ΕΞΩΦΥΛΛΟΝ ΣΤΙΣ ΚΑΡΥΕΣ ΤΗΣ ΝΗΣΟΥ ΧΙΟΥ · 2019. 8. 9. ·...

31

Transcript of ΕΞΩΦΥΛΛΟΝ ΣΤΙΣ ΚΑΡΥΕΣ ΤΗΣ ΝΗΣΟΥ ΧΙΟΥ · 2019. 8. 9. ·...

  •                                  ΕΞΩΦΥΛΛΟΝ:  

    Η ΕΦΕΣΤΙΟΣ ΕΙΚΩΝ ΤΟΥ ΝΑΟΥ ΤΗΣ ΠΑΝΑΓΙΑΣ ΑΡΒΑΝΙΤΙΣΣΗΣ, ΣΤΙΣ ΚΑΡΥΕΣ ΤΗΣ ΝΗΣΟΥ ΧΙΟΥ. 

  • «ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ»εἰς τὴν Παναγίαν

    ΤΗΝ ΑΡΒΑΝΙΤΙΣΣΑΝ

    Τὴν ἐν Καρυαῖς τᾹς Χίου ὀπτανομένην.

    (Ἧς ἡ ἱερὰ σύναξις ἐπιτελεῖται τὴν πρώτην Κυριακὴν μετὰ τὴν τῶν Ἁγίων Πάντων).

    Ποίημα Καθηγουμένης Ἰσιδώρας Μοναχῆς Ἁγιεροθεϊτίσσης.

    Ὁ ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καί ἀεὶ καὶ εἰς τούς αἰῶνας, τῶν αἰώ-

    νων.

    Ὁ ἀναγνώστης: Ἀμήν.

    Ψαλμὸς ΡΜΒ΄. (142)

    Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώ-τισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου,εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ Σου. Καὶ

    μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου Σου,ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου πᾶς ζῶν. Ὅτι

    17

  • κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου· ἐταπείνω-σεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκο-τεινοῖς, ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ᾿ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαμου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐνπᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶνΣου ἐμελέτων. Διεπέτασα πρὸς Σὲ τὰς χεῖράςμου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχὺ εἰσά-κουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.Ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σουὅτι ἐπὶ Σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδὸνἐν ᾗ πορεύσομαι, ὅτι πρὸς Σὲ ἦρα τὴν ψυχήνμου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε· πρὸςΣὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημάΣου, ὅτι Σὺ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά Σου τὸἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦὀνόματός Σου, Κύριε ζήσεις με. Ἐν τῇ δικαιο-σύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τοὺς ἐχθρούςμου, καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴνψυχήν μου· ὅτι ἐγὼ δοῦλός Σού εἰμι.

    Καί εὐθὺς τό: Θεὸς Κύριος καὶ ἐπέφανενἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυ-ρίου.

    Τὸ ἐπαναλαμβάνομεν ἀνὰ στίχον.

    18

  • Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπι-καλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

    Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶτῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

    Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστιθαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

    Κατόπιν τὰ τροπάρια.

    Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ...

    I῾κετικῶς τῇ σῇ εἰκόνι προσπίπτω, τὴν σὴνἀνείκαστον αἰτούμενος χάριν, τοῦ ἐκφυγεῖντὸν κλύδωνα, παντοίων δεινῶν· κράζων ἐκ

    βαθέων μου, Παναγία Παρθένε, Κόρη Ἀρβανί-τισσα, ἀντιλήπτωρ γενοῦ μοι· καὶ θεοδρόμουςδεῖξόν μοι ὁδούς, ὡς τετοκυῖα, Χριστὸν τὸν Θε-άνθρωπον.

    Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίω Πνεύματι.(Ὅμοιον)

    H ῾ ἱερὰ καὶ Ἁγιόνησος Χῖος, τῇ παρουσίασου Παρθένε καυχᾶται, καὶ συγκαλεῖ πρὸςαἴνεσιν, λατρείας ἡμᾶς· σὺ γὰρ ἐποπτάνε-

    σαι, ἐν αὐτῇ Παναγία, κάλλει ὡραιότητος, δια-λάμπουσα πάνυ· ἀρβανιτίσσης φέρουσα στολήν,ὥσπερ νεᾶνις, σεμνὴ λιγυρόκορμος.

    19

  • Καὶ νῦν.

    Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυνα-στείας σου, λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ σὺπροΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο

    ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕωςνῦν ἐλευθέρους;

    Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρδούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν. Ὁ Ἀναγνώστης.

    Ψαλμὸς Ν΄ (50)

    E᾿ λέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σουκαὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξά-λειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου

    καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καί ἡ

    ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν

    Σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λό-γοις Σου καὶ νικήσῃς ἐν τῶ κρίνεσθαί Σε.

    Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐνἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.

    Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶτὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι.

    Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι·πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.

    20

  • Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην,ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.

    Ἀπόστρεψον τὸ πρόσωπόν Σου ἀπὸ τῶνἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξά-λειψον.

    Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶπνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.

    Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σουκαὶ τὸ Πνεῦμα Σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ἐμοῦ.

    Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίουΣου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.

    Διδάξω ἀνόμους τὰς ὁδούς Σου καὶ ἀσεβεῖςἐπὶ Σὲ ἐπιστρέψουσι.

    Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σω-τηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δι-καιοσύνην Σου.

    Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μουἀναγγελεῖ τὴν αἴνεσίν Σου.

    Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλο-καυτώματα οὐκ εὐδοκήσεις.

    Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρ-δίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεὸςοὐκ ἐξουδενώσει.

    Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼνκαὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.

    Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀνα-φορὰν καὶ ὁλοκαυτώματα.

    Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν Σου μό-σχους.

    21

  • Καὶ ἀρχόμεθα τοῦ κανόνος. Οὗ ἡ ἀκροστιχίς:

    «Ἀρβανίτισσαν Παναγίαν ἐν ὕμνοις τιμῶ. Ἰσιδώρας».

    ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας...

    Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

    A῾γίων ἡ δόξα καὶ ἡ τιμή, Ἀγγέλων ὁ ὕμνοςτῶν ἀνθρώπων καταφυγή, ὑπάρχεις ἀεὶ ἐνἀσφα λείᾳ· ὦ Ἀρβανίτισσα Κόρη Παντά-

    νασσα.

    Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

    Ρ῾ημάτων ἐπάκουσον τῆς ἐμῆς, φωνῆς Πανα-γία Ἀρβανίτισσα τῆς οἰκτρᾶς, καὶ δός μοιπρεσβείαις μητρικαῖς σου· ἐλευθερίαν πα -

    θῶν τῶν θλιβόντων με.

    Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

    Βαρβάρων ἐῤῥύσω ἐπιδρομῆς, τὴν νῆσον τῆςΧίου ἐν χειρί σου τῇ κραταιᾷ, πιστοῖς Ἀρβα-νίτισσα Παρθένε· κηδεμονίας σου δοῦσα τὴν

    πρόνοιαν.

    Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίω Πνεύματι.

    22

  • Α᾿παύστως δυσώπησον τὸν Θεόν, Ὃν ἔσχεςχερσί σου Ἀρβανίτισσα Μαριάμ, τὸ ἔλεοςδοῦναι ἡμῖν πᾶσι· τοῖς μεγαλύνουσι πόθῳ

    τὴν σκέπην σου.

    Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

    Ναμάτων πληρέστατος ποταμός, χρηστότη-τος ῥεῖθρον ἀγαθότητος προχοή, ὑπάρχειὁ Ἅγιος Ναός σου· ὁ ἐν τῇ Χίῳ σεμνὴ Ἀρβα-

    νίτισσα.

    ᾨδὴ γ΄.Οὐρανίας ἁψῖδος...

    Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

    Ι῾ ερεῖς καὶ Λευῗται, τὴν σὴν μορφὴν σέβουσι,καὶ οἱ Βασιλεῖς ὁμοφρόνως, σὲ λιτανεύου-σιν, οἱ δὲ πιστοὶ συνῳδά, τοῦ Ἀρχαγγέλου

    τὸ Χαῖρε, ἐν χαρᾷ φωνοῦσί σοι, ὦ Ἀρβανίτισσα.

    Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

    Τῆς σῆς δόξης τὸ πλῆρες, καὶ τῆς τιμῆς Δέ-σποινα, τῆς ὑπερβαλλούσης τὸν πλοῦτον,πάντες θαυμάζουσιν, ὅτι Πατρὸς τῇ βουλῆ,

    ὦ Ἀρβανίτισσα Κόρη, ἐν σαρκὶ ἐκύησας, Λόγονσυνάναρχον.

    23

  • Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

    Ι᾿ σχυρὰ ἐν πολέμοις, καὶ ἐν δεινοῖς ἄθραυ-στος, πέλει Ἀρβανίτισσα Κόρη, ἡ προστασίασου, ὅτι λοιμοῦ φοβεροῦ, τὴν νῆσον Χῖον

    ἐῤῥύσω, τὴν κατ’ ἄμφω νέμουσα, ῥῶσιν τοῖς χρή-ζουσιν.

    Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίω Πνεύματι.

    Σελασφόρος νεφέλη, τὸν νοητὸν Ἥλιον, τοῖςἐν τοῖς σκιᾷ καθημένοις, ὦ Ἀρβανίτισσα,ἐξανατέλλεις διό, τῇ σκοτισθείσῃ ψυχῇ μου,

    ἱλαρὸν ἀνάτειλον, φῶς ἐπιγνώσεως.

    Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

    Σεμνοτάτη ἡ θέα, τῆς σῆς μορφῆς πέφυκε,καὶ τὸ ἀξιέραστον κάλλος, τὸ τοῦ προσώ-που σου, ὑπερεκπλήττει βροτούς, ὦ Ἀρβα-

    νίτισσα Κόρη, ἐξιστᾷ Ἀγγέλων τε, θεῖα στρα- τεύματα.

    Ε᾿πίφανον, ἡμῖν τὸ κάλλος τῆς θείας σου εὐπρε-πείας, τοῖς τιμῶσι σε ἐν ὠδαῖς σεμνὴ Ἀρβανί-τισσα, καὶ αὔγασον φέγγος τῆς ἀληθείας.

    Ε᾿πίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε,ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκω-σιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

    24

  • Ὁ ἱερεὺς μνημονεύει. Μεθ’ ὅ:Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή...

    Τῆς Χίου λαός, ἀγάλλεται τῇ σκέπη σου, Ἑλ -λάδος ἡ γῆ, λαμπρύνεται τῇ δόξῃ σου, καὶχαρᾶς σοι ἄσματα· προσφωνοῦσα κράζει

    ἑκάστοτε, τῇ σῇ προνοίᾳ φύλαττε Ῥωμηῶν, τὸγένος Παρθένε Ἀρβανίτισσα.

