐπιθέντες αὐτοῖς πληγὰς ἔβαλον εἰςφυλακήν, παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶςτηρεῖν αὐτούς· 24 ὅς, παραγγελίαν τοιαύτην εἰληφώς,ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακήν, καὶ τοὺςπόδας αὐτῶν ἠσφαλίσατο εἰς τὸ ξύλον. 25 Κατὰ δὲ τὸμεσονύκτιον Παῦλος καὶ Σίλας προσευχόμενοι ὕμνουντὸν Θεόν, ἐπηκροῶντο δὲ αὐτῶν οἱ δέσμιοι· 26 ἄφνωδὲ σεισμὸς ἐγένετο μέγας, ὥστε σαλευθῆναι τὰ θεμέλιατοῦ δεσμωτηρίου· ἀνεῴχθησάν τε παραχρῆμα αἱ θύραιπᾶσαι, καὶ πάντων τὰ δεσμὰ ἀνέθη. 27 Ἔξυπνος δὲγενόμενος ὁ δεσμοφύλαξ, καὶ ἰδὼν ἀνεῳγμένας τὰςθύρας τῆς φυλακῆς, σπασάμενος μάχαιραν, ἔμελλενἑαυτὸν ἀναιρεῖν, νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους.28 Ἐφώνησε δὲ φωνῇ μεγάλῃ ὁ Παῦλος λέγων, Μηδὲνπράξῃς σεαυτῷ κακόν· ἅπαντες γάρ ἐσμεν ἐνθάδε.29 Αἰτήσας δὲ φῶτα εἰσεπήδησε, καὶ ἔντρομος γενόμενοςπροσέπεσε τῷ Παύλῳ καὶ τῷ Σίλᾳ, 30 καὶ προαγαγὼναὐτοὺς ἔξω ἔφη, Κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ; 31 Οἱδὲ εἶπον, Πίστευσον ἐπὶ τὸν Κύριον Ἰησοῦν Χριστόν,καὶ σωθήσῃ σὺ καὶ ὁ οἶκός σου. 32 Καὶ ἐλάλησαν αὐτῷτὸν λόγον τοῦ Κυρίου, καὶ πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ.

Page 46: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 16:3346ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 17:533 Καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸςἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱαὐτοῦ πάντες παραχρῆμα. 34 Ἀναγαγών τε αὐτοὺς εἰςτὸν οἶκον αὐτοῦ παρέθηκε τράπεζαν, καὶ ἠγαλλιάσατοπανοικὶ πεπιστευκὼς τῷ Θεῷ.

35 Ἡμέρας δὲ γενομένης, ἀπέστειλαν οἱ στρατηγοὶτοὺς ῥαβδούχους λέγοντες, Ἀπόλυσον τοὺς ἀνθρώπουςἐκείνους. 36 Ἀπήγγειλε δὲ ὁ δεσμοφύλαξ τοὺς λόγουςτούτους πρὸς τὸν Παῦλον ὅτι Ἀπεστάλκασιν οἱ στρατηγοί,ἵνα ἀπολυθῆτε· νῦν οὖν ἐξελθόντες πορεύεσθε ἐν εἰρήνῃ.37Ὁδὲ Παῦλος ἔφη πρὸς αὐτούς, Δείραντες ἡμᾶς δημοσίᾳ,ἀκατακρίτους, ἀνθρώπους Ῥωμαίους ὑπάρχοντας,ἔβαλον εἰς φυλακήν, καὶ νῦν λάθρᾳ ἡμᾶς ἐκβάλλουσιν;Οὐ γάρ· ἀλλὰ ἐλθόντες αὐτοὶ ἡμᾶς ἐξαγαγέτωσαν.38Ἀνήγγειλαν δὲ τοῖς στρατηγοῖς οἱ ῥαβδοῦχοι τὰ ῥήματαταῦτα· καὶ ἐφοβήθησαν ἀκούσαντες ὅτι Ῥωμαῖοί εἰσι,39 καὶ ἐλθόντες παρεκάλεσαν αὐτούς, καὶ ἐξαγαγόντεςἠρώτων ἐξελθεῖν τῆς πόλεως. 40 Ἐξελθόντες δὲ ἐκ τῆςφυλακῆς εἰσῆλθον εἰς τὴν Λυδίαν· καὶ ἰδόντες τοὺςἀδελφούς, παρεκάλεσαν αὐτούς, καὶ ἐξῆλθον.

171 Διοδεύσαντες δὲ τὴν Ἀμφίπολιν καὶ Ἀπολλωνίαν,

ἦλθον εἰς Θεσσαλονίκην, ὅπου ἦν ἡ συναγωγὴ τῶνἸουδαίων· 2 κατὰ δὲ τὸ εἰωθὸς τῷ Παύλῳ εἰσῆλθε πρὸςαὐτούς, καὶ ἐπὶ σάββατα τρία διελέγετο αὐτοῖς ἀπὸ τῶνγραφῶν, 3 διανοίγων καὶ παρατιθέμενος, ὅτι Τὸν Χριστὸνἔδει παθεῖν καὶ ἀναστῆναι ἐκ νεκρῶν, καὶ ὅτι Οὗτός ἐστινὁ Χριστὸς Ἰησοῦς, ὃν ἐγὼ καταγγέλλω ὑμῖν. 4 Καί τινεςἐξ αὐτῶν ἐπείσθησαν, καὶ προσεκληρώθησαν τῷ Παύλῳκαὶ τῷ Σίλᾳ, τῶν τε σεβομένων Ἑλλήνων πολὺ πλῆθος,γυναικῶν τε τῶν πρώτων οὐκ ὀλίγαι. 5 Ζηλώσαντες δὲ οἱἀπειθοῦντες Ἰουδαῖοι, καὶ προσλαβόμενοι τῶν ἀγοραίων

Page 47: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 17:647ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 17:17τινὰς ἄνδρας πονηρούς, καὶ ὀχλοποιήσαντες, ἐθορύβουντὴνπόλιν· ἐπιστάντες τε τῇ οἰκίᾳ Ἰάσονος, ἐζήτουναὐτοὺςἀγαγεῖν εἰς τὸν δῆμον. 6Μὴ εὑρόντες δὲ αὐτούς, ἔσυροντὸν Ἰάσονα καί τινας ἀδελφοὺς ἐπὶ τοὺς πολιτάρχας,βοῶντες ὅτι Οἱ τὴν οἰκουμένην ἀναστατώσαντες, οὗτοικαὶ ἐνθάδε πάρεισιν, 7 οὓς ὑποδέδεκται Ἰάσων· καὶ οὗτοιπάντες ἀπέναντι τῶν δογμάτων Καίσαρος πράττουσι,βασιλέα λέγοντες ἕτερον εἶναι, Ἰησοῦν. 8 Ἐτάραξαν δὲτὸν ὄχλον καὶ τοὺς πολιτάρχας ἀκούοντας ταῦτα. 9 Καὶλαβόντες τὸ ἱκανὸν παρὰ τοῦ Ἰάσονος καὶ τῶν λοιπῶν,ἀπέλυσαν αὐτούς.

10 Οἱ δὲ ἀδελφοὶ εὐθέως διὰ τῆς νυκτὸς ἐξέπεμψαντόν τε Παῦλον καὶ τὸν Σίλαν εἰς Βέροιαν· οἵτινεςπαραγενόμενοι εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίωνἀπῄεσαν. 11 Οὗτοι δὲ ἦσαν εὐγενέστεροι τῶν ἐνΘεσσαλονίκῃ, οἵτινες ἐδέξαντο τὸν λόγον μετὰ πάσηςπροθυμίας, τὸ καθ̓ ἡμέραν ἀνακρίνοντες τὰς γραφάς,εἰ ἔχοι ταῦτα οὕτω. 12 Πολλοὶ μὲν οὖν ἐξ αὐτῶνἐπίστευσαν, καὶ τῶν Ἑλληνίδων γυναικῶν τῶνεὐσχημόνων καὶ ἀνδρῶν οὐκ ὀλίγοι. 13 Ὡς δὲ ἔγνωσανοἱ ἀπὸ τῆς Θεσσαλονίκης Ἰουδαῖοι ὅτι καὶ ἐν τῇ Βεροίᾳκατηγγέλη ὑπὸ τοῦ Παύλου ὁ λόγος τοῦ Θεοῦ, ἦλθονκἀκεῖ σαλεύοντες τοὺς ὄχλους. 14 Εὐθέως δὲ τότε τὸνΠαῦλον ἐξαπέστειλαν οἱ ἀδελφοὶ πορεύεσθαι ὡς ἐπὶτὴν θάλασσαν· ὑπέμενον δὲ ὅ τε Σίλας καὶ ὁ Τιμόθεοςἐκεῖ. 15 Οἱ δὲ καθιστῶντες τὸν Παῦλον, ἤγαγον αὐτὸνἕως Ἀθηνῶν· καὶ λαβόντες ἐντολὴν πρὸς τὸν Σίλαν καὶΤιμόθεον, ἵνα ὡς τάχιστα ἔλθωσι πρὸς αὐτόν, ἐξῄεσαν.

16 Ἐν δὲ ταῖς Ἀθήναις ἐκδεχομένου αὐτοὺς τοῦΠαύλου, παρωξύνετο τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ,θεωροῦντι κατείδωλον οὖσαν τὴν πόλιν. 17 Διελέγετομὲν οὖν ἐν τῇ συναγωγῇ τοῖς Ἰουδαίοις καὶ τοῖς

Page 48: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ17:1848ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ17:29σεβομένοις, καὶ ἐν τῇ ἀγορᾷ κατὰ πᾶσαν ἡμέραν πρὸςτοὺς παρατυγχάνοντας. 18 Τινὲς δὲ τῶν Ἐπικουρείωνκαὶ τῶν Στωϊκῶν φιλοσόφων συνέβαλλον αὐτῷ. Καίτινες ἔλεγον, Τί ἂν θέλοι ὁ σπερμολόγος οὗτος λέγειν;Οἱ δέ, Ξένων δαιμονίων δοκεῖ καταγγελεὺς εἶναι· ὅτιτὸν Ἰησοῦν καὶ τὴν ἀνάστασιν αὐτοῖς εὐηγγελίζετο.19Ἐπιλαβόμενοί τε αὐτοῦ, ἐπὶ τὸν Ἄρειον πάγον ἤγαγονλέγοντες, Δυνάμεθα γνῶναι, τίς ἡ καινὴ αὕτη ἡ ὑπὸ σοῦλαλουμένη διδαχή; 20 Ξενίζοντα γάρ τινα εἰσφέρεις εἰςτὰς ἀκοὰς ἡμῶν· βουλόμεθα οὖν γνῶναι, τί ἂν θέλοιταῦτα εἶναι — 21Ἀθηναῖοι δὲ πάντες καὶ οἱ ἐπιδημοῦντεςξένοι εἰς οὐδὲν ἕτερον εὐκαίρουν, ἢ λέγειν τι καὶ ἀκούεινκαινότερον.

22 Σταθεὶς δὲ ὁ Παῦλος ἐν μέσῳ τοῦ Ἀρείου πάγου ἔφη,Ἄνδρες Ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέρουςὑμᾶς θεωρῶ. 23 Διερχόμενος γὰρ καὶ ἀναθεωρῶν τὰσεβάσματα ὑμῶν, εὗρον καὶ βωμὸν ἐν ᾧ ἐπεγέγραπτο,Ἀγνώστῳ Θεῷ. Ὃν οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτονἐγὼ καταγγέλλω ὑμῖν. 24Ὁ Θεὸς ὁ ποιήσας τὸν κόσμονκαὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος, οὐρανοῦ καὶ γῆς Κύριοςὑπάρχων, οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, 25 οὐδὲὑπὸ χειρῶν ἀνθρώπων θεραπεύεται, προσδεόμενός τινος,αὐτὸς διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν *κατὰ πάντα· 26ἐποίησέτε ἐξ ἑνὸς αἵματος πᾶν ἔθνος ἀνθρώπων, κατοικεῖνἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς, ὁρίσας προτεταγμένουςκαιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν· 27 ζητεῖντὸν Κύριον, εἰ ἄρα γε ψηλαφήσειαν αὐτὸν καὶ εὕροιεν,καίτοιγε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα.28 Ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καί ἐσμεν· ὡςκαί τινες τῶν καθ̓ ὑμᾶς ποιητῶν εἰρήκασι, Τοῦ γὰρ καὶγένος ἐσμέν. 29 Γένος οὖν ὑπάρχοντες τοῦ Θεοῦ, οὐκ* 17:25 κατὰ ¦ καὶ τὰ Bez. El. Sc.

Page 49: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 17:3049ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 18:7ὀφείλομεν νομίζειν χρυσῷ ἢ ἀργύρῳ ἢ λίθῳ, χαράγματιτέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου, τὸ θεῖον εἶναι ὅμοιον.30 Τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ Θεός,τὰ νῦν παραγγέλλει τοῖς ἀνθρώποις πᾶσι πανταχοῦμετανοεῖν· 31 διότι ἔστησεν ἡμέραν, ἐν ᾗ μέλλει κρίνειντὴν οἰκουμένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρὶ ᾧ ὥρισε, πίστινπαρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν.

32 Ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν, οἱ μὲν ἐχλεύαζον·οἱ δὲ εἶπον, Ἀκουσόμεθά σου πάλιν περὶ τούτου. 33 Καὶοὕτως ὁ Παῦλος ἐξῆλθεν ἐκ μέσου αὐτῶν. 34 Τινὲςδὲ ἄνδρες κολληθέντες αὐτῷ, ἐπίστευσαν· ἐν οἷς καὶΔιονύσιος ὁ Ἀρεοπαγίτης, καὶ γυνὴ ὀνόματι Δάμαρις, καὶἕτεροι σὺν αὐτοῖς.

181 Μετὰ δὲ ταῦτα χωρισθεὶς ὁ Παῦλος ἐκ τῶν Ἀθηνῶν

ἦλθεν εἰς Κόρινθον. 2 Καὶ εὑρών τινα Ἰουδαῖον ὀνόματιἈκύλαν, Ποντικὸν τῷ γένει, προσφάτως ἐληλυθόταἀπὸ τῆς Ἰταλίας, καὶ Πρίσκιλλαν γυναῖκα αὐτοῦ, διὰτὸ διατεταχέναι Κλαύδιον χωρίζεσθαι πάντας τοὺςἸουδαίους ἐκ τῆς Ῥώμης, προσῆλθεν αὐτοῖς· 3 καὶ διὰτὸ ὁμότεχνον εἶναι, ἔμενε παρ᾿ αὐτοῖς καὶ εἰργάζετο·ἦσαν γὰρ σκηνοποιοὶ τὴν τέχνην. 4 Διελέγετο δὲ ἐν τῇσυναγωγῇ κατὰ πᾶν σάββατον, ἔπειθέν τε Ἰουδαίους καὶἝλληνας.