    ᾨδὴ δ΄.Εἰσακήκοα Κύριε...

    Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

    Α᾿ διστάκτῳ τῇ πίστει σοι, Κόρη Ἀρβανίτισσακαταφεύγουσιν· τῆς Ἑλλάδος τὰ στρατεύ-ματα, καὶ τῆς νήσου Χίου τὰ πληρώματα.

    Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

    Ναυτιῶντι με κλύδωνι, τῶν πειρατηρίων καὶπεριστάσεων· Ἀρβανίτισσα παράσχου μοι,βοηθείας χεῖρά σου τὴν ἄμαχον.

    Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

    Πεπτωκότα με πάθεσι, καὶ τοῖς ἁμαρτήμα-σιν ἀπολλύμενον· σαῖς πρεσβείαις Ἀρβανί-τισσα, Παναγία πάλιν με ἀνάστησον.

    25

  • Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίω Πνεύματι.

    Α᾿ νδρικῷ με φρονήματι, καὶ ψυχῇ γενναίᾳ λι-τεύεσθαι· Παναγία Ἀρβανίτισσα, καταξίω-σόν με τὸν ἱκέτην σου.

    Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

    Νικητήν με ἀνάδειξον, κατὰ τοῦ ἀλάστοροςἈρβανίτισσα· Παναγία ἡ τῷ κράτει σου, τοῦἐχθροῦ νικῶσα τὰ βουλεύματα.

    ᾨδὴ ε΄.Φώτισον ἡμᾶς...

    Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

    Α῎ σμασι καινοῖς, Παναγία Ἀρβανίτισσα, σὴνὑπέρμαχον δοξάζομεν ἰσχύν, ἀνευφημοῦν -τες, τὴν ταχείαν σου ἀντίληψιν.

    Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

    Γήρατος ἰσχύς, χαλινός τε τῆς νεότητος, πε-νομένων τε τροφὸς καὶ βοηθός, ἀεὶ ὑπάρχεις,Παναγία Ἀρβανίτισσα.

    Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

    26

  • Ι῞ λεων ἡμῖν, Παναγία Ἀρβανίτισσα, τὸν ΘεὸνὍνπερ ἀπέτεκες σαρκί, ταῖς Μητρικαῖς σου,παρακλήσεσιν ἀπέργασαι.

    Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίω Πνεύματι.

    Α῎ γαν ἐν δεινοῖς, καὶ ἐν μάχαις σὺ προΐστα-σαι, Παναγία Ἀρβανίτισσα σεμνή, ἐκ τῶνκινδύνων, ἀεὶ σῴζουσα τοὺς Ἕλληνας.

    Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

    Νέκταρ νοητόν, ὑπὲρ ἔννοιαν γλυκύτητα, εὐ -φροσύνην καὶ χαρὰν πνευματικήν, εἰκώνσου βλύζει, Παναγία Ἀρβανίτισσα.

    ᾨδὴ ς΄.Τὴν δέησιν...

    Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

    Ε᾿πίστασαι, φανερῶς ἑκάστοτε, ἐν ἡμέρᾳ καὶνυκτὶ Παναγία· ὡς λιγυρά, καὶ πανέμορφοςΚόρη, τὸ μελανόχρωμον φέρουσα ἔνδυμα·

    καὶ νέμουσα λαμπροφανῆ· Ἀρβανίτισσα χάρινκαὶ εὔνοιαν.

    Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

    27

    Leo1Sticky NoteMigrationConfirmed set by Leo1

  • Νεκρώσεως, καὶ φθορᾶς τὸν ἄνθρωπον, τῷσῷ τόκῳ ἐλυτρώσω Παρθένε· ζωοποιόν,Ἀναστάσεως χάριν, καὶ αἰωνίαν παρέχουσα

    λύτρωσιν· ὦ Ἀρβανίτισσα σεμνή· ἀγαθότητοςπλῆρες κεφάλαιον.

    Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

    Υ῾ φάνασα, ἐξ ἀγνῶν αἱμάτων σου, τῷ τῶνὅλων Βασιλεῖ ἀλουργίδα· βασιλικήν, περι-βέβλησαι χάριν, καὶ οὐρανίας τιμῆς κοσμιό-

    τητα· ἐν εὐπρεπείᾳ, ἱερᾶ· Παναγία σεμνὴ Ἀρ-βανίτισσα.

    Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίω Πνεύματι.

    Μητρόθεε, Παναγία Δέσποινα, ἈρβανίτισσαΠαρθένε Μαρία· δόξαν ἡμῖν, τὴν ἀμείωτονδίδου, καὶ κατὰ χάριν θεοὺς ἡμᾶς ποίησον·

    τοὺς σέβοντας πανευλαβῶς· τὸ σεπτόν σου καὶἅγιον Ὄνομα.

    Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

    Νυστάξαντες, ῥαθυμίας πάθεσι, καὶ τῇ λήθητῆς ἀγνοίας πεσόντες· δίδου ἡμῖν, συμπα-θείας σου χεῖρα, ὦ Ἀρβανίτισσα Κόρη φι-

    λάγαθε· ἵνα νυμφῶνα τοῦ φωτός· σὺν φρονίμοιςπαρθένοις οἰκίσωμεν.

    28

    Leo1Sticky NoteMigrationConfirmed set by Leo1

  • Ε᾿ πίφανον, ἡμῖν τὸ κάλλος τῆς θείας σουεὐπρεπείας, τοῖς τιμῶσι σε ἐν ὠδαῖς σεμνὴἈρβανίτισσα, καὶ αὔγασον φέγγος τῆς ἀλη-

    θείας.