5 Ὡς δὲ κατῆλθον ἀπὸ τῆς Μακεδονίας ὅ τε Σίλαςκαὶ ὁ Τιμόθεος, συνείχετο τῷ πνεύματι ὁ Παῦλος,διαμαρτυρόμενος τοῖς Ἰουδαίοις τὸν Χριστὸν Ἰησοῦν.6 Ἀντιτασσομένων δὲ αὐτῶν καὶ βλασφημούντων,ἐκτιναξάμενος τὰ ἱμάτια, εἶπε πρὸς αὐτούς, Τὸ αἷμαὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν· καθαρὸς ἐγώ· ἀπὸ τοῦ νῦνεἰς τὰ ἔθνη πορεύσομαι. 7 Καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν εἰς

Page 50: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 18:850ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 18:21οἰκίαν τινὸς ὀνόματι Ἰούστου, σεβομένου τὸν Θεόν, οὗἡ οἰκία ἦν συνομοροῦσα τῇ συναγωγῇ. 8 Κρίσπος δὲ ὁἀρχισυνάγωγος ἐπίστευσε τῷ Κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳαὐτοῦ· καὶ πολλοὶ τῶν Κορινθίων ἀκούοντες ἐπίστευονκαὶ ἐβαπτίζοντο. 9 Εἶπε δὲ ὁ Κύριος δι᾿ὁράματος ἐν νυκτὶτῷ Παύλῳ, Μὴ φοβοῦ, ἀλλὰ λάλει καὶ μὴ σιωπήσῃς·10 διότι ἐγώ εἰμι μετὰ σοῦ, καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦκακῶσαί σε· διότι λαός ἐστί μοι πολὺς ἐν τῇ πόλει ταύτῃ.11Ἐκάθισέ τε ἐνιαυτὸν καὶ μῆνας ἕξ, διδάσκων ἐν αὐτοῖςτὸν λόγον τοῦ Θεοῦ.

12 Γαλλίωνος δὲ ἀνθυπατεύοντος τῆς Ἀχαΐας,κατεπέστησαν ὁμοθυμαδὸν οἱ Ἰουδαῖοι τῷ Παύλῳ, καὶἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα, 13 λέγοντες ὅτι Παρὰ τὸννόμον οὗτος ἀναπείθει τοὺς ἀνθρώπους σέβεσθαι τὸνΘεόν. 14 Μέλλοντος δὲ τοῦ Παύλου ἀνοίγειν τὸ στόμα,εἶπεν ὁ Γαλλίων πρὸς τοὺς Ἰουδαίους, Εἰ μὲν οὖν ἦνἀδίκημά τι ἢ ῥᾳδιούργημα πονηρόν, ὦ Ἰουδαῖοι, κατὰλόγον ἂν ἠνεσχόμην ὑμῶν· 15 εἰ δὲ ζήτημά ἐστι περὶλόγου καὶ ὀνομάτων καὶ νόμου τοῦ καθ̓ ὑμᾶς, ὄψεσθεαὐτοί· κριτὴς γὰρ ἐγὼ τούτων οὐ βούλομαι εἶναι. 16 Καὶἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήματος. 17 Ἐπιλαβόμενοιδὲ πάντες οἱ Ἕλληνες Σωσθένην τὸν ἀρχισυνάγωγονἔτυπτον ἔμπροσθεν τοῦ βήματος. Καὶ οὐδὲν τούτων τῷΓαλλίωνι ἔμελεν.

18 Ὁ δὲ Παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανάς, τοῖςἀδελφοῖς ἀποταξάμενος, ἐξέπλει εἰς τὴν Συρίαν, καὶ σὺναὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας, κειράμενος τὴν κεφαλὴν ἐνΚεγχρεαῖς· εἶχε γὰρ εὐχήν. 19 Κατήντησε δὲ εἰς Ἔφεσον,κἀκείνους κατέλιπεν αὐτοῦ· αὐτὸς δὲ εἰσελθὼν εἰς τὴνσυναγωγὴν διελέχθη τοῖς Ἰουδαίοις. 20 Ἐρωτώντωνδὲ αὐτῶν ἐπὶ πλείονα χρόνον μεῖναι παρ᾿ αὐτοῖς, οὐκἐπένευσεν· 21 ἀλλ̓ ἀπετάξατο αὐτοῖς εἰπών, Δεῖ με πάντως

Page 51: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 18:2251ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 19:4τὴν ἑορτὴν τὴν ἐρχομένην ποιῆσαι εἰς Ἱεροσόλυμα· πάλινδὲ ἀνακάμψω πρὸς ὑμᾶς, τοῦ Θεοῦ θέλοντος. Καὶ ἀνήχθηἀπὸ τῆς Ἐφέσου, 22 καὶ κατελθὼν εἰς Καισάρειαν, ἀναβὰςκαὶ ἀσπασάμενος τὴν ἐκκλησίαν, κατέβη εἰς Ἀντιόχειαν.23 Καὶ ποιήσας χρόνον τινὰ ἐξῆλθε, διερχόμενος καθεξῆςτὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν, ἐπιστηρίζων πάνταςτοὺς μαθητάς.

24 Ἰουδαῖος δέ τις Ἀπολλὼς ὀνόματι, Ἀλεξανδρεὺς τῷγένει, ἀνὴρ λόγιος, κατήντησεν εἰς Ἔφεσον, δυνατὸςὢν ἐν ταῖς γραφαῖς. 25 Οὗτος ἦν κατηχημένος τὴνὁδὸν τοῦ Κυρίου, καὶ ζέων τῷ πνεύματι ἐλάλει καὶἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦ Κυρίου, ἐπιστάμενοςμόνον τὸ βάπτισμα Ἰωάννου· 26 οὗτός τε ἤρξατοπαρρησιάζεσθαι ἐν τῇ συναγωγῇ. Ἀκούσαντες δὲαὐτοῦ Ἀκύλας καὶ Πρίσκιλλα, προσελάβοντο αὐτόν,καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν τοῦ Θεοῦ ὁδόν.27 Βουλομένου δὲ αὐτοῦ διελθεῖν εἰς τὴν Ἀχαΐαν,προτρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν τοῖς μαθηταῖςἀποδέξασθαι αὐτόν· ὃς παραγενόμενος συνεβάλετο πολὺτοῖς πεπιστευκόσι διὰ τῆς χάριτος· 28 εὐτόνως γὰρ τοῖςἸουδαίοις διακατηλέγχετο δημοσίᾳ, ἐπιδεικνὺς διὰ τῶνγραφῶν εἶναι τὸν Χριστὸν Ἰησοῦν.

191 Ἐγένετο δέ, ἐν τῷ τὸν Ἀπολλὼ εἶναι ἐν Κορίνθῳ,

Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη ἐλθεῖν εἰς Ἔφεσον·καὶ εὑρών τινας μαθητὰς 2 εἶπε πρὸς αὐτούς, Εἰ πνεῦμαἅγιον ἐλάβετε πιστεύσαντες; Οἱ δὲ εἶπον πρὸς αὐτόν,Ἀλλ̓ οὐδὲ εἰ πνεῦμα ἅγιόν ἐστιν, ἠκούσαμεν. 3 Εἶπέ τεπρὸς αὐτούς, Εἰς τί οὖν ἐβαπτίσθητε; Οἱ δὲ εἶπον, Εἰςτὸ Ἰωάννου βάπτισμα. 4 Εἶπε δὲ Παῦλος, Ἰωάννης μὲνἐβάπτισε βάπτισμα μετανοίας, τῷ λαῷ λέγων εἰς τὸν

Page 52: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 19:552ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 19:17ἐρχόμενον μετ᾿αὐτὸν ἵνα πιστεύσωσι, τοῦτ᾿ἔστιν, εἰς τὸνΧριστὸν Ἰησοῦν. 5 Ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸὄνομα τοῦ Κυρίου Ἰησοῦ. 6 Καὶ ἐπιθέντος αὐτοῖς τοῦΠαύλου τὰς χεῖρας, ἦλθε τὸ πνεῦμα τὸ ἅγιον ἐπ̓ αὐτούς,ἐλάλουν τε γλώσσαις καὶ προεφήτευον. 7 Ἦσαν δὲ οἱπάντες ἄνδρες ὡσεὶ δεκαδύο.

8 Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαρρησιάζετο,ἐπὶ μῆνας τρεῖς διαλεγόμενος καὶ πείθων τὰ περὶ τῆςβασιλείας τοῦ Θεοῦ. 9 Ὡς δέ τινες ἐσκληρύνοντοκαὶ ἠπείθουν, κακολογοῦντες τὴν ὁδὸν ἐνώπιον τοῦπλήθους, ἀποστὰς ἀπ̓ αὐτῶν ἀφώρισε τοὺς μαθητάς,καθ̓ ἡμέραν διαλεγόμενος ἐν τῇ σχολῇ Τυράννου τινός.10 Τοῦτο δὲ ἐγένετο ἐπὶ ἔτη δύο, ὥστε πάντας τοὺςκατοικοῦντας τὴν Ἀσίαν ἀκοῦσαι τὸν λόγον τοῦ ΚυρίουἸησοῦ, Ἰουδαίους τε καὶ Ἕλληνας. 11 Δυνάμεις τε οὐτὰς τυχούσας ἐποίει ὁ Θεὸς διὰ τῶν χειρῶν Παύλου,12 ὥστε καὶ ἐπὶ τοὺς ἀσθενοῦντας ἐπιφέρεσθαι ἀπὸ τοῦχρωτὸς αὐτοῦ σουδάρια ἢ σιμικίνθια, καὶ ἀπαλλάσσεσθαιἀπ̓ αὐτῶν τὰς νόσους, τά τε πνεύματα τὰ πονηρὰἐξέρχεσθαι ἀπ̓ αὐτῶν. 13 Ἐπεχείρησαν δέ τινες ἀπὸτῶν περιερχομένων Ἰουδαίων ἐξορκιστῶν ὀνομάζειν ἐπὶτοὺς ἔχοντας τὰ πνεύματα τὰ πονηρὰ τὸ ὄνομα τοῦΚυρίου Ἰησοῦ, λέγοντες, Ὁρκίζομεν ὑμᾶς τὸν Ἰησοῦν ὃνὁ Παῦλος κηρύσσει. 14Ἦσαν δέ τινες υἱοὶ Σκευᾶ Ἰουδαίουἀρχιερέως ἑπτὰ οἱ τοῦτο ποιοῦντες. 15 Ἀποκριθὲν δὲτὸ πνεῦμα τὸ πονηρὸν εἶπε, Τὸν Ἰησοῦν γινώσκω,καὶ τὸν Παῦλον ἐπίσταμαι· ὑμεῖς δὲ τίνες ἐστέ; 16 Καὶἐφαλλόμενος ἐπ̓ αὐτοὺς ὁ ἄνθρωπος ἐν ᾧ ἦν τὸ πνεῦματὸ πονηρόν, καὶ κατακυριεύσας αὐτῶν, ἴσχυσε κατ᾿αὐτῶν, ὥστε γυμνοὺς καὶ τετραυματισμένους ἐκφυγεῖνἐκ τοῦ οἴκου ἐκείνου. 17 Τοῦτο δὲ ἐγένετο γνωστὸνπᾶσιν Ἰουδαίοις τε καὶ Ἕλλησι τοῖς κατοικοῦσι τὴν

Page 53: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ19:1853ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ19:29Ἔφεσον, καὶ ἐπέπεσε φόβος ἐπὶ πάντας αὐτούς, καὶἐμεγαλύνετο τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ. 18 Πολλοίτε τῶν πεπιστευκότων ἤρχοντο, ἐξομολογούμενοι, καὶἀναγγέλλοντες τὰς πράξεις αὐτῶν. 19 Ἱκανοὶ δὲ τῶντὰ περίεργα πραξάντων συνενέγκαντες τὰς βίβλουςκατέκαιον ἐνώπιον πάντων· καὶ συνεψήφισαν τὰς τιμὰςαὐτῶν, καὶ εὗρον ἀργυρίου μυριάδας πέντε. 20Οὕτω κατὰκράτος ὁ λόγος τοῦ Κυρίου ηὔξανε καὶ ἴσχυεν.

21 Ὡς δὲ ἐπληρώθη ταῦτα, ἔθετο ὁ Παῦλος ἐντῷ πνεύματι, διελθὼν τὴν Μακεδονίαν καὶ Ἀχαΐαν,πορεύεσθαι εἰς Ἱερουσαλήμ, εἰπὼν ὅτι Μετὰ τὸ γενέσθαιμε ἐκεῖ, δεῖ με καὶ Ῥώμην ἰδεῖν. 22Ἀποστείλας δὲ εἰς τὴνΜακεδονίαν δύο τῶν διακονούντων αὐτῷ, Τιμόθεον καὶἜραστον, αὐτὸς ἐπέσχε χρόνον εἰς τὴν Ἀσίαν.

23 Ἐγένετο δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον τάραχοςοὐκ ὀλίγος περὶ τῆς ὁδοῦ. 24 Δημήτριος γάρ τιςὀνόματι, ἀργυροκόπος, ποιῶν ναοὺς ἀργυροῦςἈρτέμιδος,παρείχετο τοῖς τεχνίταις ἐργασίαν οὐκ ὀλίγην· 25 οὓςσυναθροίσας, καὶ τοὺς περὶ τὰ τοιαῦτα ἐργάτας, εἶπεν,Ἄνδρες, ἐπίστασθε ὅτι ἐκ ταύτης τῆς ἐργασίας ἡ εὐπορίαἡμῶν ἐστι. 26 Καὶ θεωρεῖτε καὶ ἀκούετε ὅτι οὐ μόνονἘφέσου, ἀλλὰ σχεδὸν πάσης τῆς Ἀσίας, ὁ Παῦλοςοὗτος πείσας μετέστησεν ἱκανὸν ὄχλον, λέγων ὅτι οὐκεἰσὶ θεοὶ οἱ διὰ χειρῶν γινόμενοι. 27 Οὐ μόνον δὲτοῦτο κινδυνεύει ἡμῖν τὸ μέρος εἰς ἀπελεγμὸν ἐλθεῖν,ἀλλὰ καὶ τὸ τῆς μεγάλης θεᾶς Ἀρτέμιδος ἱερὸν εἰςοὐδὲν λογισθῆναι, μέλλειν *τε καὶ καθαιρεῖσθαι τὴνμεγαλειότητα αὐτῆς, ἣν ὅλη ἡ Ἀσία καὶ ἡ οἰκουμένησέβεται. 28Ἀκούσαντες δὲ καὶ γενόμενοι πλήρεις θυμοῦ,ἔκραζον λέγοντες, Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων. 29 Καὶἐπλήσθηἡπόλις ὅλη συγχύσεως· ὥρμησάν τε ὁμοθυμαδὸν* 19:27 τε ¦ δὲ St.