    Α῎ χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμη-νεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν, τεκοῦσα,δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

    Ὁ ἱερεὺς καὶ πάλιν μνημονεύει. Μετὰ δὲ τὴν ἐκφώνησιν:

    Κάθισμα. Ἦχος β΄.Προστασία τῶν Χριστιανῶν...

    Δυναστείας τῆς δαιμονικῆς ἠλευθέρωσας, τὴνβροτείαν φύσιν τοῦ Ἀδὰμ Θεονύμφευτε, σὺγὰρ μόνη ὑπερφυῶς ἀπέτεκες ἐν γῇ· Θεὸν

    ἄναρχον μετὰ σαρκός, καὶ ἐπανήγαγες ἡμᾶς, εἰςτὴν πρώτην λαμπρότητα, πύλη τῆς σωτηρίας,ἀνθρώπων τε εὐκληρία, καὶ πρὸς Θεὸν καταλ-λαγή, Παναγία Ἀρβανίτισσα.

    Εἶτα τὸ Α΄ Ἀντίφωνον τῶν Ἀναβαθμῶν τοῦ δ΄ ἤχου.

    Ε᾿ κ νεότητός μου, πολλὰ πολεμεῖ με πάθη·ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον, Σωτήρμου. (δίς)

    29

  • Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυ-ρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξη-ραμμένοι. (δίς)

    Δόξα.

    Α῾ γίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ κα-θάρσει, ὑψοῦται, λαμπρύνεται, τῇ Τριαδικῇμονάδι, ἱεροκρυφίως.

    Καὶ νῦν.

    Α῾ γίῳ Πνεύματι, ἀναβλύζει, τὰ τῆς χάριτος,ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν, πρὸςζωογονίαν.

    Καὶ εὐθὺς τὸ Προκείμενον.

    Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γε-νεᾷ καὶ γενεᾷ. (δίς)Στίχ. Ἄκουσον, Θύγατερ, καὶ ἴδε, καὶ κλῖνον

    τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦοἴκου τοῦ πατρός σου καὶ ἐπιθυμήσει ὁ Βασι-λεὺς τοῦ κάλλους σου.

    Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γε-νεᾷ καὶ γενεᾷ. 30

  • Εἶτα· ἐκ τοῦ κατὰ Λουκᾶνἁγίου Εὐαγγελίου, τὸ Ἀνάγνωσμα.

    Ε᾿ ν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ,ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰςπόλιν Ἰούδα· καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζα-

    χαρίου, καὶ ἠσπάσατο τήν Ἐλισάβετ. Καὶ ἐγέ-νετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμόν τῆςΜαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐ -τῆς· καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισά-βετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ εἶπεν·Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁκαρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο,ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺγάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰςτὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιά-σει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύ-σασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοιςαὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγα-λύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασετὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Ὅτιἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούληςαὐτοῦ· ἰδοὺ γὰρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί μεπᾶσαι αἱ γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁΔυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲΜαριὰμ σὺν αὐτῇ ὡσεὶ μήνας τρεῖς, καὶ ὑπέ-στρεψεν εἰς τὸν οἶκον αὐτῆς.

    Καὶ εἶτα· Ἦχος β΄.

    31

  • Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίω Πνεύματι.

    Τῆς Ἀρβανιτίσσης πρεσβείαις, Ἐλεῆμον, ἐξά-λειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

    Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξά-λειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. Στίχ. Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός

    σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σουἐξάλειψον τὸ ἀνόμημά μου.

    Προσόμοιον.Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

    Χῖος ἐπαγάλλεται, ἡ θεοτίμητος νῆσος, Κα-ρυῶν χωρίον τε, ἀγλαῶς δεδόξασται τῇ σῇχάριτι· ἐν αὐτῇ ἔκτισται, ὁ σεπτὸς Ναός σου,

    Παναγία Ἀρβανίτισσα· εἰκών τε θεία σου, με-γαλοπρεπῶς τεθησαύρισται· ἐξ ἧς ἀναπη-γάζουσι, ῥεῖθρα δωρεῶν τὰ ἀκένωτα· τούτων

    μετασχόντες, βοῶμέν σοι τὸ χαῖρε Μαριάμ, εὐλο-γημένη Πανάμωμε, βροτῶν ἡ ἀνάκλησις.

    32

  • Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατῃσχυμένοςἀπὸ σοῦ ἐκπορεύεται, ἁγνὴ Παρθένε Θεο-τόκε· ἀλλ’ αἰτεῖται τὴν χάριν καὶ λαμβάνει

    τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.

    Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγὴ τῶνἀσθενούντων, ὑπάρχουσα, Θεοτόκε Παρ-θένε, σῶζε πόλιν καὶ λαόν, τῶν πολεμου-

    μένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη, ἡμόνη προστασία τῶν πιστῶν.

    Ὁ Ἱερεύς: Σῶσον ὁ Θεός...

    ᾨδὴ ζ΄.Οἱ ἐκ τῆς Ἰουδαίας.

    Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

    Ο῾ χριστώνυμος κλῆρος, καὶ λαὸς ἐν τῇ Χίῳσυνεπαγάλλονται, τῇ μνήμῃ σου τῇ θείᾳΠαρθένε Παναγία, Ἀρβανίτισσα Δέσποινα·

    καὶ ἑορτίοις ὠδαῖς, αἰνοῦσί σε συμφώνως.

    Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

    Ι᾿ ατρείας παρέχεις, δωρεὰν τοῖς νοσοῦσιν, ὦἈρβανίτισσα, Θεοῦ γὰρ οὖσα Μήτηρ, τοῦπάντα δυναμένου, τὰ ἀνέφικτα πέπρακται·

    καὶ διὰ σοῦ ἀγαθῶν, ἡ δόσις τελειοῦται.

    33

  • Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

    Σὺν μητράσι ὡς μήτηρ, σὺν παρθένοις παρ-θένος ὡς ἀδιάφθορος, δωρεῖσαι ἀφθαρσίαν,ἐλέους τε τὸν πλοῦτον, Μαριὰμ Ἀρβανί-

    τισσα· τοῖς τὴν σεπτήν σου μορφήν, πιστῶςἀσπαζομένοις.

    Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίω Πνεύματι.

    Τηλαυγῶς καθωράθης, ἐν νυκτὶ καὶ ἐν ὄρθρῳ,ὦ Ἀρβανίτισσα, βαδίζουσα ἐν Χίῳ, καὶ κρού-ουσα Ναοῦ σου, τοῦ Ἁγίου τοὺς κώδωνας·

    καὶ τὰς κανδήλας αὐτοῦ, καλοῦσα τοῦ ἀνάπτειν.

    Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

    Ι᾿ ταμότητα ᾍδου, καὶ θανάτου τὸν ὄλεθροντὸν πικρότατον, ἠφάνισας εἰς τέλος Ἀνά-στασιν δὲ πᾶσι, καὶ ζωὴν Ἀρβανίτισσα· θεο -

    γεννῆτορ βροτοῖς, τῷ τόκῳ σου πιστοῦσαι.

    ᾨδὴ η΄.Τὸν Βασιλέα...

    Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

    Μὴ διαλίπῃς, ὑπὲρ ἡμῶν τῷ Υἱῷ σου, Ἀρβα-νίτισσα Κόρη πρεσβεύειν, τῶν τὰ μεγαλεῖα,ἐνδόξως σου τιμώντων.

    34

  • Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

    Ω῾ ς θαυμασία, ὦ Ἀρβανίτισσα Κόρη, ὡς ἐξαί-ρετος πάνυ ὑπάρχει, τῆς σῆς παρουσίας, ἡθεία ὡραιότης.

    Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

    Ι῾ λαρωτάτη, καὶ λιγυρά σου ἡ θέα, ΜαριὰμἈρ βανίτισσα πέλει, σὲ τοὺς καθορῶντας, ἐκ -πλήτ τουσα ἐν Χίῳ.

    Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίω Πνεύματι.

    Σημείοις θείοις, καὶ φοβεροῖς ὁ Υἱός σου, καὶΘεὸς Ἀρβανίτισσα στέφει, δόξῃ ἀκηράτω, ὡςἭλιος γὰρ λάμπεις.

    Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

    Ι᾿ δόντες πάντες, οἱ ἐν τῇ Χίω Παρθένε, Ἀρβα-νίτισσαν σὴν προστασίαν, ἔχαιρον αἰνοῦντες,τὰς σὰς χοροστασίας.

    35

  • ᾨδὴ θ΄.Κυρίως Θεοτόκον...

    Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

    Διάχρυσον ἐσθῆτα, περιβεβλημένη, πεποικιλ-μένη τε στέφος, ἀφθάρτου τιμῆς, ὦ Ἀρβανί-τισσα Κόρη, Θεῷ παρίστασαι.

    Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

    Ω῾ ς εὔδιον λιμένα, ἐν ταῖς τρικυμίαις, καὶ τοῖςκινδύνοις τοῦ βίου, ἡ Χῖος πλουτεῖ, τὴν ἱε-ράν σου εἰκόνα, ὦ Ἀρβανίτισσα.

    Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

    Ρ῾ ητόρων σιωπῶσι, χείλη εὐλαλοῦντα, καὶ κα-ταπαύουσι φθόγγοι, λογίων ἀνδρῶν, σέβαςδιδόντες πρεπόντως, σοὶ Ἀρβανίτισσα.

    Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίω Πνεύματι.

    Α᾿ γγέλων στρατηγίαι, καὶ ταξιαρχίαι, τῶν Ἀρ -χαγγέλων σοὶ χαῖρε, βοῶσι χαρᾷ, ὦ Ἀρβανί-τισσα Κόρη, Θεοχαρίτωτε.

    Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

    36

  • Σφραγὶς προφητευόντων, θύρα σωτηρίας, καὶεὐλογίας ὑπάρχεις, ἡ ὄντως πηγή, ὦ Ἀρβα-νίτισσα Κόρη, Θεογεννήτρια.

    Καὶ εὐθύς, τό·

    Α῎ ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴνΘεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώ-μητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν.

    Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέ-ραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδια-φθόρως Θεὸν Λόγον τεκοῦσαν· τὴν ὄντως

    Θεοτόκον σὲ μεγαλύνομεν.

    Καὶ τὰ παρόντα Μεγαλυνάρια. Ὧν ἡ ἀκροστιχίς:

    «Χαίροις Χίου ἔφορε».

    Χαίροις τῶν μητέρων ἡ χαρμονή, χαίροις τῶνπαρθένων ἡ ὑπέρκαλλος καλλονή, χαίροιςγῆς ἁπάσης καὶ Οὐρανοῦ ἡ δόξα· ὦ Δέ-

    σποινα Ἀνύμφευτε Ἀρβανίτισσα.