Page 54: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 19:3054ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 20:1εἰς τὸ θέατρον, συναρπάσαντες Γάϊον καὶ ἈρίσταρχονΜακεδόνας, συνεκδήμους τοῦ Παύλου. 30 Τοῦ δὲ Παύλουβουλομένου εἰσελθεῖν εἰς τὸν δῆμον, οὐκ εἴων αὐτὸνοἱ μαθηταί. 31 Τινὲς δὲ καὶ τῶν Ἀσιαρχῶν, ὄντες αὐτῷφίλοι, πέμψαντες πρὸς αὐτόν, παρεκάλουν μὴ δοῦναιἑαυτὸν εἰς τὸ θέατρον. 32Ἄλλοι μὲν οὖν ἄλλο τι ἔκραζον·ἦν γὰρ ἡ ἐκκλησία συγκεχυμένη, καὶ οἱ πλείους οὐκᾔδεισαν τίνος ἕνεκεν συνεληλύθεισαν. 33 Ἐκ δὲ τοῦὄχλου προεβίβασαν Ἀλέξανδρον, †προβαλόντων αὐτὸντῶν Ἰουδαίων. Ὁ δὲ Ἀλέξανδρος, κατασείσας τὴνχεῖρα, ἤθελεν ἀπολογεῖσθαι τῷ δήμῳ. 34 Ἐπιγνόντωνδὲ ὅτι Ἰουδαῖός ἐστι, φωνὴ ἐγένετο μία ἐκ πάντων ὡςἐπὶ ὥρας δύο κραζόντων, Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων.35Καταστείλας δὲ ὁ γραμματεὺς τὸν ὄχλον φησίν, ἌνδρεςἘφέσιοι, τίς γάρ ἐστιν ἄνθρωπος ὃς οὐ γινώσκει τὴνἘφεσίων πόλιν νεωκόρον οὖσαν τῆς μεγάλης θεᾶςἈρτέμιδος καὶ τοῦ Διοπετοῦς; 36Ἀναντιρρήτων οὖν ὄντωντούτων, δέον ἐστὶν ὑμᾶς κατεσταλμένους ὑπάρχειν, καὶμηδὲν προπετὲς πράττειν. 37 Ἠγάγετε γὰρ τοὺς ἄνδραςτούτους, οὔτε ἱεροσύλους οὔτε βλασφημοῦντας τὴν θεὰνὑμῶν. 38 Εἰ μὲν οὖν Δημήτριος καὶ οἱ σὺν αὐτῷτεχνῖται πρός τινα λόγον ἔχουσιν, ἀγοραῖοι ἄγονται, καὶἀνθύπατοί εἰσιν· ἐγκαλείτωσαν ἀλλήλοις. 39 Εἰ δέ τι περὶἑτέρων ἐπιζητεῖτε, ἐν τῇ ἐννόμῳ ἐκκλησίᾳ ἐπιλυθήσεται.40 Καὶ γὰρ κινδυνεύομεν ἐγκαλεῖσθαι στάσεως περὶ τῆςσήμερον, μηδενὸς αἰτίου ὑπάρχοντος περὶ οὗ δυνησόμεθαἀποδοῦναι λόγον τῆς συστροφῆς ταύτης. 41 Καὶ ταῦταεἰπών, ἀπέλυσε τὴν ἐκκλησίαν.

201Μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον, προσκαλεσάμενος

† 19:33 προβαλόντων ¦ προβαλλόντων Bez. El. Sc.

Page 55: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 20:255ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 20:15ὁ Παῦλος τοὺς μαθητάς, καὶ ἀσπασάμενος, ἐξῆλθεπορευθῆναι εἰς τὴν Μακεδονίαν. 2 Διελθὼν δὲ τὰ μέρηἐκεῖνα, καὶ παρακαλέσας αὐτοὺς λόγῳ πολλῷ, ἦλθεν εἰςτὴν Ἑλλάδα. 3 Ποιήσας τε μῆνας τρεῖς, γενομένης αὐτῷἐπιβουλῆς ὑπὸ τῶν Ἰουδαίων μέλλοντι ἀνάγεσθαι εἰς τὴνΣυρίαν, ἐγένετο γνώμη τοῦ ὑποστρέφειν διὰ Μακεδονίας.4 Συνείπετο δὲ αὐτῷ ἄχρι τῆς Ἀσίας Σώπατρος Βεροιαῖος·Θεσσαλονικέων δέ, Ἀρίσταρχος καὶ Σεκοῦνδος, καὶ ΓάϊοςΔερβαῖος, καὶ Τιμόθεος· Ἀσιανοὶ δέ, Τυχικὸς καὶ Τρόφιμος.5 Οὗτοι προελθόντες ἔμενον ἡμᾶς ἐν Τρῳάδι. 6 Ἡμεῖςδὲ ἐξεπλεύσαμεν μετὰ τὰς ἡμέρας τῶν ἀζύμων ἀπὸΦιλίππων, καὶ ἤλθομεν πρὸς αὐτοὺς εἰς τὴν Τρῳάδα ἄχριςἡμερῶν πέντε, οὗ διετρίψαμεν ἡμέρας ἑπτά.

7 Ἐν δὲ τῇ μιᾷ τῶν σαββάτων, συνηγμένων τῶνμαθητῶν τοῦ κλάσαι ἄρτον, ὁ Παῦλος διελέγετο αὐτοῖς,μέλλων ἐξιέναι τῇ ἐπαύριον, παρέτεινέ τε τὸν λόγονμέχρι μεσονυκτίου. 8 Ἦσαν δὲ λαμπάδες ἱκαναὶ ἐν τῷὑπερῴῳ οὗ ἦσαν συνηγμένοι. 9Καθήμενος δέ τις νεανίαςὀνόματι Εὔτυχος ἐπὶ τῆς θυρίδος, καταφερόμενος ὕπνῳβαθεῖ, διαλεγομένου τοῦ Παύλου ἐπὶ πλεῖον, κατενεχθεὶςἀπὸ τοῦ ὕπνου ἔπεσεν ἀπὸ τοῦ τριστέγου κάτω, καὶἤρθη νεκρός. 10 Καταβὰς δὲ ὁ Παῦλος ἐπέπεσεν αὐτῷ,καὶ συμπεριλαβὼν εἶπε, Μὴ θορυβεῖσθε· ἡ γὰρ ψυχὴαὐτοῦ ἐν αὐτῷ ἐστιν. 11 Ἀναβὰς δὲ καὶ κλάσας ἄρτονκαὶ γευσάμενος, ἐφ᾿ ἱκανόν τε ὁμιλήσας ἄχρις αὐγῆς,οὕτως ἐξῆλθεν. 12 Ἤγαγον δὲ τὸν παῖδα ζῶντα, καὶπαρεκλήθησαν οὐ μετρίως.

13 Ἡμεῖς δέ, προελθόντες ἐπὶ τὸ πλοῖον, ἀνήχθημενεἰς τὴν Ἄσσον, ἐκεῖθεν μέλλοντες ἀναλαμβάνειν τὸνΠαῦλον· οὕτω γὰρ ἦν διατεταγμένος, μέλλων αὐτὸςπεζεύειν. 14 Ὡς δὲ συνέβαλεν ἡμῖν εἰς τὴν Ἄσσον,ἀναλαβόντες αὐτὸν ἤλθομεν εἰς Μιτυλήνην. 15 Κἀκεῖθεν

Page 56: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ20:1656ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ20:27ἀποπλεύσαντες, τῇ ἐπιούσῃ κατηντήσαμεν ἀντικρὺ Χίου·τῇ δὲ ἑτέρᾳ παρεβάλομεν εἰς Σάμον· καὶ μείναντες ἐνΤρωγυλλίῳ, τῇ ἐχομένῃ ἤλθομεν εἰς Μίλητον. 16Ἔκρινεγὰρ ὁ Παῦλος παραπλεῦσαι τὴνἜφεσον, ὅπως μὴ γένηταιαὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ· ἔσπευδε γάρ, εἰ δυνατὸνἦν αὐτῷ, τὴν ἡμέραν τῆς Πεντηκοστῆς γενέσθαι εἰςἹεροσόλυμα.

17 Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσονμετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας. 18Ὡς δὲπαρεγένοντο πρὸς αὐτόν, εἶπεν αὐτοῖς,Ὑμεῖς ἐπίστασθε, ἀπὸ πρώτης ἡμέρας ἀφ᾿ἧς ἐπέβην εἰς

τὴν Ἀσίαν, πῶς μεθ̓ ὑμῶν τὸν πάντα χρόνον ἐγενόμην,19 δουλεύων τῷ Κυρίῳ μετὰ πάσης ταπεινοφροσύνης καὶπολλῶν δακρύων καὶ πειρασμῶν τῶν συμβάντων μοι ἐνταῖς ἐπιβουλαῖς τῶν Ἰουδαίων· 20ὡς οὐδὲν ὑπεστειλάμηντῶν συμφερόντων, τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν καὶ διδάξαιὑμᾶς δημοσίᾳ καὶ κατ᾿ οἴκους, 21 διαμαρτυρόμενοςἸουδαίοις τε καὶ Ἕλλησι τὴν εἰς τὸν Θεὸν μετάνοιαν,καὶ πίστιν τὴν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν.22 Καὶ νῦν ἰδού, ἐγὼ δεδεμένος τῷ πνεύματι πορεύομαιεἰς Ἱερουσαλήμ, τὰ ἐν αὐτῇ συναντήσοντά μοι μὴ εἰδώς,23 πλὴν ὅτι τὸ πνεῦμα τὸ ἅγιον κατὰ πόλιν διαμαρτύρεταιλέγον ὅτι δεσμά με καὶ θλίψεις μένουσιν. 24 Ἀλλ̓οὐδενὸς λόγον ποιοῦμαι, οὐδὲ ἔχω τὴν ψυχήν μουτιμίαν ἐμαυτῷ, ὡς τελειῶσαι τὸν δρόμον μου μετὰχαρᾶς, καὶ τὴν διακονίαν ἣν ἔλαβον παρὰ τοῦ ΚυρίουἸησοῦ, διαμαρτύρασθαι τὸ εὐαγγέλιον τῆς χάριτος τοῦΘεοῦ. 25 Καὶ νῦν ἰδού, ἐγὼ οἶδα ὅτι οὐκέτι ὄψεσθε τὸπρόσωπόν μου ὑμεῖς πάντες, ἐν οἷς διῆλθον κηρύσσωντὴν βασιλείαν τοῦ Θεοῦ. 26 Διὸ μαρτύρομαι ὑμῖν ἐντῇ σήμερον ἡμέρᾳ, ὅτι καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματοςπάντων. 27 Οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι

Page 57: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 20:2857ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 21:2ὑμῖν πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ. 28 Προσέχετε οὖνἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ πνεῦμα τὸἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν ἐκκλησίαν τοῦΘεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ ἰδίου αἵματος. 29 Ἐγὼγὰρ οἶδα τοῦτο, ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μουλύκοι βαρεῖς εἰς ὑμᾶς, μὴ φειδόμενοι τοῦ ποιμνίου·30 καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντεςδιεστραμμένα, τοῦ ἀποσπᾷν τοὺς μαθητὰς ὀπίσω αὐτῶν.31 Διὸ γρηγορεῖτε, μνημονεύοντες ὅτι τριετίαν νύκτακαὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶνἕνα ἕκαστον. 32 Καὶ τὰ νῦν παρατίθεμαι ὑμᾶς, ἀδελφοί,τῷ Θεῷ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, τῷ δυναμένῳἐποικοδομῆσαι, καὶ δοῦναι ὑμῖν κληρονομίαν ἐν τοῖςἡγιασμένοις πᾶσιν. 33 Ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦοὐδενὸς ἐπεθύμησα. 34 Αὐτοὶ δὲ γινώσκετε ὅτι ταῖςχρείαις μου καὶ τοῖς οὖσι μετ᾿ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρεςαὗται. 35 Πάντα ὑπέδειξα ὑμῖν, ὅτι οὕτω κοπιῶντας δεῖἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων, μνημονεύειν τε τῶνλόγων τοῦ Κυρίου Ἰησοῦ, ὅτι αὐτὸς εἶπε, Μακάριόν ἐστιδιδόναι μᾶλλον ἢ λαμβάνειν.

36 Καὶ ταῦτα εἰπών, θεὶς τὰ γόνατα αὐτοῦ, σὺν πᾶσιναὐτοῖς προσηύξατο. 37 Ἱκανὸς δὲ ἐγένετο κλαυθμὸςπάντων· καὶ ἐπιπεσόντες ἐπὶ τὸν τράχηλον τοῦ Παύλουκατεφίλουν αὐτόν, 38ὀδυνώμενοι μάλιστα ἐπὶ τῷ λόγῳᾧεἰρήκει, ὅτι οὐκέτι μέλλουσι τὸ πρόσωπον αὐτοῦ θεωρεῖν.Προέπεμπον δὲ αὐτὸν εἰς τὸ πλοῖον.

211 Ὡς δὲ ἐγένετο ἀναχθῆναι ἡμᾶς ἀποσπασθέντας ἀπ̓

αὐτῶν, εὐθυδρομήσαντες ἤλθομεν εἰς τὴν Κῶν, τῇ δὲἑξῆς εἰς τὴν Ῥόδον, κἀκεῖθεν εἰς Πάταρα· 2 καὶ εὑρόντεςπλοῖον διαπερῶν εἰς Φοινίκην, ἐπιβάντες ἀνήχθημεν.

Page 58: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 21:358ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 21:133 *Ἀναφανέντες δὲ τὴν Κύπρον, καὶ καταλιπόντες αὐτὴνεὐώνυμον, ἐπλέομεν εἰς Συρίαν, καὶ κατήχθημεν εἰςΤύρον· ἐκεῖσε γὰρ ἦν τὸ πλοῖον ἀποφορτιζόμενον τὸνγόμον. 4 Καὶ ἀνευρόντες †τοὺς μαθητάς, ἐπεμείναμεναὐτοῦ ἡμέρας ἑπτά· οἵτινες τῷ Παύλῳ ἔλεγον διὰ τοῦπνεύματος, μὴ ἀναβαίνειν εἰς Ἱερουσαλήμ. 5 Ὅτεδὲ ἐγένετο ἡμᾶς ἐξαρτίσαι τὰς ἡμέρας, ἐξελθόντεςἐπορευόμεθα, προπεμπόντων ἡμᾶς πάντων σὺν γυναιξὶκαὶ τέκνοις ἕως ἔξω τῆς πόλεως· καὶ θέντες τὰ γόναταἐπὶ τὸν αἰγιαλὸν προσηυξάμεθα. 6 Καὶ ἀσπασάμενοιἀλλήλους, ἐπέβημεν εἰς τὸ πλοῖον, ἐκεῖνοι δὲ ὑπέστρεψανεἰς τὰ ἴδια.

7 Ἡμεῖς δέ, τὸν πλοῦν διανύσαντες ἀπὸ Τύρου,κατηντήσαμεν εἰς Πτολεμαΐδα, καὶ ἀσπασάμενοι τοὺςἀδελφοὺς ἐμείναμεν ἡμέραν μίαν παρ᾿ αὐτοῖς. 8 Τῇ δὲἐπαύριον ἐξελθόντες οἱ περὶ τὸν Παῦλον ‡ἦλθον εἰςΚαισάρειαν· καὶ εἰσελθόντες εἰς τὸν οἶκον Φιλίππου τοῦεὐαγγελιστοῦ, τοῦ ὄντος ἐκ τῶν ἑπτά, ἐμείναμεν παρ᾿αὐτῷ. 9 Τούτῳ δὲ ἦσαν θυγατέρες παρθένοι τέσσαρεςπροφητεύουσαι. 10 Ἐπιμενόντων δὲ ἡμῶν ἡμέραςπλείους, κατῆλθέ τις ἀπὸ τῆς Ἰουδαίας προφήτης ὀνόματιἌγαβος. 11 Καὶ ἐλθὼν πρὸς ἡμᾶς, καὶ ἄρας τὴν ζώνηντοῦ Παύλου, δήσας §τε αὐτοῦ τὰς χεῖρας καὶ τοὺς πόδαςεἶπε, Τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον, Τὸν ἄνδρα οὗ ἐστινἡ ζώνη αὕτη, οὕτω δήσουσιν ἐν Ἱερουσαλὴμ οἱ Ἰουδαῖοι,καὶ παραδώσουσιν εἰς χεῖρας ἐθνῶν. 12Ὡς δὲ ἠκούσαμενταῦτα, παρεκαλοῦμεν ἡμεῖς τε καὶ οἱ ἐντόπιοι, τοῦ μὴἀναβαίνειν αὐτὸν εἰς Ἱερουσαλήμ. 13 Ἀπεκρίθη δὲ ὁΠαῦλος, Τί ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές μου τὴνκαρδίαν; Ἐγὼ γὰρ οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν* 21:3 Ἀναφανέντες ¦ Ἀναφάναντες Er. Sc. St. † 21:4 τοὺς ¦−Er. Sc.‡ 21:8 ἦλθον ¦ ἤλθομεν El. Sc. § 21:11 τε αὐτοῦ ¦−Bez.