    Α῎ νθη θεοδρέπτων ὑμνῳδιῶν, δῶρα ὡς εὐώδηπροσενέγκωμεν οἱ πιστοί, τῇ ἈρβανιτίσσῃΠαρθένῳ Παναγίᾳ· αὐτὴν προσυπαντῶντες

    ἀγαλλιώμενοι.

    37

  • Ι᾿άσεις σωμάτων τε καὶ ψυχῶν, βλύζει ἀενάωςἡ εἰκών σου ἡ ἱερά, νῆσον δὲ τῆς Χίου πλου-τεῖς ἐν εὐλογίαις· Παρθένε Ἀρβανίτισσα Θε-

    ονύμφευτε.

    Ρ῾ άβδῳ εὐστοργίας σου μητρικῆς, τρίβον εἰςεὐθείαν σωτηρίου διαμονῆς, σὺ ἐν ἀσφαλείᾳἰθύνεις Παναγία· ὑψοῦσα ἐκ βαράθρων ὦ

    Ἀρβανίτισσα.

    Ο῞ μιλος παρθένων πανευλαβῶς, ἄθροισμα πι-στῶν τε Ὀρθοδόξων πᾶσα πληθύς, λόγοιςἐγκωμίων καὶ ὕμνοις εὐαρέστως· αἰνοῦσι

    Παναγίαν τὴν Ἀρβανίτισσαν.

    Ι῎ νδαλμα τῆς πλάνης τὸ εἰδεχθές, ἔῤῥιπταιεἰς χάος καὶ συντέτριπται παντελῶς, σοῦ τῷθείῳ τόκω καὶ κέρας ἀληθείας· ἠνόρθωται

    ἐνδόξως ὦ Ἀρβανίτισσα.

    Σέλας ἡλιόμορφον καὶ τερπνόν, εἴδομεν Παρ-θένε Ἀρβανίτισσα διὰ Σοῦ, ἄρχοντα τεκοῦσακαὶ ποιητὴν τῶν φώτων· αὐγάζεις γὰρ τοῦ

    κόσμου ἅπαν τὸ πλήρωμα.

    Χῖος μεγαλόνησος καθορᾷ, σοῦ τὴν παρουσίανἈρβανίτισσαν Μαριάμ, ἅμα τε συγχαίρει τῶνΚαρυῶν χωρίον· Ἑλλάς τε πᾶσα στέργει τὴν

    προστασίαν σου.

    38

  • Ι῞ λαθι Παρθένε ὡς συμπαθής, βλέψον εἰςλαόν σου τὸν ἐλπίζοντα ἐπὶ σέ, δίδου σῆςπρονοίας τὰς δωρεὰς ἀφθόνως· καὶ σκέπε

    σοὺς ἱκέτας, ὦ Ἀρβανίτισσα.

    Ο῞ ρμον εἰς ἀκύμαντον τοῦ Χριστοῦ, ἴθυνονσοὺς δούλους Ἀρβανίτισσα Μαριάμ, πᾶσι δὲκαρδίαν γαληνιῶσαν δίδου· καινίζουσα τὴν

    χάριν τὴν εἰρηνόμορφον.

    Υ῞ ψος παρθενίας σου ἐξυμνῶ, βάθος σῆςἁγνείας Ἀρβανίτισσα εὐφημῶ, μέλπω σῶνχαρίτων τὸ πέλαγος τὸ μέγα· καὶ πλῆθος

    σῶν θαυμάτων τὸ ἀπροσμέτρητον.

    Ε῎ ρεισμα ἀκράδαντον τῶν πιστῶν, τεῖχος οἰ -κουμένης καὶ ἀπόρθητον ὀχυρόν, σθένος πο-λεμούντων καὶ νίκη τῶν ἀθλούντων· σὺ εἶ

    ἀδιαψεύστως ὦ Ἀρβανίτισσα.

    Φάλαγγες δαιμόνων αἱ ζοφεραί, ἥττηνται Παρ-θένε Ἀρβανίτισσα σῷ φωτί, πρόσωπα πιστῶντε λαμπρύνονται σῇ δόξη· καὶ τάξεις τῶν

    Ἀγγέλων συνεπαγάλλονται.

    Ο῎ μματα καρδίας μετὰ σπουδῆς, αἴρομέν σοιΚόρη Ἀρβανίτισσα δουλικῶς, σοῦ τὴν συμ-μαχίαν αἰτούμενοι ἐν πίστει· καὶ ῥώμῃ πε-

    ποιθότες τῆς σῆς δυνάμεως.

    39

  • Ρ῾ όδον τὸ ἀμάραντον καὶ τερπνόν, ἤνθησαςΠαρθένε Ἀρβανίτισσα τὸν Χριστόν, οὗ ταῖςἀποῤῥήτοις καὶ θείαις εὐωδίαις· εὐφραίνον -

    ται καρδίας τὰ αἰσθητήρια.

    Ε῎ χουσι Ναόν σου τὸν ἱερόν, Καρυαὶ τῆς Χίουὡς θεόκτιστον θησαυρόν, ἅμα τε εἰκόναπλουτοῦσι σου ἁγίαν· χρυσοῦ τιμιωτέραν,

    ὦ Ἀρβανίτισσα.

    Ι῎ δε τὴν πενίαν μου Μαριάμ, βλέψον εὐτε-λείας τῆς πολλῆς μου ἐν οἰκτιρμοῖς, πλοῦτονμοι παράσχου τῆς σῆς ἀγαθωσύνης· ὡς Μή-

    τηρ τοῦ ἐλέους ὦ Ἀρβανίτισσα.