Page 59: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ21:1459ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ21:26εἰς Ἱερουσαλὴμ ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦΚυρίου Ἰησοῦ. 14Μὴ πειθομένου δὲ αὐτοῦ, ἡσυχάσαμενεἰπόντες, Τὸ θέλημα τοῦ Κυρίου γενέσθω.

15 Μετὰ δὲ τὰς ἡμέρας ταύτας ἀποσκευασάμενοιἀνεβαίνομεν εἰς Ἱερουσαλήμ. 16 Συνῆλθον δὲ καὶ τῶνμαθητῶν ἀπὸ Καισαρείας σὺν ἡμῖν, ἄγοντες παρ᾿ ᾧξενισθῶμεν, Μνάσωνί τινι Κυπρίῳ, ἀρχαίῳ μαθητῇ.

17 Γενομένων δὲ ἡμῶν εἰς Ἱεροσόλυμα, ἀσμένωςἐδέξαντο ἡμᾶς οἱ ἀδελφοί. 18 Τῇ δὲ ἐπιούσῃ εἰσῄει ὁΠαῦλος σὺν ἡμῖν πρὸς Ἰάκωβον, πάντες τε παρεγένοντοοἱ πρεσβύτεροι. 19 Καὶ ἀσπασάμενος αὐτούς, ἐξηγεῖτοκαθ̓ ἓν ἕκαστον ὧν ἐποίησεν ὁ Θεὸς ἐν τοῖς ἔθνεσι διὰτῆς διακονίας αὐτοῦ. 20 Οἱ δὲ ἀκούσαντες ἐδόξαζοντὸν Κύριον, εἶπόν τε αὐτῷ, Θεωρεῖς, ἀδελφέ, πόσαιμυριάδες εἰσὶν Ἰουδαίων τῶν πεπιστευκότων· καὶ πάντεςζηλωταὶ τοῦ νόμου ὑπάρχουσι· 21 κατηχήθησαν δὲ περὶσοῦ, ὅτι ἀποστασίαν διδάσκεις ἀπὸ Μωσέως τοὺς κατὰτὰ ἔθνη πάντας Ἰουδαίους, λέγων μὴ περιτέμνειν αὐτοὺςτὰ τέκνα, μηδὲ τοῖς ἔθεσι περιπατεῖν. 22 Τί οὖνἐστι; Πάντως δεῖ πλῆθος συνελθεῖν· ἀκούσονται γὰρ ὅτιἐλήλυθας. 23 Τοῦτο οὖν ποίησον ὅ σοι λέγομεν· εἰσὶν ἡμῖνἄνδρες τέσσαρες εὐχὴν ἔχοντες ἐφ᾿ ἑαυτῶν· 24 τούτουςπαραλαβὼν ἁγνίσθητι σὺν αὐτοῖς, καὶ δαπάνησον ἐπ̓αὐτοῖς, ἵνα ξυρήσωνται τὴν κεφαλήν, καὶ γνῶσι πάντεςὅτι ὧν κατήχηνται περὶ σοῦ οὐδέν ἐστιν, ἀλλὰ στοιχεῖςκαὶ αὐτὸς τὸν νόμον φυλάσσων. 25 Περὶ δὲ τῶνπεπιστευκότων ἐθνῶν ἡμεῖς ἐπεστείλαμεν, κρίναντεςμηδὲν τοιοῦτον τηρεῖν αὐτούς, εἰ μὴ φυλάσσεσθαιαὐτοὺς τό τε εἰδωλόθυτον καὶ τὸ αἷμα καὶ πνικτὸν καὶπορνείαν. 26 Τότε ὁ Παῦλος παραλαβὼν τοὺς ἄνδρας,τῇ ἐχομένῃ ἡμέρᾳ σὺν αὐτοῖς ἁγνισθεὶς εἰσῄει εἰς τὸἱερόν, διαγγέλλων τὴν ἐκπλήρωσιν τῶν ἡμερῶν τοῦ

Page 60: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ21:2760ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ21:38ἁγνισμοῦ, ἕως οὗ προσηνέχθη ὑπὲρ ἑνὸς ἑκάστου αὐτῶνἡ προσφορά.

27 Ὡς δὲ ἔμελλον αἱ ἑπτὰ ἡμέραι συντελεῖσθαι, οἱἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι, θεασάμενοι αὐτὸν ἐν τῷ ἱερῷ,συνέχεον πάντα τὸν ὄχλον, καὶ ἐπέβαλον τὰς χεῖρας ἐπ̓αὐτόν, 28 κράζοντες, Ἄνδρες Ἰσραηλῖται, βοηθεῖτε. Οὗτόςἐστιν ὁ ἄνθρωπος ὁ κατὰ τοῦ λαοῦ καὶ τοῦ νόμου καὶτοῦ τόπου τούτου πάντας πανταχοῦ διδάσκων· ἔτι τε καὶἝλληνας εἰσήγαγεν εἰς τὸ ἱερόν, καὶ κεκοίνωκε τὸν ἅγιοντόπον τοῦτον. 29 Ἦσαν γὰρ προεωρακότες Τρόφιμοντὸν Ἐφέσιον ἐν τῇ πόλει σὺν αὐτῷ, ὃν ἐνόμιζον ὅτι εἰςτὸ ἱερὸν εἰσήγαγεν ὁ Παῦλος. 30 Ἐκινήθη τε ἡ πόλιςὅλη, καὶ ἐγένετο συνδρομὴ τοῦ λαοῦ· καὶ ἐπιλαβόμενοιτοῦ Παύλου εἷλκον αὐτὸν ἔξω τοῦ ἱεροῦ· καὶ εὐθέωςἐκλείσθησαν αἱ θύραι. 31Ζητούντων δὲ αὐτὸν ἀποκτεῖναι,ἀνέβη φάσις τῷ χιλιάρχῳ τῆς σπείρης, ὅτι ὅλη συγκέχυταιἹερουσαλήμ· 32 ὃς ἐξαυτῆς παραλαβὼν στρατιώτας καὶἑκατοντάρχους, κατέδραμεν ἐπ̓ αὐτούς· οἱ δέ, ἰδόντες τὸνχιλίαρχον καὶ τοὺς στρατιώτας, ἐπαύσαντο τύπτοντες τὸνΠαῦλον. 33 Τότε ἐγγίσας ὁ χιλίαρχος ἐπελάβετο αὐτοῦ,καὶ ἐκέλευσε δεθῆναι ἁλύσεσι δυσί· καὶ ἐπυνθάνετο τίςἂν εἴη, καὶ τί ἐστι πεποιηκώς. 34 Ἄλλοι δὲ ἄλλο τιἐβόων ἐν τῷ ὄχλῳ· μὴ δυνάμενος δὲ γνῶναι τὸ ἀσφαλὲςδιὰ τὸν θόρυβον, ἐκέλευσεν ἄγεσθαι αὐτὸν εἰς τὴνπαρεμβολήν. 35 Ὅτε δὲ ἐγένετο ἐπὶ τοὺς ἀναβαθμούς,συνέβη βαστάζεσθαι αὐτὸν ὑπὸ τῶν στρατιωτῶν διὰ τὴνβίαν τοῦ ὄχλου. 36 Ἠκολούθει γὰρ τὸ πλῆθος τοῦ λαοῦκρᾶζον, Αἶρε αὐτόν.

37Μέλλων τε εἰσάγεσθαι εἰς τὴν παρεμβολὴν ὁ Παῦλοςλέγει τῷ χιλιάρχῳ, Εἰ ἔξεστί μοι εἰπεῖν τι πρός σε;Ὁ δὲ ἔφη, Ἑλληνιστὶ γινώσκεις; 38 Οὐκ ἄρα σὺ εἶ ὁΑἰγύπτιος ὁ πρὸ τούτων τῶν ἡμερῶν ἀναστατώσας καὶ

Page 61: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ21:3961ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ22:10ἐξαγαγὼν εἰς τὴν ἔρημον τοὺς τετρακισχιλίους ἄνδραςτῶν σικαρίων; 39 Εἶπε δὲ ὁ Παῦλος, Ἐγὼ ἄνθρωπος μένεἰμι Ἰουδαῖος, Ταρσεὺς τῆς Κιλικίας, οὐκ ἀσήμου πόλεωςπολίτης· δέομαι δέ σου, ἐπίτρεψόν μοι λαλῆσαι πρὸς τὸνλαόν. 40Ἐπιτρέψαντος δὲ αὐτοῦ, ὁ Παῦλος ἑστὼς ἐπὶ τῶνἀναβαθμῶν κατέσεισε τῇ χειρὶ τῷ λαῷ· πολλῆς δὲ σιγῆςγενομένης, προσεφώνησε τῇ Ἑβραΐδι διαλέκτῳ λέγων,

221 Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατέ μου τῆς πρὸς

ὑμᾶς νῦν ἀπολογίας.2 Ἀκούσαντες δὲ ὅτι τῇ Ἑβραΐδι διαλέκτῳ προσεφώνει

αὐτοῖς, μᾶλλον παρέσχον ἡσυχίαν. Καί φησιν,3 Ἐγὼ μέν εἰμι ἀνὴρ Ἰουδαῖος, γεγεννημένος ἐν Ταρσῷ

τῆς Κιλικίας, ἀνατεθραμμένος δὲ ἐν τῇ πόλει ταύτῃ παρὰτοὺς πόδας Γαμαλιήλ, πεπαιδευμένος κατὰ ἀκρίβειαν τοῦπατρῴου νόμου, ζηλωτὴς ὑπάρχων τοῦ Θεοῦ, καθὼςπάντες ὑμεῖς ἐστε σήμερον· 4 ὃς ταύτην τὴν ὁδὸν ἐδίωξαἄχρι θανάτου, δεσμεύων καὶ παραδιδοὺς εἰς φυλακὰςἄνδρας τε καὶ γυναῖκας. 5Ὡςκαὶ ὁ ἀρχιερεὺς μαρτυρεῖ μοι,καὶ πᾶν τὸ πρεσβυτέριον· παρ᾿ὧν καὶ ἐπιστολὰς δεξάμενοςπρὸς τοὺς ἀδελφούς, εἰς Δαμασκὸν ἐπορευόμην, ἄξωνκαὶ τοὺς ἐκεῖσε ὄντας δεδεμένους εἰς Ἱερουσαλήμ, ἵνατιμωρηθῶσιν. 6Ἐγένετο δέ μοι πορευομένῳ καὶ ἐγγίζοντιτῇ Δαμασκῷ, περὶ μεσημβρίαν, ἐξαίφνης ἐκ τοῦ οὐρανοῦπεριαστράψαι φῶς ἱκανὸν περὶ ἐμέ. 7 Ἔπεσόν τε εἰςτὸ ἔδαφος, καὶ ἤκουσα φωνῆς λεγούσης μοι, Σαούλ,Σαούλ, τί με διώκεις; 8 Ἐγὼ δὲ ἀπεκρίθην, Τίς εἶ, Κύριε;Εἶπέ τε πρός με, Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος ὃν σὺδιώκεις. 9 Οἱ δὲ σὺν ἐμοὶ ὄντες τὸ μὲν φῶς ἐθεάσαντο,καὶ ἔμφοβοι ἐγένοντο· τὴν δὲ φωνὴν οὐκ ἤκουσαν τοῦλαλοῦντός μοι. 10 Εἶπον δέ, Τί ποιήσω, Κύριε; Ὁ δὲ

Page 62: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ22:1162ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ22:24Κύριος εἶπε πρός με, Ἀναστὰς πορεύου εἰς Δαμασκόν·κἀκεῖ σοι λαληθήσεται περὶ πάντων ὧν τέτακταί σοιποιῆσαι. 11 Ὡς δὲ οὐκ ἐνέβλεπον ἀπὸ τῆς δόξης τοῦφωτὸς ἐκείνου, χειραγωγούμενος ὑπὸ τῶν συνόντωνμοι, ἦλθον εἰς Δαμασκόν. 12 Ἀνανίας δέ τις, ἀνὴρεὐσεβὴς κατὰ τὸν νόμον, μαρτυρούμενος ὑπὸ πάντωντῶν κατοικούντων Ἰουδαίων, 13 ἐλθὼν πρός με καὶἐπιστὰς εἶπέ μοι, Σαοὺλ ἀδελφέ, ἀνάβλεψον. Κἀγὼ αὐτῇτῇ ὥρᾳ ἀνέβλεψα εἰς αὐτόν. 14 Ὁ δὲ εἶπεν, Ὁ Θεὸςτῶν πατέρων ἡμῶν προεχειρίσατό σε γνῶναι τὸ θέλημααὐτοῦ, καὶ ἰδεῖν τὸν δίκαιον, καὶ ἀκοῦσαι φωνὴν ἐκ τοῦστόματος αὐτοῦ. 15 Ὅτι ἔσῃ μάρτυς αὐτῷ πρὸς πάνταςἀνθρώπους ὧν ἑώρακας καὶ ἤκουσας. 16 Καὶ νῦν τίμέλλεις; Ἀναστὰς βάπτισαι καὶ ἀπόλουσαι τὰς ἁμαρτίαςσου, ἐπικαλεσάμενος τὸ ὄνομα τοῦ Κυρίου. 17 Ἐγένετοδέ μοι ὑποστρέψαντι εἰς Ἱερουσαλήμ, καὶ προσευχομένουμου ἐν τῷ ἱερῷ, γενέσθαι με ἐν ἐκστάσει, 18 καὶ ἰδεῖναὐτὸν λέγοντά μοι, Σπεῦσον καὶ ἔξελθε ἐν τάχει ἐξἹερουσαλήμ· διότι οὐ παραδέξονταί σου τὴν μαρτυρίανπερὶ ἐμοῦ. 19 Κἀγὼ εἶπον, Κύριε, αὐτοὶ ἐπίστανται ὅτιἐγὼ ἤμην φυλακίζων καὶ δέρων κατὰ τὰς συναγωγὰςτοὺς πιστεύοντας ἐπὶ σέ· 20 καὶ ὅτε ἐξεχεῖτο τὸ αἷμαΣτεφάνου τοῦ μάρτυρός σου, καὶ αὐτὸς ἤμην ἐφεστὼς καὶσυνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ, καὶ φυλάσσων τὰ ἱμάτιατῶν ἀναιρούντων αὐτόν. 21Καὶ εἶπε πρός με, Πορεύου, ὅτιἐγὼ εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε.

22 Ἤκουον δὲ αὐτοῦ ἄχρι τούτου τοῦ λόγου, καὶἐπῆραν τὴν φωνὴν αὐτῶν λέγοντες, Αἶρε ἀπὸ τῆς γῆς τὸντοιοῦτον· οὐ γὰρ καθῆκον αὐτὸν ζῇν. 23 Κραυγαζόντωνδὲ αὐτῶν, καὶ ῥιπτούντων τὰ ἱμάτια, καὶ κονιορτὸνβαλλόντων εἰς τὸν ἀέρα, 24 ἐκέλευσεν αὐτὸν ὁ χιλίαρχοςἄγεσθαι εἰς τὴν παρεμβολήν, εἰπὼν μάστιξιν ἀνετάζεσθαι

Page 63: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 22:2563ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 23:6αὐτόν, ἵνα ἐπιγνῷ δι᾿ἣν αἰτίαν οὕτως ἐπεφώνουν αὐτῷ.25 Ὡς δὲ *προέτεινεν αὐτὸν τοῖς ἱμᾶσιν, εἶπε πρὸς τὸνἑστῶτα ἑκατόνταρχον ὁ Παῦλος, Εἰ ἄνθρωπον Ῥωμαῖονκαὶ ἀκατάκριτον ἔξεστιν ὑμῖν μαστίζειν; 26 Ἀκούσας δὲ ὁἑκατόνταρχος, προσελθὼν ἀπήγγειλε τῷ χιλιάρχῳλέγων,Ὅρα τί μέλλεις ποιεῖν· ὁ γὰρ ἄνθρωπος οὗτος Ῥωμαῖόςἐστι. 27 Προσελθὼν δὲ ὁ χιλίαρχος εἶπεν αὐτῷ, Λέγεμοι, εἰ σὺ Ῥωμαῖος εἶ; Ὁ δὲ ἔφη, Ναί. 28 Ἀπεκρίθη τε ὁχιλίαρχος, Ἐγὼ πολλοῦ κεφαλαίου τὴν πολιτείαν ταύτηνἐκτησάμην. Ὁ δὲ Παῦλος ἔφη, Ἐγὼ δὲ καὶ γεγέννημαι.29 Εὐθέως οὖν ἀπέστησαν ἀπ̓ αὐτοῦ οἱ μέλλοντες αὐτὸνἀνετάζειν. Καὶ ὁ χιλίαρχος δὲ ἐφοβήθη, ἐπιγνοὺς ὅτιῬωμαῖός ἐστι, καὶ ὅτι ἦν αὐτὸν δεδεκώς.

30 Τῇ δὲ ἐπαύριον βουλόμενος γνῶναι τὸ ἀσφαλές, τὸ τίκατηγορεῖται παρὰ τῶν Ἰουδαίων, ἔλυσεν αὐτὸν ἀπὸ τῶνδεσμῶν, καὶ ἐκέλευσεν ἐλθεῖν τοὺς ἀρχιερεῖς καὶ ὅλον τὸσυνέδριον αὐτῶν, καὶ καταγαγὼν τὸν Παῦλον ἔστησεν εἰςαὐτούς.

231 Ἀτενίσας δὲ ὁ Παῦλος τῷ συνεδρίῳ εἶπεν, Ἄνδρες

ἀδελφοί, ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαι τῷΘεῷ ἄχρι ταύτης τῆς ἡμέρας. 2 Ὁ δὲ ἀρχιερεὺς Ἀνανίαςἐπέταξε τοῖς παρεστῶσιν αὐτῷ τύπτειν αὐτοῦ τὸ στόμα.3 Τότε ὁ Παῦλος πρὸς αὐτὸν εἶπε, Τύπτειν σε μέλλει ὁΘεός, τοῖχε κεκονιαμένε· καὶ σὺ κάθῃ κρίνων με κατὰτὸν νόμον, καὶ παρανομῶν κελεύεις με τύπτεσθαι; 4 Οἱδὲ παρεστῶτες εἶπον, Τὸν ἀρχιερέα τοῦ Θεοῦ λοιδορεῖς;5 Ἔφη τε ὁ Παῦλος, Οὐκ ᾔδειν, ἀδελφοί, ὅτι ἐστὶνἀρχιερεύς· γέγραπται γάρ, Ἄρχοντα τοῦ λαοῦ σου οὐκἐρεῖς κακῶς. 6 Γνοὺς δὲ ὁ Παῦλος ὅτι τὸ ἓν μέρος* 22:25 προέτεινεν ¦ προέτειναν Bez. Sc.

Page 64: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 23:764ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 23:16ἐστὶ Σαδδουκαίων, τὸ δὲ ἕτερον Φαρισαίων, ἔκραξενἐν τῷ συνεδρίῳ, Ἄνδρες ἀδελφοί, ἐγὼ Φαρισαῖός εἰμι,υἱὸς Φαρισαίου· περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶνἐγὼ κρίνομαι. 7 Τοῦτο δὲ αὐτοῦ λαλήσαντος, ἐγένετοστάσις τῶν Φαρισαίων καὶ τῶν Σαδδουκαίων, καὶ ἐσχίσθητὸ πλῆθος. 8 Σαδδουκαῖοι μὲν γὰρ λέγουσι μὴ εἶναιἀνάστασιν, μηδὲ ἄγγελον, μήτε πνεῦμα· Φαρισαῖοι δὲὁμολογοῦσι τὰ ἀμφότερα. 9 Ἐγένετο δὲ κραυγὴ μεγάλη·καὶ ἀναστάντες οἱ γραμματεῖς τοῦ μέρους τῶν Φαρισαίωνδιεμάχοντο λέγοντες, Οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῷἀνθρώπῳ τούτῳ· εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ ἢ ἄγγελος,μὴ θεομαχῶμεν. 10 Πολλῆς δὲ γενομένης στάσεως,εὐλαβηθεὶς ὁ χιλίαρχος μὴ διασπασθῇ ὁΠαῦλος ὑπ̓ αὐτῶν,ἐκέλευσε τὸ στράτευμα καταβὰν ἁρπάσαι αὐτὸν ἐκ μέσουαὐτῶν, ἄγειν τε εἰς τὴν παρεμβολήν.

11 Τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῷ ὁ Κύριος εἶπε,Θάρσει Παῦλε· ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰςἹερουσαλήμ, οὕτω σε δεῖ καὶ εἰς Ῥώμην μαρτυρῆσαι.

12 Γενομένης δὲ ἡμέρας, ποιήσαντές τινες τῶνἸουδαίων συστροφήν, ἀνεθεμάτισαν ἑαυτούς, λέγοντεςμήτε φαγεῖν μήτε πιεῖν ἕως οὗ ἀποκτείνωσι τὸνΠαῦλον. 13 Ἦσαν δὲ πλείους τεσσαράκοντα οἱ ταύτηντὴν συνωμοσίαν πεποιηκότες· 14 οἵτινες προσελθόντεςτοῖς ἀρχιερεῦσι καὶ τοῖς πρεσβυτέροις εἶπον, Ἀναθέματιἀνεθεματίσαμεν ἑαυτούς, μηδενὸς γεύσασθαι ἕως οὗἀποκτείνωμεν τὸν Παῦλον. 15Νῦν οὖν ὑμεῖς ἐμφανίσατετῷ χιλιάρχῳ σὺν τῷ συνεδρίῳ, ὅπως αὔριον αὐτὸνκαταγάγῃ πρὸς ὑμᾶς, ὡς μέλλοντας διαγινώσκεινἀκριβέστερον τὰ περὶ αὐτοῦ· ἡμεῖς δέ, πρὸ τοῦ ἐγγίσαιαὐτόν, ἕτοιμοί ἐσμεν τοῦ ἀνελεῖν αὐτόν. 16 Ἀκούσας δὲὁ υἱὸς τῆς ἀδελφῆς Παύλου *τὸ ἔνεδρον, παραγενόμενος* 23:16 τὸ ἔνεδρον ¦ τὴν ἐνέδραν Bez. El. Sc.

Page 65: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ23:1765ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ23:29καὶ εἰσελθὼν εἰς τὴν παρεμβολήν, ἀπήγγειλε τῷΠαύλῳ. 17 Προσκαλεσάμενος δὲ ὁ Παῦλος ἕνα τῶνἑκατοντάρχων ἔφη, Τὸν νεανίαν τοῦτον ἀπάγαγε πρὸςτὸν χιλίαρχον· ἔχει γάρ τι ἀπαγγεῖλαι αὐτῷ. 18 Ὁ μὲνοὖν παραλαβὼν αὐτὸν ἤγαγε πρὸς τὸν χιλίαρχον, καίφησιν, Ὁ δέσμιος Παῦλος προσκαλεσάμενός με ἠρώτησετοῦτον τὸν νεανίαν ἀγαγεῖν πρός σε, ἔχοντά τι λαλῆσαίσοι. 19 Ἐπιλαβόμενος δὲ τῆς χειρὸς αὐτοῦ ὁ χιλίαρχος,καὶ ἀναχωρήσας κατ᾿ ἰδίαν ἐπυνθάνετο, Τί ἐστιν ὃ ἔχειςἀπαγγεῖλαί μοι; 20 Εἶπε δὲ ὅτι Οἱ Ἰουδαῖοι συνέθεντο τοῦἐρωτῆσαί σε, ὅπως αὔριον εἰς τὸ συνέδριον καταγάγῃςτὸν Παῦλον, ὡς μέλλοντές τι ἀκριβέστερον πυνθάνεσθαιπερὶ αὐτοῦ. 21 Σὺ οὖν μὴ πεισθῇς αὐτοῖς· ἐνεδρεύουσι γὰραὐτὸν ἐξ αὐτῶν ἄνδρες πλείους τεσσαράκοντα, οἵτινεςἀνεθεμάτισαν ἑαυτοὺς μήτε φαγεῖν μήτε πιεῖν ἕως οὗἀνέλωσιν αὐτόν· καὶ νῦν ἕτοιμοί εἰσι προσδεχόμενοι τὴνἀπὸ σοῦ ἐπαγγελίαν. 22 Ὁ μὲν οὖν χιλίαρχος ἀπέλυσετὸν νεανίαν, παραγγείλας Μηδενὶ ἐκλαλῆσαι ὅτι ταῦταἐνεφάνισας πρός με. 23 Καὶ προσκαλεσάμενος δύο τινὰςτῶν ἑκατοντάρχων εἶπεν, Ἑτοιμάσατε στρατιώταςδιακοσίους ὅπως πορευθῶσιν ἕως Καισαρείας, καὶἱππεῖς ἑβδομήκοντα, καὶ δεξιολάβους διακοσίους, ἀπὸτρίτης ὥρας τῆς νυκτός· 24 κτήνη τε παραστῆσαι, ἵναἐπιβιβάσαντες τὸν Παῦλον διασώσωσι πρὸς Φήλικα τὸνἡγεμόνα· 25 γράψας ἐπιστολὴν περιέχουσαν τὸν τύποντοῦτον·

26 Κλαύδιος Λυσίας τῷ κρατίστῳ ἡγεμόνι Φήλικιχαίρειν. 27 Τὸν ἄνδρα τοῦτον συλληφθέντα ὑπὸ τῶνἸουδαίων, καὶ μέλλοντα ἀναιρεῖσθαι ὑπ̓ αὐτῶν, ἐπιστὰςσὺν τῷστρατεύματι ἐξειλόμηναὐτόν, μαθὼνὅτιῬωμαῖόςἐστι. 28Βουλόμενος δὲ γνῶναι τὴν αἰτίαν δι᾿ἣν ἐνεκάλουναὐτῷ, κατήγαγον αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν· 29 ὃν

Page 66: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 23:3066ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 24:6εὗρον ἐγκαλούμενον περὶ ζητημάτων τοῦ νόμου αὐτῶν,μηδὲν δὲ ἄξιον θανάτου ἢ δεσμῶν ἔγκλημα ἔχοντα.30 Μηνυθείσης δέ μοι ἐπιβουλῆς εἰς τὸν ἄνδρα μέλλεινἔσεσθαι ὑπὸ τῶν Ἰουδαίων, ἐξαυτῆς ἔπεμψα πρός σε,παραγγείλας καὶ τοῖς κατηγόροις λέγειν τὰ πρὸς αὐτὸν ἐπὶσοῦ. Ἔρρωσο.

31 Οἱ μὲν οὖν στρατιῶται, κατὰ τὸ διατεταγμένοναὐτοῖς, ἀναλαβόντες τὸν Παῦλον, ἤγαγον διὰ τῆς νυκτὸςεἰς τὴν Ἀντιπατρίδα. 32 Τῇ δὲ ἐπαύριον ἐάσαντεςτοὺς ἱππεῖς πορεύεσθαι σὺν αὐτῷ, ὑπέστρεψαν εἰς τὴνπαρεμβολήν· 33 οἵτινες εἰσελθόντες εἰς τὴν Καισάρειαν,καὶ ἀναδόντες τὴν ἐπιστολὴν τῷ ἡγεμόνι, παρέστησανκαὶ τὸν Παῦλον αὐτῷ. 34 Ἀναγνοὺς δὲ ὁ ἡγεμών, καὶἐπερωτήσας ἐκποίας ἐπαρχίας ἐστί, καὶ πυθόμενος ὅτι ἀπὸΚιλικίας, 35 Διακούσομαί σου, ἔφη, ὅταν καὶ οἱ κατήγοροίσου παραγένωνται. Ἐκέλευσέ τε αὐτὸν ἐν τῷ πραιτωρίῳτοῦ Ἡρῴδου φυλάσσεσθαι.

241 Μετὰ δὲ πέντε ἡμέρας κατέβη ὁ ἀρχιερεὺς Ἀνανίας

μετὰ τῶν πρεσβυτέρων καὶ ῥήτορος Τερτύλλου τινός,οἵτινες ἐνεφάνισαν τῷ ἡγεμόνι κατὰ τοῦ Παύλου.2 Κληθέντος δὲ αὐτοῦ, ἤρξατο κατηγορεῖν ὁ Τέρτυλλοςλέγων,Πολλῆς εἰρήνης τυγχάνοντες διὰ σοῦ, καὶ

κατορθωμάτων γινομένων τῷ ἔθνει τούτῳ διὰ τῆς σῆςπρονοίας, 3πάντῃ τε καὶ πανταχοῦ ἀποδεχόμεθα, κράτιστεΦῆλιξ, μετὰ πάσης εὐχαριστίας. 4Ἵνα δὲ μὴ ἐπὶ πλεῖόν σεἐγκόπτω, παρακαλῶ ἀκοῦσαί σε ἡμῶν συντόμως τῇ σῇἐπιεικείᾳ. 5 Εὑρόντες γὰρ τὸν ἄνδρα τοῦτον λοιμόν,καὶ κινοῦντα στάσιν πᾶσι τοῖς Ἰουδαίοις τοῖς κατὰτὴν οἰκουμένην, πρωτοστάτην τε τῆς τῶν Ναζωραίωναἱρέσεως· 6 ὃς καὶ τὸ ἱερὸν ἐπείρασε βεβηλῶσαι· ὃν καὶ

Page 67: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 24:767ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 24:20ἐκρατήσαμεν καὶ κατὰ τὸν ἡμέτερον νόμον ἠθελήσαμενκρίνειν. 7 Παρελθὼν δὲ Λυσίας ὁ χιλίαρχος μετὰ πολλῆςβίας ἐκ τῶν χειρῶν ἡμῶν ἀπήγαγε, 8 κελεύσας τοὺςκατηγόρους αὐτοῦ ἔρχεσθαι ἐπὶ σέ· παρ᾿οὗ δυνήσῃ, αὐτὸςἀνακρίνας, περὶ πάντων *τούτων ἐπιγνῶναι ὧν ἡμεῖςκατηγοροῦμεν αὐτοῦ. 9 Συνέθεντο δὲ καὶ οἱ Ἰουδαῖοι,φάσκοντες ταῦτα οὕτως ἔχειν.