    Χαίροις χαροπάροχε Μαριάμ, χαίροις παρα-δείσου ἡ εὐφρόσυνος ἀπαρχή, χαίροις σω-τηρίας ἡ ἀληθὴς αἰτία· βεβαίωσις ἐλπίδος,

    ὦ Ἀρβανίτισσα.

    Πᾶσαι τῶν Ἀγγέλων οἱ στρατιαί, ΠρόδρομεΚυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ ἍγιοιΠάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρε-

    σβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

    Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνα-τος, ἐλέησον ἡμᾶς. (ἐκ γ΄)

    Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίω Πνεύματι.Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ-

    νων. Ἀμήν.

    40

  • Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλά-σθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρη-σον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαιτὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

    Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέ-ησον.

    Δόξα. Καὶ νῦν.

    Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτωτὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτωτὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς.Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμε-ρον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσε-νέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶςἀπὸ τοῦ πονηροῦ.

    Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἉγίουΠνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶναἰώνων.

    Ἀπολυτίκιον.Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

    Τῆς Ἑλλάδος ἡ σκέπη, τῶν πιστῶν καταφύ-γιον, γένους τῶν Ῥωμηῶν προστασία, Κα-ρυῶν Χίου ἔφορος· λαοῦ σου ἀντιλήπτωρ

    καὶ φρουρός, Παρθένε Ἀρβανίτισσα σὺ εἶ, ὁρω-μένη μετὰ σώματος ἐμφανῶς, καὶ ἐν πολέμοιςσπεύδουσα. Χαίροις ἡ κηδεμὼν τῶν ἐν δεινοῖς,

    41

  • χαίροις τροφὸς ἡ εὔστοργος, χαίροις ἡ ἱλεοῦσατὸν Θεόν, ὡς Τούτου Μήτηρ ἄχραντος.

    Εἶτα ἐκτενὴς ὑπὸ τοῦ ἱερέως· καὶ Ἀπόλυσις. Μεθ’ ἧς, πρὸ τοῦ δι’ εὐχῶν, τὰ ἀκόλουθα:

    Τροπάρια.Ἦχος β΄. Ὅτε ἐκ τοῦ πύλου...

    Χαίροις Ἀρβανίτισσα σεμνή, χαίροις τῶν πι-στῶν ἀντιλήπτωρ, τῶν ὀρφανῶν προμηθεῦ,ἄρτος τῶν πεινώντων τε, ὁ ἀδαπάνητος· τῶν

    ἐν δίψει ἀνάψυξις, πενήτων ἡ σκέπη, θάλψιςθλιβομένων τε, καὶ περιβόλαιον· χαίροις ἰατὴρτῶν νοσούντων, χαίροις ἀγαθῶν οὐρανίων· ἡ δι-αιωνίζουσα ἀπόλαυσις.

    Νεῦσον ταῖς δεήσεσιν ἡμῶν, ἄκουσον φωνῆςστεναγμοῦ τε, εὐσυμπαθήτῳ ῥοπῆ, ὦτα σουδιάνοιξον, ταῖς παρακλήσεσιν· ἀναξίων προσ -

    φύγων σου, πιστῶς αἰτουμένων, σοῦ τὴν οἰκει-ότητα τὴν ἀκατάληπτον· ἔχεις τοῦ Θεοῦ γὰρὡς Μήτηρ, σπλάγχνα οἰκτιρμῶν ἀμετρήτων·Κόρη Ἀρβανίτισσα Θεόνυμφε.

    Χῖος ἐγκαυχᾶται ἱερῶς, σοῦ τῇ ἐμφανεῖ πα-ρουσίᾳ, ἐν τοῖς ἐσχάτοις καιροῖς, χαίρει τὸχωρίον τε, τῶν Καρυῶν καὶ σκιρτᾷ· ὁρατῶς

    γὰρ παρίστασαι, ἐν τούτῳ Παρθένε, θείαις ἐμ -φανίσεσιν, ὡς Ἀρβανίτισσα· ὕμνους εὐχαρίστως

    42

  • διό σοι, ψάλλουσι βοῶντες ἀπαύστως· χαίροιςτῶν Ἀγγέλων ἡ εὐπρέπεια.

    Σπεῦσον ἐξελοῦ με τῶν δεινῶν, καὶ τῶν συμ-φορῶν λύτρωσαί με, τῇ κραταιᾶ σου χειρί,θραῦσον τὰ βουλεύματα, τοῦ πολεμήτορος·

    καὶ τὸν νοῦν μου ἀνάγαγε, πρός φῶς θειοτά-της, καὶ ἀδιαδόχου τε, μακαριότητος· πάντα γὰρποιεῖς ἀκωλύτως, ὡς Θεοῦ τοῦ πάντων Δεσπό-του· Μήτηρ Παναγία Ἀρβανίτισσα.

    Χάριν τὴν πολύδωρον ἡμῖν, δίδου ἈρβανίτισσαΚόρη, ταῖς μητρικαῖς σου λιταῖς, πᾶσι τοῖςπροστρέχουσι, τῇ ἀντιλήψει σου· καὶ πιστῶς

    μεγαλύνουσι, τῶν σῶν θαυμασίων, πλῆθος τὸἀμέτρητον, καὶ ἀξιέραστον· πόθῳ προσκυνοῦσιτε ἅμα, σοῦ τὴν παναγίαν εἰκόνα· ἣν ἡ Χῖος ἔχειὡς παλλάδιον.