10 Ἀπεκρίθη δὲ ὁ Παῦλος, νεύσαντος αὐτῷ τοῦἡγεμόνος λέγειν,Ἐκ πολλῶν ἐτῶν ὄντα σε κριτὴν τῷ ἔθνει τούτῳ

ἐπιστάμενος, εὐθυμότερον τὰ περὶ ἐμαυτοῦ ἀπολογοῦμαι,11 δυναμένου σου γνῶναι ὅτι οὐ πλείους εἰσί μοι ἡμέραιἢ δεκαδύο, ἀφ᾿ἧς ἀνέβην προσκυνήσων ἐν Ἱερουσαλήμ·12 καὶ οὔτε ἐν τῷ ἱερῷ εὗρόν με πρός τινα διαλεγόμενονἢ ἐπισύστασιν ποιοῦντα ὄχλου, οὔτε ἐν ταῖς συναγωγαῖς,οὔτε κατὰ τὴν πόλιν. 13 Οὔτε †παραστῆσαί με δύνανταιπερὶ ὧν νῦν κατηγοροῦσί μου. 14Ὁμολογῶ δὲ τοῦτό σοι,ὅτι κατὰ τὴν ὁδὸν ἣν λέγουσιν αἵρεσιν, οὕτω λατρεύωτῷ πατρῴῳ Θεῷ, πιστεύων πᾶσι τοῖς κατὰ τὸν νόμονκαὶ ‡τοῖς προφήταις γεγραμμένοις· 15 ἐλπίδα ἔχων εἰςτὸν Θεόν, ἣν καὶ αὐτοὶ οὗτοι προσδέχονται, ἀνάστασινμέλλειν ἔσεσθαι νεκρῶν, δικαίων τε καὶ ἀδίκων. 16 Ἐντούτῳ δὲ αὐτὸς ἀσκῶ, ἀπρόσκοπον συνείδησιν ἔχειν πρὸςτὸν Θεὸν καὶ τοὺς ἀνθρώπους διὰ παντός. 17 Δι᾿ ἐτῶνδὲ πλειόνων παρεγενόμην ἐλεημοσύνας ποιήσων εἰς τὸἔθνος μου καὶ προσφοράς· 18 ἐν οἷς εὗρόν με ἡγνισμένονἐν τῷ ἱερῷ, οὐ μετὰ ὄχλου οὐδὲ μετὰ θορύβου, §τινὲςἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι· 19 οὓς *δεῖ ἐπὶ σοῦ παρεῖναικαὶ κατηγορεῖν εἴ τι ἔχοιεν πρός με. 20 Ἢ αὐτοὶ οὗτοι* 24:8 τούτων ¦−Bez. † 24:13 παραστῆσαί με ¦ παραστῆσαι Bez. El. Sc.‡ 24:14 τοῖς ¦ ἐν τοῖς Bez. El. § 24:18 τινὲς ¦ τινὲς δὲ Er. St. * 24:19δεῖ ¦ ἔδει Bez. El. Sc.

Page 68: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 24:2168ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 25:4εἰπάτωσαν, εἴ τι εὗρον ἐν ἐμοὶ ἀδίκημα, στάντος μουἐπὶ τοῦ συνεδρίου, 21 ἢ περὶ μιᾶς ταύτης φωνῆς, ἧςἔκραξα ἑστὼς ἐν αὐτοῖς, ὅτι Περὶ ἀναστάσεως νεκρῶν ἐγὼκρίνομαι σήμερον ὑφ᾿ὑμῶν.

22 Ἀκούσας δὲ ταῦτα †ὁ Φῆλιξ ἀνεβάλετο αὐτούς,ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς ὁδοῦ, εἰπών, ὍτανΛυσίας ὁ χιλίαρχος καταβῇ, διαγνώσομαι τὰ καθ̓ ὑμᾶς·23 διαταξάμενός τε τῷ ἑκατοντάρχῃ τηρεῖσθαι τὸνΠαῦλον, ἔχειν τε ἄνεσιν, καὶ μηδένα κωλύειν τῶν ἰδίωναὐτοῦ ὑπηρετεῖν ἢ προσέρχεσθαι αὐτῷ.

24 Μετὰ δὲ ἡμέρας τινάς, παραγενόμενος ὁ Φῆλιξ σὺνΔρουσίλλῃ τῇ γυναικὶ αὐτοῦ οὔσῃ Ἰουδαίᾳ, μετεπέμψατοτὸν Παῦλον, καὶ ἤκουσεν αὐτοῦ περὶ τῆς εἰς Χριστὸνπίστεως. 25 Διαλεγομένου δὲ αὐτοῦ περὶ δικαιοσύνηςκαὶ ἐγκρατείας καὶ τοῦ κρίματος τοῦ μέλλοντος ἔσεσθαι,ἔμφοβος γενόμενος ὁ Φῆλιξ ἀπεκρίθη, Τὸ νῦν ἔχονπορεύου· καιρὸν δὲ μεταλαβὼν μετακαλέσομαί σε· 26 ἅμαδὲ καὶ ἐλπίζων ὅτι χρήματα δοθήσεται αὐτῷ ὑπὸ τοῦΠαύλου, ὅπως λύσῃ αὐτόν· διὸ καὶ πυκνότερον αὐτὸνμεταπεμπόμενος ὡμίλει αὐτῷ. 27Διετίας δὲ πληρωθείσης,ἔλαβε διάδοχον ὁ Φῆλιξ Πόρκιον Φῆστον· θέλων τεχάριτας καταθέσθαι τοῖς Ἰουδαίοις ὁ Φῆλιξ κατέλιπε τὸνΠαῦλον δεδεμένον.

251 Φῆστος οὖν ἐπιβὰς τῇ ἐπαρχίᾳ, μετὰ τρεῖς ἡμέρας

ἀνέβη εἰς Ἱεροσόλυμα ἀπὸ Καισαρείας. 2 Ἐνεφάνισανδὲ αὐτῷ ὁ ἀρχιερεὺς καὶ οἱ πρῶτοι τῶν Ἰουδαίων κατὰτοῦ Παύλου, καὶ παρεκάλουν αὐτόν, 3 αἰτούμενοι χάρινκατ᾿ αὐτοῦ, ὅπως μεταπέμψηται αὐτὸν εἰς Ἱερουσαλήμ,ἐνέδραν ποιοῦντες ἀνελεῖν αὐτὸν κατὰ τὴν ὁδόν. 4 Ὁ† 24:22 ὁ ¦−Bez.

Page 69: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 25:569ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 25:15μὲν οὖν Φῆστος ἀπεκρίθη, τηρεῖσθαι τὸν Παῦλον ἐνΚαισαρείᾳ, ἑαυτὸν δὲ μέλλειν ἐν τάχει ἐκπορεύεσθαι. 5Οἱοὖν δυνατοὶ ἐν ὑμῖν, φησί, συγκαταβάντες, εἴ τι *ἐστὶν ἐντῷ ἀνδρὶ τούτῳ, κατηγορείτωσαν αὐτοῦ.

6 Διατρίψας δὲ ἐν αὐτοῖς ἡμέρας †πλείους ἢδέκα, καταβὰς εἰς Καισάρειαν, τῇ ἐπαύριον καθίσαςἐπὶ τοῦ βήματος ἐκέλευσε τὸν Παῦλον ἀχθῆναι.7 Παραγενομένου δὲ αὐτοῦ, περιέστησαν οἱ ἀπὸἹεροσολύμων καταβεβηκότες Ἰουδαῖοι, πολλὰ καὶβαρέα αἰτιάματα φέροντες κατὰ τοῦ Παύλου, ἃ οὐκἴσχυον ἀποδεῖξαι, 8 ἀπολογουμένου αὐτοῦ ὅτι Οὔτε εἰςτὸν νόμον τῶν Ἰουδαίων, οὔτε εἰς τὸ ἱερόν, οὔτε εἰςΚαίσαρά τι ἥμαρτον. 9Ὁ Φῆστος δὲ τοῖς Ἰουδαίοις θέλωνχάριν καταθέσθαι, ἀποκριθεὶς τῷ Παύλῳ εἶπε, Θέλεις εἰςἹεροσόλυμα ἀναβάς, ἐκεῖ περὶ τούτων κρίνεσθαι ἐπ̓ ἐμοῦ;10 Εἶπε δὲ ὁ Παῦλος, Ἐπὶ τοῦ βήματος Καίσαρος ἑστώςεἰμι, οὗ με δεῖ κρίνεσθαι· Ἰουδαίους οὐδὲν ἠδίκησα, ὡςκαὶ σὺ κάλλιον ἐπιγινώσκεις. 11 Εἰ μὲν γὰρ ἀδικῶ καὶἄξιον θανάτου πέπραχά τι, οὐ παραιτοῦμαι τὸ ἀποθανεῖν·εἰ δὲ οὐδέν ἐστιν ὧν οὗτοι κατηγοροῦσί μου, οὐδείς μεδύναται αὐτοῖς χαρίσασθαι. Καίσαρα ἐπικαλοῦμαι. 12Τότεὁ Φῆστος συλλαλήσας μετὰ τοῦ συμβουλίου ἀπεκρίθη,Καίσαρα ἐπικέκλησαι; Ἐπὶ Καίσαρα πορεύσῃ.

13 Ἡμερῶν δὲ διαγενομένων τινῶν, Ἀγρίππας ὁβασιλεὺς καὶ Βερνίκη κατήντησαν εἰς Καισάρειαν,ἀσπασόμενοι τὸν Φῆστον. 14 Ὡς δὲ πλείους ἡμέραςδιέτριβον ἐκεῖ, ὁ Φῆστος τῷ βασιλεῖ ἀνέθετο τὰ κατὰτὸν Παῦλον, λέγων, Ἀνήρ τίς ἐστι καταλελειμμένοςὑπὸ Φήλικος δέσμιος, 15 περὶ οὗ, γενομένου μου εἰςἹεροσόλυμα, ἐνεφάνισαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι* 25:5 ἐστὶν ¦ ἐστὶν ἄτοπον Bez. Sc. † 25:6 πλείους ¦ οὐ πλείους Bez.

Page 70: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ25:1670ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ25:26τῶν Ἰουδαίων, αἰτούμενοι κατ᾿αὐτοῦ δίκην. 16 Πρὸς οὓςἀπεκρίθην, ὅτι οὐκ ἔστιν ἔθος Ῥωμαίοις χαρίζεσθαί τιναἄνθρωπον εἰς ἀπώλειαν, πρὶν ἢ ὁ κατηγορούμενος κατὰπρόσωπον ἔχοι τοὺς κατηγόρους, τόπον τε ἀπολογίαςλάβοι περὶ τοῦ ἐγκλήματος. 17 Συνελθόντων οὖναὐτῶν ἐνθάδε, ἀναβολὴν μηδεμίαν ποιησάμενος, τῇἑξῆς καθίσας ἐπὶ τοῦ βήματος, ἐκέλευσα ἀχθῆναι τὸνἄνδρα· 18 περὶ οὗ σταθέντες οἱ κατήγοροι οὐδεμίαν αἰτίανἐπέφερον ὧν ὑπενόουν ἐγώ, 19 ζητήματα δέ τινα περὶτῆς ἰδίας δεισιδαιμονίας εἶχον πρὸς αὐτόν, καὶ περίτινος Ἰησοῦ τεθνηκότος, ὃν ἔφασκεν ὁ Παῦλος ζῇν.20 Ἀπορούμενος δὲ ἐγὼ εἰς τὴν περὶ τούτου ζήτησιν,ἔλεγον, εἰ βούλοιτο πορεύεσθαι εἰς Ἱερουσαλήμ, κἀκεῖκρίνεσθαι περὶ τούτων. 21Τοῦ δὲ Παύλου ἐπικαλεσαμένουτηρηθῆναι αὐτὸν εἰς τὴν τοῦ Σεβαστοῦ διάγνωσιν,ἐκέλευσα τηρεῖσθαι αὐτόν, ἕως οὗ πέμψω αὐτὸνπρὸς Καίσαρα. 22 Ἀγρίππας δὲ πρὸς τὸν Φῆστον ἔφη,Ἐβουλόμην καὶ αὐτὸς τοῦ ἀνθρώπου ἀκοῦσαι. Ὁ δέ,Αὔριον, φησίν, ἀκούσῃ αὐτοῦ.

23 Τῇ οὖν ἐπαύριον, ἐλθόντος τοῦ Ἀγρίππα καὶ τῆςΒερνίκης μετὰ πολλῆς φαντασίας, καὶ εἰσελθόντων εἰς τὸἀκροατήριον, σύν τε τοῖς χιλιάρχοις καὶ ἀνδράσι τοῖς κατ᾿ἐξοχὴν οὖσι τῆς πόλεως, καὶ κελεύσαντος τοῦ Φήστου,ἤχθη ὁ Παῦλος. 24 Καί φησιν ὁ Φῆστος, Ἀγρίππα βασιλεῦ,καὶ πάντες οἱ συμπαρόντες ἡμῖν ἄνδρες, θεωρεῖτε τοῦτονπερὶ οὗ πᾶν τὸ πλῆθος τῶν Ἰουδαίων ἐνέτυχόν μοι ἔν τεἹεροσολύμοις καὶ ἐνθάδε, ἐπιβοῶντες μὴ δεῖν ζῇν αὐτὸνμηκέτι. 25 Ἐγὼ δὲ καταλαβόμενος μηδὲν ἄξιον θανάτουαὐτὸν πεπραχέναι, καὶ αὐτοῦ δὲ τούτου ἐπικαλεσαμένουτὸν Σεβαστόν, ἔκρινα πέμπειν αὐτόν. 26 Περὶ οὗ ἀσφαλέςτι γράψαι τῷ κυρίῳ οὐκ ἔχω. Διὸ προήγαγον αὐτὸν ἐφ᾿ὑμῶν, καὶ μάλιστα ἐπὶ σοῦ, βασιλεῦ Ἀγρίππα, ὅπως τῆς

Page 71: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ25:2771ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ26:11ἀνακρίσεως γενομένης σχῶ τι γράψαι. 27 Ἄλογον γάρμοι δοκεῖ, πέμποντα δέσμιον, μὴ καὶ τὰς κατ᾿αὐτοῦ αἰτίαςσημᾶναι.