    Ἦχος πλ. δ΄.

    Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλωνσου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκηςκαὶ θλίψεως.

    Ἦχος β΄.

    Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι,Μῆτερ τοῦ Θεοῦ· φύλαξόν με ὑπὸ τὴν σκέ-πην σου.

    43

  • Δι’ εὐχῶν...

    Δίστιχα Ἀκροτελεύτια.

    Διὰ παντός με φύλαττε ἐκ τῶν δεινῶν τοῦβίου, ἀπὸ βαθέων κράζει σοι ἡ πένης Ἰσι-δώρα, Δέσποινα Ἀρβανίτισσα τοῦ κόσμου

    προστασία, τῆς Χίου τε ἀντίληψις, τῶν ΚαρυῶνΚυρία, ἐν ἧ ὁρᾶσαι ἐμφανῶς ἐν τοῖς ὑστέροιςχρόνοις, πιστῶν εἰς περιποίησιν, λαοῦ εἰς σω-τηρίαν, ἵνα τὸ σὸν δοξάζωμεν Ὄνομα Παναγία,καὶ τὸν Υἱόν σου καὶ Θεὸν λατρεύωμεν ἐν πί-στει, Ὁμοουσίῳ σὺν Πατρὶ καὶ Πνεύματι Ἁγίῳ,Τριάδα τὴν Ὁμόθεον, Μονάδα Τρισαγίαν, ἧ δόξακαὶ προσκύνησις ἀνήκει εἰς αἰῶνας.

    ΑΜΗΝ .

    Κοντάκιον.Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

    Ρ῾ωμηωσύνης στήριγμα καὶ προστασία, Χίουφύλαξ ἄγρυπνος, κόσμου παντός τε προσ -φυγή, τῶν δέ πιστῶν εἶ κραταίωμα· ὦ Πα-

    ναγία, Σεμνὴ Ἀρβανίτισσα.

    Μεγαλυνάριον.

    Χάρις μεγαλείων ὑπερφυῶν, πλῆθος τε θαυ-μάτων, Ἀρβανίτισσα Μαριάμ, ῥέει ἀκενώτωςἐκ θείας σου Εἰκόνος· ἣν Χῖος νῦν κατέχει

    πλοῦτον ὡς ἄσυλον.

    44

  • Εἰκόνα τοῦ τέμπλου τοῦ Ἱεροῦ Ναοῦτῆς Παναγίας Ἀρβανιτίσσης στὶς Καρυὲς τῆς Χίου.Οἱ Τοῦρκοι στρατιῶτες ἀποτύπωσαν τὸ θυμό τουςστὸ πρόσωπο τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,λίγο πρὶν ἐγκαταλείψουν τὸ νησὶ παντοτινά,

    καταδιωκόμενοι ἀπὸ τὸν Ἑλληνικὸ στρατὸ τὸ 1912.

    /ColorImageDict > /JPEG2000ColorACSImageDict > /JPEG2000ColorImageDict > /AntiAliasGrayImages false /CropGrayImages true /GrayImageMinResolution 300 /GrayImageMinResolutionPolicy /OK /DownsampleGrayImages true /GrayImageDownsampleType /Bicubic /GrayImageResolution 300 /GrayImageDepth -1 /GrayImageMinDownsampleDepth 2 /GrayImageDownsampleThreshold 1.50000 /EncodeGrayImages true /GrayImageFilter /DCTEncode /AutoFilterGrayImages true /GrayImageAutoFilterStrategy /JPEG /GrayACSImageDict > /GrayImageDict > /JPEG2000GrayACSImageDict > /JPEG2000GrayImageDict > /AntiAliasMonoImages false /CropMonoImages true /MonoImageMinResolution 1200 /MonoImageMinResolutionPolicy /OK /DownsampleMonoImages true /MonoImageDownsampleType /Bicubic /MonoImageResolution 1200 /MonoImageDepth -1 /MonoImageDownsampleThreshold 1.50000 /EncodeMonoImages true /MonoImageFilter /CCITTFaxEncode /MonoImageDict > /AllowPSXObjects false /CheckCompliance [ /None ] /PDFX1aCheck false /PDFX3Check false /PDFXCompliantPDFOnly false /PDFXNoTrimBoxError true /PDFXTrimBoxToMediaBoxOffset [ 0.00000 0.00000 0.00000 0.00000 ] /PDFXSetBleedBoxToMediaBox true /PDFXBleedBoxToTrimBoxOffset [ 0.00000 0.00000 0.00000 0.00000 ] /PDFXOutputIntentProfile (None) /PDFXOutputConditionIdentifier () /PDFXOutputCondition () /PDFXRegistryName () /PDFXTrapped /False

    /CreateJDFFile false /Description > /Namespace [ (Adobe) (Common) (1.0) ] /OtherNamespaces [ > /FormElements false /GenerateStructure false /IncludeBookmarks false /IncludeHyperlinks false /IncludeInteractive false /IncludeLayers false /IncludeProfiles false /MultimediaHandling /UseObjectSettings /Namespace [ (Adobe) (CreativeSuite) (2.0) ] /PDFXOutputIntentProfileSelector /DocumentCMYK /PreserveEditing true /UntaggedCMYKHandling /LeaveUntagged /UntaggedRGBHandling /UseDocumentProfile /UseDocumentBleed false >> ]>> setdistillerparams> setpagedevice