261 Ἀγρίππας δὲ πρὸς τὸν Παῦλον ἔφη, Ἐπιτρέπεταί σοι

ὑπὲρ σεαυτοῦ λέγειν. Τότε ὁ Παῦλος ἀπελογεῖτο, ἐκτείναςτὴν χεῖρα,

2 Περὶ πάντων ὧν ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων,βασιλεῦ Ἀγρίππα, ἥγημαι ἐμαυτὸν μακάριον μέλλωνἀπολογεῖσθαι ἐπὶ σοῦ σήμερον· 3 μάλιστα γνώστην ὄντα*σὲ πάντων τῶν κατὰ Ἰουδαίους ἐθῶν τε καὶ ζητημάτων·διὸ δέομαί σου, μακροθύμως ἀκοῦσαί μου. 4 Τὴν μὲν οὖνβίωσίν μου τὴν ἐκ νεότητος, τὴν ἀπ̓ ἀρχῆς γενομένην ἐντῷ ἔθνει μου ἐν Ἱεροσολύμοις, ἴσασι πάντες οἱ Ἰουδαῖοι,5 προγινώσκοντές με ἄνωθεν, ἐὰν θέλωσι μαρτυρεῖν, ὅτικατὰ τὴν ἀκριβεστάτην αἵρεσιν τῆς ἡμετέρας θρησκείαςἔζησα Φαρισαῖος. 6 Καὶ νῦν ἐπ̓ ἐλπίδι τῆς πρὸς τοὺςπατέρας ἐπαγγελίας γενομένης ὑπὸ τοῦ Θεοῦ ἕστηκακρινόμενος, 7 εἰς ἣν τὸ δωδεκάφυλον ἡμῶν ἐν ἐκτενείᾳνύκτα καὶ ἡμέραν λατρεῦον ἐλπίζει καταντῆσαι· περὶἧς ἐλπίδος ἐγκαλοῦμαι, βασιλεῦ Ἀγρίππα, ὑπὸ τῶνἸουδαίων. 8 †Τί ἄπιστον κρίνεται παρ᾿ ὑμῖν, εἰ ὁ Θεὸςνεκροὺς ἐγείρει; 9 Ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ πρὸς τὸὄνομα Ἰησοῦ τοῦ Ναζωραίου δεῖν πολλὰ ἐναντία πρᾶξαι·10ὃ καὶ ἐποίησα ἐν Ἱεροσολύμοις, καὶ πολλοὺς τῶν ἁγίωνἐγὼ φυλακαῖς κατέκλεισα, τὴν παρὰ τῶν ἀρχιερέωνἐξουσίαν λαβών, ἀναιρουμένων τε αὐτῶν κατήνεγκαψῆφον. 11 Καὶ κατὰ πάσας τὰς συναγωγὰς πολλάκιςτιμωρῶν αὐτούς, ἠνάγκαζον βλασφημεῖν· περισσῶς τεἐμμαινόμενος αὐτοῖς, ἐδίωκον ἕως καὶ εἰς τὰς ἔξω πόλεις.* 26:3 σὲ ¦ σὲ εἰδὼς Bez. Sc. † 26:8 Τί ἄπιστον ¦ Τί; Ἄπιστον Bez. El.

Page 72: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ26:1272ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ26:2412Ἐν οἷς καὶ πορευόμενος εἰς τὴν Δαμασκὸν μετ᾿ἐξουσίαςκαὶ ἐπιτροπῆς τῆς παρὰ τῶν ἀρχιερέων, 13 ἡμέρας μέσης,κατὰ τὴν ὁδὸν εἶδον, βασιλεῦ, οὐρανόθεν ὑπὲρ τὴνλαμπρότητα τοῦ ἡλίου, περιλάμψαν με φῶς καὶ τοὺςσὺν ἐμοὶ πορευομένους. 14 Πάντων δὲ καταπεσόντωνἡμῶν εἰς τὴν γῆν, ἤκουσα φωνὴν λαλοῦσαν πρός μεκαὶ λέγουσαν τῇ Ἑβραΐδι διαλέκτῳ, Σαούλ, Σαούλ, τίμε διώκεις; Σκληρόν σοι πρὸς κέντρα λακτίζειν. 15 Ἐγὼδὲ εἶπον, Τίς εἶ, Κύριε; Ὁ δὲ εἶπεν, Ἐγώ εἰμι Ἰησοῦςὃν σὺ διώκεις. 16 Ἀλλὰ ἀνάστηθι, καὶ στῆθι ἐπὶ τοὺςπόδας σου· εἰς τοῦτο γὰρ ὤφθην σοι, προχειρίσασθαί σεὑπηρέτην καὶ μάρτυρα ὧν τε εἶδες ὧν τε ὀφθήσομαίσοι, 17 ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ τῶν ἐθνῶν, εἰςοὓς νῦν σε ἀποστέλλω, 18 ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν,‡τοῦ ἐπιστρέψαι ἀπὸ σκότους εἰς φῶς καὶ τῆς ἐξουσίαςτοῦ Σατανᾶ ἐπὶ τὸν Θεόν, τοῦ λαβεῖν αὐτοὺς ἄφεσινἁμαρτιῶν, καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις πίστει τῇ εἰςἐμέ. 19Ὅθεν, βασιλεῦ Ἀγρίππα, οὐκ ἐγενόμην ἀπειθὴς τῇοὐρανίῳ ὀπτασίᾳ, 20 ἀλλὰ τοῖς ἐν Δαμασκῷ πρῶτον καὶἹεροσολύμοις, εἰς πᾶσάν τε τὴν χώραν τῆς Ἰουδαίας, καὶτοῖς ἔθνεσιν, §ἀπαγγέλλων μετανοεῖν, καὶ ἐπιστρέφεινἐπὶ τὸν Θεόν, ἄξια τῆς μετανοίας ἔργα πράσσοντας.21 Ἕνεκα τούτων με οἱ Ἰουδαῖοί συλλαβόμενοι ἐν τῷἱερῷ ἐπειρῶντο διαχειρίσασθαι. 22Ἐπικουρίας οὖν τυχὼντῆς παρὰ τοῦ Θεοῦ, ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκαμαρτυρούμενος μικρῷ τε καὶ μεγάλῳ, οὐδὲν ἐκτὸς λέγωνὧν τε οἱ προφῆται ἐλάλησαν μελλόντων γίνεσθαι καὶΜωσῆς, 23 εἰ παθητὸς ὁ Χριστός, εἰ πρῶτος ἐξ ἀναστάσεωςνεκρῶνφῶς μέλλει καταγγέλλειν τῷ λαῷ καὶ τοῖς ἔθνεσι.

24 Ταῦτα δὲ αὐτοῦ ἀπολογουμένου, ὁ Φῆστος μεγάλῃ‡ 26:18 τοῦ ἐπιστρέψαι ¦ καὶ ἐπιστρέψαι Bez. Sc. ¦ τοῦ ὑποστρέψαι Er.§ 26:20 ἀπαγγέλλων ¦ ἀπήγγελλον El. Sc.

Page 73: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 26:2573ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 27:4τῇ φωνῇ ἔφη, Μαίνῃ, Παῦλε· τὰ πολλά σε γράμματαεἰς μανίαν περιτρέπει. 25 Ὁ δέ, Οὐ μαίνομαι, φησί,κράτιστε Φῆστε, ἀλλ̓ ἀληθείας καὶ σωφροσύνης ῥήματαἀποφθέγγομαι. 26Ἐπίσταται γὰρ περὶ τούτων ὁ βασιλεύς,πρὸς ὃν καὶ παρρησιαζόμενος λαλῶ· λανθάνειν γὰρ αὐτόντι τούτων οὐ πείθομαι οὐδέν· οὐ γὰρ ἐστιν ἐν γωνίᾳπεπραγμένον τοῦτο. 27 Πιστεύεις, βασιλεῦ Ἀγρίππα, τοῖςπροφήταις; Οἶδα ὅτι πιστεύεις. 28Ὁ δὲ Ἀγρίππας πρὸς τὸνΠαῦλον ἔφη, Ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν γενέσθαι.29 Ὁ δὲ Παῦλος εἶπεν, Εὐξαίμην ἂν τῷ Θεῷ, καὶ ἐνὀλίγῳ καὶ ἐν πολλῷ οὐ μόνον σε, ἀλλὰ καὶ πάντας τοὺςἀκούοντάς μου σήμερον, γενέσθαι τοιούτους ὁποῖος κἀγώεἰμι, παρεκτὸς τῶν δεσμῶν τούτων.

30 Καὶ ταῦτα εἰπόντος αὐτοῦ, ἀνέστη ὁ βασιλεὺς καὶὁ ἡγεμών, ἥ τε Βερνίκη, καὶ οἱ συγκαθήμενοι αὐτοῖς·31 καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς ἀλλήλους, λέγοντεςὅτι Οὐδὲν θανάτου ἄξιον ἢ δεσμῶν πράσσει ὁ ἄνθρωποςοὗτος. 32 Ἀγρίππας δὲ τῷ Φήστῳ ἔφη, Ἀπολελύσθαιἐδύνατο ὁ ἄνθρωπος οὗτος, εἰ μὴ ἐπεκέκλητο Καίσαρα.

271 Ὡς δὲ ἐκρίθη τοῦ ἀποπλεῖν ἡμᾶς εἰς τὴν Ἰταλίαν,

παρεδίδουν τόν τε Παῦλον καί τινας ἑτέρους δεσμώταςἑκατοντάρχῃ, ὀνόματι Ἰουλίῳ, σπείρης Σεβαστῆς.2 Ἐπιβάντες δὲ πλοίῳ Ἀδραμυττηνῷ, μέλλοντες πλεῖντοὺς κατὰ τὴν Ἀσίαν τόπους, ἀνήχθημεν, ὄντος σὺν ἡμῖνἈριστάρχου Μακεδόνος Θεσσαλονικέως. 3 Τῇ τε ἑτέρᾳκατήχθημεν εἰς Σιδῶνα· φιλανθρώπως τε ὁ Ἰούλιος τῷΠαύλῳ χρησάμενος ἐπέτρεψε πρὸς *φίλους πορευθένταἐπιμελείας τυχεῖν. 4 Κἀκεῖθεν ἀναχθέντες ὑπεπλεύσαμεντὴν Κύπρον, διὰ τὸ τοὺς ἀνέμους εἶναι ἐναντίους.* 27:3 φίλους ¦ τοὺς φίλους Er. Sc.

Page 74: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 27:574ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 27:175 Τό τε πέλαγος τὸ κατὰ τὴν Κιλικίαν καὶ Παμφυλίανδιαπλεύσαντες, κατήλθομεν εἰς Μύρα τῆς Λυκίας. 6Κἀκεῖεὑρὼν ὁ ἑκατόνταρχος πλοῖον Ἀλεξανδρῖνον πλέον εἰςτὴν Ἰταλίαν, ἐνεβίβασεν ἡμᾶς εἰς αὐτό. 7 Ἐν ἱκαναῖς δὲἡμέραις βραδυπλοοῦντες, καὶ μόλις γενόμενοι κατὰ τὴνΚνίδον, μὴ προσεῶντος ἡμᾶς τοῦ ἀνέμου, ὑπεπλεύσαμεντὴν Κρήτην κατὰ Σαλμώνην· 8 μόλις τε παραλεγόμενοιαὐτὴν ἤλθομεν εἰς τόπον τινὰ καλούμενον ΚαλοὺςΛιμένας, ᾧ ἐγγὺς ἦν πόλις Λασαία.

9 Ἱκανοῦ δὲ χρόνου διαγενομένου, καὶ ὄντος ἤδηἐπισφαλοῦς τοῦ πλοός, διὰ τὸ καὶ τὴν νηστείαν ἤδηπαρεληλυθέναι, παρῄνει ὁ Παῦλος 10 λέγων αὐτοῖς,Ἄνδρες, θεωρῶ ὅτι μετὰ ὕβρεως καὶ πολλῆς ζημίας,οὐ μόνον τοῦ φόρτου καὶ τοῦ πλοίου ἀλλὰ καὶ τῶνψυχῶν ἡμῶν, μέλλειν ἔσεσθαι τὸν πλοῦν. 11 Ὁ δὲἑκατόνταρχος τῷ κυβερνήτῃ καὶ τῷ ναυκλήρῳ ἐπείθετομᾶλλον ἢ τοῖς ὑπὸ τοῦ Παύλου λεγομένοις. 12Ἀνευθέτουδὲ τοῦ λιμένος ὑπάρχοντος πρὸς παραχειμασίαν, οἱπλείους ἔθεντο βουλὴν ἀναχθῆναι κἀκεῖθεν, εἴ πωςδύναιντο καταντήσαντες εἰς Φοίνικα παραχειμάσαι,λιμένα τῆς Κρήτης βλέποντα κατὰ λίβα καὶ †κατὰ χῶρον.13 Ὑποπνεύσαντος δὲ νότου, δόξαντες τῆς προθέσεωςκεκρατηκέναι, ἄραντες ‡ἄσσον παρελέγοντο τὴν Κρήτην.14 Μετ᾿ οὐ πολὺ δὲ ἔβαλε κατ᾿ αὐτῆς ἄνεμος τυφωνικός,ὁ καλούμενος Εὐροκλύδων· 15 συναρπασθέντος δὲ τοῦπλοίου, καὶ μὴ δυναμένου ἀντοφθαλμεῖν τῷ ἀνέμῳ,ἐπιδόντες ἐφερόμεθα. 16 Νησίον δέ τι ὑποδραμόντεςκαλούμενον Κλαύδην μόλις ἰσχύσαμεν περικρατεῖςγενέσθαι τῆς σκάφης· 17 ἣν ἄραντες, βοηθείαις ἐχρῶντο,ὑποζωννύντες τὸ πλοῖον· φοβούμενοί τε μὴ εἰς τὴνΣύρτιν ἐκπέσωσι, χαλάσαντες τὸ σκεῦος, οὕτως ἐφέροντο.† 27:12 κατὰ ¦−Bez. ‡ 27:13 ἄσσον ¦ ἆσσον Er. Sc. ¦ Ἄσσον St.

Page 75: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ27:1875ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ27:3318 Σφοδρῶς δὲ χειμαζομένων ἡμῶν, τῇ ἑξῆς ἐκβολὴνἐποιοῦντο· 19 καὶ τῇ τρίτῃ αὐτόχειρες τὴν σκευὴν τοῦπλοίου ἐρρίψαμεν. 20 Μήτε δὲ ἡλίου μήτε ἄστρωνἐπιφαινόντων ἐπὶ πλείονας ἡμέρας, χειμῶνός τε οὐκὀλίγου ἐπικειμένου, λοιπὸν περιῃρεῖτο πᾶσα ἐλπὶς τοῦσώζεσθαι ἡμᾶς. 21 Πολλῆς δὲ ἀσιτίας ὑπαρχούσης, τότεσταθεὶς ὁ Παῦλος ἐν μέσῳ αὐτῶν εἶπεν, Ἔδει μέν, ὦἄνδρες, πειθαρχήσαντάς μοι μὴ ἀνάγεσθαι ἀπὸ τῆςΚρήτης, κερδῆσαί τε τὴν ὕβριν ταύτην καὶ τὴν ζημίαν.22Καὶ τὰ νῦν παραινῶ ὑμᾶς εὐθυμεῖν· ἀποβολὴ γὰρ ψυχῆςοὐδεμία ἔσται ἐξ ὑμῶν, πλὴν τοῦ πλοίου. 23 Παρέστηγάρ μοι τῇ νυκτὶ ταύτῃ ἄγγελος τοῦ Θεοῦ, οὗ εἰμι, ᾧκαὶ λατρεύω, 24 λέγων, Μὴ φοβοῦ, Παῦλε· Καίσαρί σε δεῖπαραστῆναι· καὶ ἰδού, κεχάρισταί σοι ὁ Θεὸς πάντας τοὺςπλέοντας μετὰ σοῦ. 25 Διὸ εὐθυμεῖτε ἄνδρες· πιστεύω γὰρτῷ Θεῷ ὅτι οὕτως ἔσται καθ̓ ὃν τρόπον λελάληταί μοι.26 Εἰς νῆσον δέ τινα δεῖ ἡμᾶς ἐκπεσεῖν.

27 Ὡς δὲ τεσσαρεσκαιδεκάτη νὺξ ἐγένετο,διαφερομένων ἡμῶν ἐν τῷ Ἀδρίᾳ, κατὰ μέσον τῆς νυκτὸςὑπενόουν οἱ ναῦται προσάγειν τινὰ αὐτοῖς χώραν· 28 καὶβολίσαντες εὗρον ὀργυιὰς εἴκοσι· βραχὺ δὲ διαστήσαντες,καὶ πάλιν βολίσαντες, εὗρον ὀργυιὰς δεκαπέντε·29 φοβούμενοί τε μήπως εἰς τραχεῖς τόπους §ἐκπέσωσιν,ἐκ πρύμνης ῥίψαντες ἀγκύρας τέσσαρας, ηὔχοντο ἡμέρανγενέσθαι. 30 Τῶν δὲ ναυτῶν ζητούντων φυγεῖν ἐκ τοῦπλοίου, καὶ χαλασάντων τὴν σκάφην εἰς τὴν θάλασσαν,προφάσει ὡς ἐκ πρῴρας μελλόντων ἀγκύρας ἐκτείνειν,31 εἶπεν ὁ Παῦλος τῷ ἑκατοντάρχῃ καὶ τοῖς στρατιώταις,Ἐὰν μὴ οὗτοι μείνωσιν ἐν τῷ πλοίῳ, ὑμεῖς σωθῆναι οὐδύνασθε. 32 Τότε οἱ στρατιῶται ἀπέκοψαν τὰ σχοινία τῆςσκάφης, καὶ εἴασαν αὐτὴν ἐκπεσεῖν. 33Ἄχρι δὲ οὗ ἔμελλεν§ 27:29 ἐκπέσωσιν ¦ ἐκπέσωμεν Sc.

Page 76: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 27:3476ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 28:2ἡμέρα γίνεσθαι, παρεκάλει ὁ Παῦλος ἅπαντας μεταλαβεῖντροφῆς, λέγων, Τεσσαρεσκαιδεκάτην σήμερον ἡμέρανπροσδοκῶντες ἄσιτοι διατελεῖτε, μηδὲν προσλαβόμενοι.34Διὸ παρακαλῶ ὑμᾶς προσλαβεῖν τροφῆς· τοῦτο γὰρ πρὸςτῆς ὑμετέρας σωτηρίας ὑπάρχει· οὐδενὸς γὰρ ὑμῶν θρὶξἐκ τῆς κεφαλῆς πεσεῖται. 35 Εἰπὼν δὲ ταῦτα, καὶ λαβὼνἄρτον, εὐχαρίστησε τῷ Θεῷ ἐνώπιον πάντων· καὶ κλάσαςἤρξατο ἐσθίειν. 36 Εὔθυμοι δὲ γενόμενοι πάντες καὶ αὐτοὶπροσελάβοντο τροφῆς. 37Ἦμεν δὲ ἐν τῷ πλοίῳ αἱ πᾶσαιψυχαί, διακόσιαι ἑβδομήκοντα ἕξ. 38 Κορεσθέντες δὲτροφῆς ἐκούφιζον τὸ πλοῖον, ἐκβαλλόμενοι τὸν σῖτονεἰς τὴν θάλασσαν. 39 Ὅτε δὲ ἡμέρα ἐγένετο, τὴν γῆνοὐκ ἐπεγίνωσκον· κόλπον δέ τινα κατενόουν ἔχοντααἰγιαλόν, εἰς ὃν ἐβουλεύσαντο, εἰ δύναιντο, ἐξῶσαι τὸπλοῖον. 40 Καὶ τὰς ἀγκύρας περιελόντες εἴων εἰς τὴνθάλασσαν, ἅμα ἀνέντες τὰς ζευκτηρίας τῶν πηδαλίων·καὶ ἐπάραντες τὸν ἀρτέμονα τῇ πνεούσῃ κατεῖχον εἰςτὸν αἰγιαλόν. 41 Περιπεσόντες δὲ εἰς τόπον διθάλασσονἐπώκειλαν τὴν ναῦν· καὶ ἡ μὲν πρῷρα ἐρείσασα ἔμεινενἀσάλευτος, ἡ δὲ πρύμνα ἐλύετο ὑπὸ τῆς βίας τῶνκυμάτων. 42 Τῶν δὲ στρατιωτῶν βουλὴ ἐγένετο ἵνα τοὺςδεσμώτας ἀποκτείνωσι, μή τις ἐκκολυμβήσας διαφύγοι.43Ὁ δὲ ἑκατόνταρχος, βουλόμενος διασῶσαι τὸν Παῦλον,ἐκώλυσεν αὐτοὺς τοῦ βουλήματος, ἐκέλευσέ τε τοὺςδυναμένους κολυμβᾷν ἀπορρίψαντας πρώτους ἐπὶ τὴνγῆν ἐξιέναι· 44 καὶ τοὺς λοιπούς, οὓς μὲν ἐπὶ σανίσιν, οὓςδὲ ἐπί τινων τῶν ἀπὸ τοῦ πλοίου. Καὶ οὕτως ἐγένετοπάντας διασωθῆναι ἐπὶ τὴν γῆν.

281 Καὶ διασωθέντες, τότε ἐπέγνωσαν ὅτι Μελίτη ἡ

νῆσος καλεῖται. 2 Οἱ δὲ βάρβαροι παρεῖχον οὐ τὴντυχοῦσαν φιλανθρωπίαν ἡμῖν· ἀνάψαντες γὰρ πυράν,

Page 77: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 28:377ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 28:15προσελάβοντο πάντας ἡμᾶς, διὰ τὸν ὑετὸν τὸν ἐφεστῶτα,καὶ διὰ τὸ ψύχος. 3 Συστρέψαντος δὲ τοῦ Παύλουφρυγάνων πλῆθος, καὶ ἐπιθέντος ἐπὶ τὴν πυράν, ἔχιδναἐκ τῆς θέρμης ἐξελθοῦσα καθῆψε τῆς χειρὸς αὐτοῦ. 4Ὡςδὲ εἶδον οἱ βάρβαροι κρεμάμενον τὸ θηρίον ἐκ τῆς χειρὸςαὐτοῦ, ἔλεγον πρὸς ἀλλήλους, Πάντως φονεύς ἐστιν ὁἄνθρωπος οὗτος, ὃν διασωθέντα ἐκ τῆς θαλάσσης ἡ Δίκηζῇν οὐκ εἴασεν. 5 Ὁ μὲν οὖν, ἀποτινάξας τὸ θηρίον εἰςτὸ πῦρ, ἔπαθεν οὐδὲν κακόν. 6 Οἱ δὲ προσεδόκων αὐτὸνμέλλειν πίμπρασθαι ἢ καταπίπτειν ἄφνωνεκρόν· ἐπὶ πολὺδὲ αὐτῶν προσδοκώντων, καὶ θεωρούντων μηδὲν ἄτοπονεἰς αὐτὸν γινόμενον, μεταβαλλόμενοι ἔλεγον θεὸν αὐτὸνεἶναι.

7 Ἐν δὲ τοῖς περὶ τὸν τόπον ἐκεῖνον ὑπῆρχε χωρίατῷ πρώτῳ τῆς νήσου, ὀνόματι Ποπλίῳ, ὃς ἀναδεξάμενοςἡμᾶς τρεῖς ἡμέρας φιλοφρόνως ἐξένισεν. 8 Ἐγένετοδὲ τὸν πατέρα τοῦ Ποπλίου πυρετοῖς καὶ δυσεντερίᾳσυνεχόμενον κατακεῖσθαι· πρὸς ὃν ὁ Παῦλος εἰσελθών,καὶ προσευξάμενος, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἰάσατοαὐτόν. 9 Τούτου οὖν γενομένου, καὶ οἱ λοιποὶ οἱ ἔχοντεςἀσθενείας ἐν τῇ νήσῳ προσήρχοντο καὶ ἐθεραπεύοντο·10 οἳ καὶ πολλαῖς τιμαῖς ἐτίμησαν ἡμᾶς, καὶ ἀναγομένοιςἐπέθεντο τὰ πρὸς τὴν χρείαν.

11 Μετὰ δὲ τρεῖς μῆνας ἀνήχθημεν ἐν πλοίῳπαρακεχειμακότι ἐν τῇ νήσῳ, Ἀλεξανδρίνῳ, παρασήμῳΔιοσκούροις. 12 Καὶ καταχθέντες εἰς Συρακούσαςἐπεμείναμεν ἡμέρας τρεῖς· 13 ὅθεν περιελθόντεςκατηντήσαμεν εἰς Ῥήγιον, καὶ μετὰ μίαν ἡμέρανἐπιγενομένου νότου, δευτεραῖοι ἤλθομεν εἰς Ποτιόλους·14 οὗ εὑρόντες ἀδελφούς, παρεκλήθημεν ἐπ̓ αὐτοῖςἐπιμεῖναι ἡμέρας ἑπτά· καὶ οὕτως εἰς τὴνῬώμην ἤλθομεν.15Κἀκεῖθεν οἱ ἀδελφοὶ ἀκούσαντες τὰ περὶ ἡμῶν, ἐξῆλθον

Page 78: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ28:1678ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ28:25εἰς ἀπάντησιν ἡμῖν ἄχρις Ἀππίου Φόρου καὶ ΤριῶνΤαβερνῶν· οὓς ἰδὼν ὁ Παῦλος, εὐχαριστήσας τῷ Θεῷ,ἔλαβε θάρσος.

16 Ὅτε δὲ ἤλθομεν εἰς Ῥώμην, ὁ ἑκατόνταρχοςπαρέδωκε τοὺς δεσμίους τῷ στρατοπεδάρχῃ· τῷ δὲ Παύλῳἐπετράπη μένειν καθ̓ ἑαυτόν, σὺν τῷ φυλάσσοντι αὐτὸνστρατιώτῃ.

17 Ἐγένετο δὲ μετὰ ἡμέρας τρεῖς συγκαλέσασθαι τὸνΠαῦλον τοὺς ὄντας τῶν Ἰουδαίων πρώτους· συνελθόντωνδὲ αὐτῶν, ἔλεγε πρὸς αὐτούς, Ἄνδρες ἀδελφοί, ἐγὼ οὐδὲνἐναντίον ποιήσας τῷ λαῷ ἢ τοῖς ἔθεσι τοῖς πατρῴοις,δέσμιος ἐξ Ἱεροσολύμων παρεδόθην εἰς τὰς χεῖραςτῶν Ῥωμαίων· 18 οἵτινες ἀνακρίναντές με ἐβούλοντοἀπολῦσαι, διὰ τὸ μηδεμίαν αἰτίαν θανάτου ὑπάρχειν ἐνἐμοί. 19 Ἀντιλεγόντων δὲ τῶν Ἰουδαίων, ἠναγκάσθηνἐπικαλέσασθαι Καίσαρα, οὐχ ὡς τοῦ ἔθνους μου ἔχων τικατηγορῆσαι. 20 Διὰ ταύτην οὖν τὴν αἰτίαν παρεκάλεσαὑμᾶς ἰδεῖν καὶ προσλαλῆσαι· ἕνεκεν γὰρ τῆς ἐλπίδος τοῦἸσραὴλ τὴν ἅλυσιν ταύτην περίκειμαι. 21 Οἱ δὲ πρὸςαὐτὸν εἶπον, Ἡμεῖς οὔτε γράμματα περὶ σοῦ ἐδεξάμεθαἀπὸ τῆς Ἰουδαίας, οὔτε παραγενόμενός τις τῶν ἀδελφῶνἀπήγγειλεν ἢ ἐλάλησέ τι περὶ σοῦ πονηρόν. 22 Ἀξιοῦμενδὲ παρὰ σοῦ ἀκοῦσαι ἃ φρονεῖς· περὶ μὲν γὰρ τῆς αἱρέσεωςταύτης γνωστόν ἐστιν ἡμῖν ὅτι πανταχοῦ ἀντιλέγεται.

23 Ταξάμενοι δὲ αὐτῷ ἡμέραν, ἧκον πρὸς αὐτὸν εἰςτὴν ξενίαν πλείονες· οἷς ἐξετίθετο διαμαρτυρόμενος τὴνβασιλείαν τοῦ Θεοῦ, πείθων τε αὐτοὺς τὰ περὶ τοῦ Ἰησοῦ,ἀπό τε τοῦ νόμου Μωσέως καὶ τῶν προφητῶν, ἀπὸ πρωῒἕως ἑσπέρας. 24 Καὶ οἱ μὲν ἐπείθοντο τοῖς λεγομένοις,οἱ δὲ ἠπίστουν. 25 Ἀσύμφωνοι δὲ ὄντες πρὸς ἀλλήλουςἀπελύοντο, εἰπόντος τοῦ Παύλου ῥῆμα ἕν, ὅτι Καλῶςτὸ πνεῦμα τὸ ἅγιον ἐλάλησε διὰ Ἠσαΐου τοῦ προφήτου

Page 79: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ28:2679ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ28:31πρὸς τοὺς πατέρας ἡμῶν, 26 λέγον, Πορεύθητι πρὸς τὸνλαὸν τοῦτον καὶ εἰπέ, Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε·καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε. 27 Ἐπαχύνθηγὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶ βαρέωςἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν· μήποτεἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσι, καὶ τῇκαρδίᾳ συνῶσι, καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς.28 Γνωστὸν οὖν ἔστω ὑμῖν ὅτι τοῖς ἔθνεσιν ἀπεστάλη τὸσωτήριον τοῦ Θεοῦ, αὐτοὶ καὶ ἀκούσονται. 29 Καὶ ταῦτααὐτοῦ εἰπόντος, ἀπῆλθον οἱ Ἰουδαῖοι, πολλὴν ἔχοντες ἐνἑαυτοῖς συζήτησιν.

30Ἔμεινεν δὲ ὁΠαῦλος διετίαν ὅλην ἐν ἰδίῳμισθώματι,καὶ ἀπεδέχετο πάντας τοὺς εἰσπορευομένους πρὸς αὐτόν,31 κηρύσσων τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ διδάσκων τὰπερὶ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, μετὰ πάσης παρρησίας,ἀκωλύτως.

Page 80: ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ · 2020-05-22 · ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:1 1 ΠΡΑΞΕΙΣΑΠΟΣΤΟΛΩΝ1:11 ΠΡΑΞΕΙΣ ΤΩΝΑΠΟΣΤΟΛΩΝ 1 ...

80Η Καινή Διαθήκη

The Greek Textus Receptus New Testament with manuscriptannotations by Adam Boyd

Public DomainLanguage: Ελληνικά (Greek, Ancient)

Manuscript comparison footnotes dedicated to the Public Domain by Adam Boyd. TheGreek Textus Receptus New Testament is firmly in the Public Domain due to its age.2020-03-26PDF generated using Haiola and XeLaTeX on 28 Jul 2020 from source files dated 17 Jul202014938461-2b7e-53fc-be03-d6f4d53f0f00